§5.3.2̔εξῆς δʼ ἡ Λατίνη κεῖται, ἐν ᾗ καὶ ἡ τῶν Ῥωμαίων πόλις, πολλὰς συνειληφυῖα καὶ τῆς μὴ Λατίνης πρότερον.
Next lies Latium, in which is also the city of the Romans, having already included many lands which previously did not belong to Latium.
Αἶκοι γὰρ καὶ Ὀυόλσκοι καὶ Ἕρνικοι Ἀβοριγῖνές τε οἱ περὶ αὐτὴν τὴν Ῥώμην καὶ Ῥούτουλοι οἱ τὴν ἀρχαίαν Ἀρδέαν ἔχοντες καὶ ἄλλα συστήματα μείζω καὶ ἐλάττω τὰ περιοικοῦντα τοὺς τότε Ῥωμαίους ὑπῆρξαν, ἡνίκα πρῶτον ἔκτιστο ἡ πόλις· ὧν ἔνια κατὰ κώμας αὐτονομεῖσθαι συνέβαινεν ὑπʼ οὐδενὶ κοινῷ φύλῳ τεταγμένα.
For the Aequi, Volsci, and Hernici, and the Aborigines around Rome itself, and the Rutuli who held ancient Ardea, and other larger and smaller communities dwelling around the Romans of that time, existed when the city was first founded; some of which happened to be self-governing by villages, ordered under no common tribe.
φασὶ δὲ Αἰνείαν μετὰ τοῦ πατρὸς Ἀγχίσου καὶ τοῦ παιδὸς Ἀσκανίου κατάραντας εἰς Λαυρεντὸν τῆς πλησίον τῶν Ὠστίων καὶ τοῦ Τιβέρεως ᾐόνος, μικρὸν ὑπὲρ τῆς θαλάττης, ὅσον ἐν τέτταρσι καὶ εἴκοσι σταδίοις, κτίσαι πόλιν.
They say that Aeneas, having landed with his father Anchises and his son Ascanius at Laurentum, on the shore near Ostia and the Tiber, a little above the sea, about twenty-four stadia, founded a city.
ἐπελθόντα δὲ Λατῖνον τὸν τῶν Ἀβοριγίνων βασιλέα τῶν οἰκούντων τὸν τόπον τοῦτον, ὅπου νῦν ἡ Ῥώμη ἐστί, συμμάχοις χρήσασθαι τοῖς περὶ τὸν Αἰνείαν ἐπὶ τοὺς γειτονεύοντας Ῥουτούλους τοὺς Ἀρδέαν κατέχοντας (στάδιοι δʼ εἰσὶν ἀπὸ τῆς Ἀρδέας εἰς τὴν Ῥώμην ἑκατὸν ἑξήκοντα), νικήσαντα δʼ ἀπὸ τῆς θυγατρὸς Λαουινίας ἐπώνυμον κτίσαι πλησίον πόλιν.
But Latinus, the king of the Aborigines who inhabited this place where Rome now is, having advanced, used Aeneas and his companions as allies against the neighboring Rutuli who occupied Ardea (the distance from Ardea to Rome is one hundred and sixty stadia), and, having conquered them, founded a nearby city named after his daughter Lavinia.
πάλιν δὲ τῶν Ῥουτούλων συμβαλόντων εἰς μάχην, τὸν μὲν Λατῖνον πεσεῖν, τὸν δὲ Αἰνείαν νικήσαντα βασιλεῦσαι καὶ Λατίνους καλέσαι τοὺς ὑφʼ αὑτῷ.
When the Rutuli again engaged in battle, Latinus fell, but Aeneas, having conquered, ruled and called those under him Latins.
καὶ τούτου δὲ τελευτήσαντος καὶ τοῦ πατρός, τὸν Ἀσκάνιον Ἄλβαν κτίσαι ἐν τῷ Ἀλβανῷ ὄρει, διέχοντι τῆς Ῥώμης τοσοῦτον ὅσον καὶ ἡ Ἀρδέα.
And when he and his father had died, Ascanius founded Alba on the Alban Mount, which is as far distant from Rome as Ardea is.
ἐνταῦθα Ῥωμαῖοι σὺν τοῖς Λατίνοις Διὶ θύουσιν, ἅπασα ἡ συναρχία ἀθροισθεῖσα· τῇ πόλει δʼ ἐφιστᾶσιν ἄρχοντα πρὸς τὸν τῆς θυσίας χρόνον τῶν γνωρίμων τινὰ νέων.
There the Romans, together with the Latins, sacrifice to Jupiter, the whole body of magistrates being assembled; and they appoint over the city, for the duration of the sacrifice, one of the noble youths as governor.
ὕστερον δὲ τετρακοσίοις ἔτεσιν ἱστορεῖται τὰ περὶ Ἀμόλλιον καὶ τὸν ἀδελφὸν Νουμίτορα, τὰ μὲν μυθώδη τὰ δʼ ἐγγυτέρω πίστεως.
Four hundred years later, the stories concerning Amulius and his brother Numitor are related, some mythical and others closer to belief.
διεδέξαντο μὲν γὰρ τὴν τῆς Ἄλβας ἀρχὴν ἀμφότεροι παρὰ τῶν ἀπογόνων τοῦ Ἀσκανίου, διατείνουσαν μέχρι τοῦ Τιβέρεως· παραγκωνισάμενος δʼ ὁ νεώτερος τὸν πρεσβύτερον ἦρχεν ὁ Ἀμόλλιος, υἱοῦ δʼ ὄντος καὶ θυγατρὸς τῷ Νουμίτορι, τὸν μὲν ἐν κυνηγίᾳ δολοφονεῖ, τὴν δέ, ἵνα ἄτεκνος διαμείνῃ, τῆς Ἑστίας ἱέρειαν κατέστησε παρθενείας χάριν· καλοῦσι δʼ αὐτὴν Ῥέαν Σιλβίαν.
For both inherited the rule of Alba from the descendants of Ascanius, which extended as far as the Tiber; but Amulius, the younger brother, having pushed aside the elder, ruled, and since Numitor had a son and a daughter, he treacherously murdered the son during a hunt, and the daughter, in order that she might remain childless, he appointed a priestess of Vesta for the sake of virginity; they call her Rhea Silvia.
εἶτα φθορὰν φωράσας, διδύμων αὐτῇ παίδων γενομένων, τὴν μὲν εἷρξεν ἀντὶ τοῦ κτείνειν χαριζόμενος τἀδελφῷ, τοὺς δʼ ἐξέθηκε πρὸς τὸν Τίβεριν κατά τι πάτριον.
Then, having discovered her violation when twin boys were born to her, he imprisoned her instead of killing her, as a favor to his brother, but he exposed the infants by the Tiber according to some ancestral custom.
μυθεύεται μὲν οὖν ἐξ Ἄρεως γενέσθαι τοὺς παῖδας, ἐκτεθέντας δʼ ὑπὸ λυκαίνης ὁραθῆναι σκυλακευομένους.
It is rumored indeed that the children were born of Mars, and that, having been exposed, they were seen being suckled by a she-wolf.
Φαυστύλον δέ τινα τῶν περὶ τὸν τόπον συφορβῶν ἀνελόμενον ἐκθρέψαι (δεῖ δʼ ὑπολαβεῖν τῶν δυνατῶν τινα, ὑπηκόων δὲ τῷ Ἀμολλίῳ, λαβόντα ἐκθρέψαι), καλέσαι δὲ τὸν μὲν Ῥωμύλον τὸν δὲ Ῥῶμον.
And that a certain Faustulus, one of the swineherds around that place, took them up and reared them (though one must suppose that it was one of the powerful men, among the subjects of Amulius, who took and reared them), and called the one Romulus and the other Remus.
ἀνδρωθέντας δʼ ἐπιθέσθαι τῷ Ἀμολλίῳ καὶ τοῖς παισί· καταλυθέντων δʼ ἐκείνων καὶ τῆς ἀρχῆς εἰς τὸν Νουμίτορα περιστάσης, ἀπελθόντας οἴκαδε κτίσαι τὴν Ῥώμην ἐν τόποις οὐ πρὸς αἵρεσιν μᾶλλον ἢ πρὸς ἀνάγκην ἐπιτηδείοις.
And when they grew to manhood, they attacked Amulius and his children; and when those were overthrown and the rule devolved upon Numitor, they departed home and founded Rome in places suitable not by choice but rather by necessity.
οὔτε γὰρ ἐρυμνὸν τὸ ἔδαφος οὔτε χώραν οἰκείαν ἔχον τὴν πέριξ ὅση πόλει πρόσφορος, ἀλλʼ οὐδʼ ἀνθρώπους τοὺς συνοικήσοντας· οἱ γὰρ ὄντες ᾤκουν καθʼ αὑτούς, συνάπτοντές πως τοῖς τείχεσι τῆς κτιζομένης πόλεως, οὐδὲ τοῖς Ἀλβανοῖς πάνυ προσέχοντες.
For the site was neither naturally strong, nor did it have surrounding land of its own as much as was advantageous for a city, nor even men to dwell with them; for those who were there lived by themselves, though in a way touching the walls of the city being founded, and paying very little attention to the Albans.
Κολλατία δʼ ἦν καὶ Ἀντέμναι καὶ Φιδῆναι καὶ Λαβικὸν καὶ ἄλλα τοιαῦτα τότε μὲν πολίχνια, νῦν δὲ κῶμαι, κτήσεις ἰδιωτῶν, ἀπὸ τριάκοντα ἢ μικρῷ πλειόνων τῆς Ῥώμης σταδίων.
Collatia, Antemnae, Fidenae, Labicum, and other such were at that time small towns, but now are villages, the properties of private individuals, at a distance of thirty or a little more stadia from Rome.
μεταξὺ γοῦν τοῦ πέμπτου καὶ τοῦ ἕκτου λίθου τῶν τὰ μίλια διασημαινόντων τῆς Ῥώμης καλεῖται τόπος Φῆστοι· τοῦτον δʼ ὅριον ἀποφαίνουσι τῆς τότε Ῥωμαίων γῆς, οἵ θʼ ἱερομνήμονες θυσίαν ἐπιτελοῦσιν ἐνταῦθά τε καὶ ἐν ἄλλοις τόποις πλείοσιν ὡς ὁρίσις αὐθημερόν, ἣν καλοῦσιν Ἀμβαρουίαν.
At any rate, between the fifth and sixth stones of those marking the miles from Rome, there is a place called Festi; and they declare this to be the boundary of the Roman territory of that time, and the priests perform a sacrifice there and in several other places as boundaries on that very day, which they call Ambarvalia.
γενομένης δʼ οὖν στάσεως φασὶ κατὰ τὴν κτίσιν ἀναιρεθῆναι τὸν Ῥῶμον.
At all events, when a discord arose during the founding, they say Remus was slain.
μετὰ δὲ τὴν κτίσιν ἀνθρώπους σύγκλυδας ὁ Ῥωμύλος ἤθροιζεν, ἀποδείξας ἄσυλόν τι τέμενος μεταξὺ τῆς ἄκρας καὶ τοῦ Καπετωλίου, τοὺς δʼ ἐκεῖ καταφεύγοντας τῶν ἀστυγειτόνων πολίτας ἀποφαίνων.
And after the founding, Romulus gathered together a mixed multitude of people, having designated a certain sacred precinct as a sanctuary between the citadel and the Capitol, and declaring those of the neighbors who fled there to be citizens.
ἐπιγαμίας δὲ τούτοις οὐ τυγχάνων ἐπηγγείλατο ἕνα ἀγῶνα ἱππικὸν τοῦ Ποσειδῶνος ἱερόν, τὸν καὶ νῦν ἐπιτελούμενον.
And not obtaining right of intermarriage for these, he proclaimed a certain equestrian contest sacred to Neptune, the very one which is still celebrated now.
συνελθόντων δὲ πολλῶν, πλείστων δὲ Σαβίνων, ἐκέλευσε τὰς παρθένους ἁρπάσαι τὰς ἀφιγμένας τοῖς δεομένοις γάμου·
And when many had assembled, and mostly Sabines, he ordered the maidens who had arrived to be carried off for those in need of marriage.
μετιὼν δὲ τὴν ὕβριν Τίτος Τάτιος διʼ ὅπλων ὁ βασιλεὺς τῶν Κυριτῶν ἐπὶ κοινωνίᾳ τῆς ἀρχῆς καὶ πολιτείας συνέβη πρὸς τὸν Ῥωμύλον·
And Titus Tatius, the king of the Quirites, seeking to avenge the outrage by force of arms, came to an agreement with Romulus for a partnership in the sovereignty and citizenship.
δολοφονηθέντος δʼ ἐν Λαουινίῳ τοῦ Τατίου, μόνος ἦρξεν ἑκόντων τῶν Κυριτῶν ὁ Ῥωμύλος.
And Tatius having been treacherously murdered in Lavinium, Romulus ruled alone over the willing Quirites.
μετὰ δὲ τοῦτον διεδέξατο τὴν ἀρχὴν Νουμᾶς Πομπίλιος πολίτης τοῦ Τατίου, παρʼ ἑκόντων λαβὼν τῶν ὑπηκόων.
And after him Numa Pompilius, a fellow citizen of Tatius, succeeded to the sovereignty, receiving it from willing subjects.