Humanitext Reader

ストラボン · 地理誌 §5.2.3-5.2.4

カイレの功績とペラスゴイ人の起源

152 / 577 箇所 · ギリシア語

要旨

カエレ(アギュッラ)の住民がローマ救済やガリア人撃退に果たした貢献と彼らの名声について述べ、続いてペラスゴイ人の起源やギリシア各地方における分布に関する諸説を紹介する。

§5.2.3περὶ μὲν τῆς ἐπιφανείας τῶν Τυρρηνῶν ταῦτα καὶ ἔτι τὰ τοῖς Καιρετανοῖς πραχθέντα καὶ γὰρ τοὺς ἑλόντας τὴν Ῥώμην Γαλάτας κατεπολέμησαν ἀπιοῦσιν ἐπιθέμενοι κατὰ Σαβίνους, καὶ ἃ παρʼ ἑκόντων ἔλαβον Ῥωμαίων ἐκεῖνοι λάφυρα ἄκοντας ἀφείλοντο·
テュレニア人の威光に関しては、これらのこと、そしてさらにカイレの人々によってなされた事績がある。 というのも、彼らはローマを占領したガリア人が立ち去る際、サビネ地方において彼らを襲撃して打ち負かし、彼らが自ら進んで与えたローマ人から得た戦利品を、彼らの意に反して奪い返したからである。
πρὸς δὲ τούτοις τοὺς καταφυγόντας παρʼ αὐτοὺς ἐκ τῆς Ῥώμης ἔσωσαν καὶ τὸ ἀθάνατον πῦρ καὶ τὰς τῆς Ἑστίας ἱερείας.
これらに加えて、彼らはローマから彼らのもとに避難してきた人々と、不滅の火、そしてヘスティアの役に立つ巫女たちを救った。
οἱ μὲν οὖν Ῥωμαῖοι διὰ τοὺς τότε φαύλως διοικοῦντας τὴν πόλιν οὐχ ἱκανῶς ἀπομνημονεῦσαι τὴν χάριν αὐτοῖς δοκοῦσι·
そこでローマ人は、当時国家を拙劣に治めていた者たちのせいで、彼らに対して十分に恩を報いたとは思われていない。
πολιτείαν γὰρ δόντες οὐκ ἀνέγραψαν εἰς τοὺς πολίτας, ἀλλὰ καὶ τοὺς ἄλλους τοὺς μὴ μετέχοντας τῆς ἰσονομίας εἰς τὰς δέλτους ἐξώριζον τὰς Καιρετανῶν.
なぜなら、市民権を与えながらも彼らを市民の名簿に登録せず、むしろ法の下の平等を分かち持たない他の人々をもカイレ人の板へと除外したからである。
παρὰ δὲ τοῖς Ἕλλησιν εὐδοκίμησεν ἡ πόλις αὕτη διά τε ἀνδρείαν καὶ δικαιοσύνην·
しかしギリシア人の間では、この都市は勇敢さと正義のゆえに評判が良かった。
τῶν τε γὰρ λῃστηρίων ἀπέσχετο καίπερ δυναμένη πλεῖστον, καὶ Πυθοῖ τὸν Ἀγυλλαίων καλούμενον ἀνέθηκε θησαυρόν.
というのも、極めて強力であったにもかかわらず海賊行為を控え、ピュトにアギュッラ人の宝庫と呼ばれる宝庫を奉納したからである。
Ἄγυλλα γὰρ ὠνομάζετο τὸ πρότερον ἡ νῦν Καιρέα, καὶ λέγεται Πελασγῶν κτίσμα τῶν ἐκ Θετταλίας ἀφιγμένων·
現在のカイレアは以前はアギュッラと呼ばれており、テッサリアからやって来たペラスゴイ人の創建したものと言われている。
τῶν δὲ Λυδῶν, οἵπερ Τυρρηνοὶ μετωνομάσθησαν, ἐπιστρατευσάντων τοῖς Ἀγυλλαίοις, προσιὼν τῷ τείχει τις ἐπυνθάνετο τοὔνομα τῆς πόλεως, τῶν δʼ ἀπὸ τοῦ τείχους Θετταλῶν τινος ἀντὶ τοῦ ἀποκρίνασθαι προσαγορεύσαντος αὐτὸν χαῖρε, δεξάμενοι τὸν οἰωνὸν οἱ Τυρρηνοὶ τοῦτον ἁλοῦσαν τὴν πόλιν μετωνόμασαν.
テュレニア人と名を変えたリュディア人たちがアギュッラ人に対して遠征した際、城壁に近づいたある者が都市の名前を尋ねたところ、城壁の上のテッサリア人の一人が答える代わりに彼に「ハイル」と呼びかけた。 テュレニア人はこの兆しを受け入れ、都市を攻略した後に名前を改めた。
ἡ δὲ οὕτω λαμπρὰ καὶ ἐπιφανὴς πόλις νῦν ἴχνη σώζει μόνον, εὐανδρεῖ δʼ αὐτῆς μᾶλλον τὰ πλησίον θερμά, ἃ καλοῦσι Καιρετανά, διὰ τοὺς φοιτῶντας θεραπείας χάριν.
かつてこれほど華麗で著名であった都市も、今ではただ遺跡を残すのみであるが、その近くにあるカイレタナ温泉と呼ばれる温泉の方が、治療のために訪れる人々のゆえに、むしろ人が集まり繁盛している。
§5.2.4τοὺς δὲ Πελασγούς, ὅτι μὲν ἀρχαῖόν τι φῦλον κατὰ τὴν Ἑλλάδα πᾶσαν ἐπιπολάσαν καὶ μάλιστα παρὰ τοῖς Αἰολεῦσι τοῖς κατὰ Θετταλίαν, ὁμολογοῦσιν ἅπαντες σχεδόν τι.
ペラスゴイ人については、ギリシア全土に広く分布した古い部族であり、特にテッサリアのアイオレウス人の間にいたということは、ほぼすべての者が同意している。
νομίζειν δέ φησιν Ἔφορος τὸ ἀνέκαθεν Ἀρκάδας ὄντας ἑλέσθαι στρατιωτικὸν βίον, εἰς δὲ τὴν αὐτὴν ἀγωγὴν προτρέποντας πολλοὺς ἅπασι τοῦ ὀνόματος μεταδοῦναι καὶ πολλὴν ἐπιφάνειαν κτήσασθαι καὶ παρὰ τοῖς Ἕλλησι καὶ παρὰ τοῖς ἄλλοις, παρʼ ὅσους ποτὲ ἀφιγμένοι τετυχήκασι.
エポロスが言うには、彼らは本来アルカディア人であったが、軍事的な生き方を選び、多くの人々を同じ教育へと促したため、彼らすべてにその名前を分かち与え、ギリシア人の間でも、彼らがこれまでに到達したその他の人々の間でも、大きな名声を獲得したと考える。
καὶ γὰρ τῆς Κρήτης ἔποικοι γεγόνασιν, ὥς φησιν Ὅμηρος·
というのも、彼らはクレタの入植者でもあったからだとホメロスは言っている。
λέγει γοῦν Ὀδυσσεὺς πρὸς Πηνελόπην ἄλλη δʼ ἄλλων γλῶσσα μεμιγμένη·
ともかくオデュッセウスはペネロペに対してこう語っている。 「様々な、交じり合った言葉がある。
ἐν μὲν Ἀχαιοί, ἐν δʼ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες, Δωριέες τε τριχάικες, δῖοί τε Πελασγοί.
あるところにはアカイオイ人が、別には勇敢なエテオクレテス人が、またキュドネス人が、そして三つの房に分かれたドリエウス人、そして気高きペラスゴイ人がいる。
καὶ τὸ Πελασγικὸν Ἄργος ἡ Θετταλία λέγεται, τὸ μεταξὺ τῶν ἐκβολῶν τοῦ Πηνειοῦ καὶ τῶν Θερμοπυλῶν ἕως τῆς ὀρεινῆς τῆς κατὰ Πίνδον, διὰ τὸ ἐπάρξαι τῶν τόπων τούτων τοὺς Πελασγούς.
」また、ペラスギコン・アルゴスとはテッサリアのことであり、ペネイオス川の河口とテルモピュライの間からピンドス山脈近くの山岳地帯に至るまでの地域を指す。 それはペラスゴイ人がこれらの地を支配したからである。
τόν τε Δία τὸν Δωδωναῖον αὐτὸς ὁ ποιητὴς ὀνομάζει Πελασγικόν Ζεῦ ἄνα, Δωδωναῖε, Πελασγικέ.
詩人自身も、ドドナのゼウスをペラスギコスと呼んでいる。 「おお、主よ、ドドナの、ペラスゴイのゼウスよ。
πολλοὶ δὲ καὶ τὰ Ἠπειρωτικὰ ἔθνη Πελασγικὰ εἰρήκασιν, ὡς καὶ μέχρι δεῦρο ἐπαρξάντων·
」多くの人々はまた、エペイロスの諸民族も、この地まで彼らが支配を及ぼしたとして、ペラスゴイ的なものと呼んできた。
Πελασγούς τε πολλοὺς καὶ τῶν ἡρώων ὄνομα καλέσαντες, οἱ ὕστερον ἀπʼ ἐκείνων πολλὰ τῶν ἐθνῶν ἐπώνυμα πεποιήκασι·
また、多くの人々が英雄たちをもペラスゴスという名で呼び、後の人々は彼らにちなんで多くの民族にその名を名付けた。
καὶ γὰρ τὴν Λέσβον Πελασγίαν εἰρήκασι, καὶ τοῖς ἐν τῇ Τρῳάδι Κίλιξιν Ὅμηρος εἴρηκε τοὺς ὁμόρους Πελασγούς Ἱππόθοος δʼ ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων, τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον.
というのも、彼らはレスボス島をもペラスギアと呼んでおり、ホメロスはトロイア地方のキリキア人の隣人にペラスゴイ人がいたと語っている。 「ヒッポトオスは、槍に長けたペラスゴイ人の部族を率いた。 彼らは肥沃なラリサに住んでいた者たちである。
τῷ δʼ Ἐφόρῳ τοῦ ἐξ Ἀρκαδίας εἶναι τὸ φῦλον τοῦτο ἦρξεν Ἡσίοδος.
」エポロスにとっては、この部族がアルカディア出身であるという主張を始める端緒となったのはヘシオドスであった。
φησὶ γάρ υἱεῖς ἐξεγένοντο Λυκάονος ἀντιθέοιο, ὅν ποτε τίκτε Πελασγός.
というのも、彼はこう言っているからである。 「神に等しいリュカオンの息子たちが生まれた。 リュカオンはかつてペラスゴスがもうけた者である。
Αἰσχύλος δʼ ἐκ τοῦ περὶ Μυκήνας Ἄργους φησὶν ἐν Ἱκέτισι καὶ Δαναΐσι τὸ γένος αὐτῶν.
」しかしアイスキュロスは『哀願する女たち』と『ダナイデス』において、彼らの血統がミュケナイ周辺のアルゴスから来ていると言っている。
καὶ τὴν Πελοπόννησον δὲ Πελασγίαν φησὶν Ἔφορος κληθῆναι, καὶ Εὐριπίδης δʼ ἐν Ἀρχελάῳ φησὶν ὅτι Δαναὸς ὁ πεντήκοντα θυγατέρων πατὴρ ἐλθὼν ἐς Ἄργος ᾤκισʼ Ἰνάχου πόλιν, Πελασγιώτας δʼ ὠνομασμένους τὸ πρὶν Δαναοὺς καλεῖσθαι νόμον ἔθηκʼ ἀνʼ Ἑλλάδα.
さらに、ペロポネソス半島もペラスギアと呼ばれたとエポロスは言っており、エウリピデスも『アルケラオス』においてこう言っている。 「五十人の娘の父であるダナオスは、アルゴスに来てイナコスの都市を創建し、以前はペラスギオタイと呼ばれていた人々を、ギリシア全土でダナオイ人と呼ぶように定めた。
Ἀντικλείδης δὲ πρώτους φησὶν αὐτοὺς τὰ περὶ Λῆμνον καὶ Ἴμβρον κτίσαι, καὶ δὴ τούτων τινὰς καὶ μετὰ Τυρρηνοῦ τοῦ Ἄτυος εἰς τὴν Ἰταλίαν συνᾶραι.
」アンティクレイデスは、彼らがレムノス島とインブロス島周辺を最初に植民し、実に彼らの一部はアテュスの子テュレノスと共にイタリアへ船出したと言っている。
καὶ οἱ τὴν Ἀτθίδα συγγράψαντες ἱστοροῦσι περὶ τῶν Πελασγῶν ὡς καὶ Ἀθήνησι γενομένων, διὰ δὲ τὸ πλανήτας εἶναι καὶ δίκην ὀρνέων ἐπιφοιτᾶν ἐφʼ οὓς ἔτυχε τόπους Πελαργοὺς ὑπὸ τῶν Ἀττικῶν κληθῆναι.
また、アッティカ誌を著した人々は、ペラスゴイ人について彼らがアテナイにもいたと伝えており、彼らが放浪者であり、鳥のように偶然行き着いた様々な土地へと渡っていったために、アッティカの人々によってコウノトリと呼ばれた、としている。

語釈・文法注

  1. 5.2.3ἄκοντας — 対格形容詞 ἄκοντας は、動詞 ἀφείλοντο(彼らから奪い返した)の直接目的語である Γαλάτας に対して準述語的(述語的立場)に一致しており、「彼ら(ガリア人たち)の意に反して、望まないのに」という状況を修飾する。
  2. 5.2.3πολιτείαν γὰρ δόντες — 分詞 δόντες は譲歩的なニュアンス(「与えながらも、与えたにもかかわらず」)を持つ。投票権を欠いたローマ市民権(いわゆる civitas sine suffragio)をカエレ住民に与えたが、正規の市民名簿には登録しなかったという、有名な歴史的制度「カエレ市民の板(Caeritum tabulae)」を指す。
  3. 5.2.4τοῦ ἐξ Ἀρκαδίας εἶναι τὸ φῦλον τοῦτο — 名詞化された不定詞句(属格)で、動詞 ἦρξεν が支配する格。主語は Ἡσίοδος であり、全体として「この部族がアルカディア出身であるという主張(あるいは説)を始めるにあたって、エポロスにとってヘシオドスがその端緒となった」という意味構造を成す。

この箇所を引用する

ストラボン, 地理誌 §5.2.3-5.2.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:5.2.3-5.2.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。