Humanitext Reader

斯特拉波 · 地理学 §5.2.3-5.2.4

凯雷人的功绩与皮拉斯基人的起源

第 152 段,共 577 段 · 希腊语

内容简介

作者叙述了凯雷人(阿古拉人)协助罗马抵抗高卢人并赢得良好声誉的事迹,随后探讨了关于皮拉斯基人起源及其在希腊各地分布的各种学说。

§5.2.3περὶ μὲν τῆς ἐπιφανείας τῶν Τυρρηνῶν ταῦτα καὶ ἔτι τὰ τοῖς Καιρετανοῖς πραχθέντα καὶ γὰρ τοὺς ἑλόντας τὴν Ῥώμην Γαλάτας κατεπολέμησαν ἀπιοῦσιν ἐπιθέμενοι κατὰ Σαβίνους, καὶ ἃ παρʼ ἑκόντων ἔλαβον Ῥωμαίων ἐκεῖνοι λάφυρα ἄκοντας ἀφείλοντο·
关于泰勒尼亚人的威光,有这些事迹,以及凯雷人所完成的功绩。 因为,在攻占罗马的加拉太人撤退时,凯雷人在萨比诺伊人的领地上袭击并击败了他们,并且违背他们的意愿,夺回了他们从自愿给出的罗马人那里得来的战利品。
πρὸς δὲ τούτοις τοὺς καταφυγόντας παρʼ αὐτοὺς ἐκ τῆς Ῥώμης ἔσωσαν καὶ τὸ ἀθάνατον πῦρ καὶ τὰς τῆς Ἑστίας ἱερείας.
除此以外,他们还救助了从罗马逃亡到他们那里的难民,以及不灭之火和赫斯提亚的女祭司们。
οἱ μὲν οὖν Ῥωμαῖοι διὰ τοὺς τότε φαύλως διοικοῦντας τὴν πόλιν οὐχ ἱκανῶς ἀπομνημονεῦσαι τὴν χάριν αὐτοῖς δοκοῦσι· πολιτείαν γὰρ δόντες οὐκ ἀνέγραψαν εἰς τοὺς πολίτας, ἀλλὰ καὶ τοὺς ἄλλους τοὺς μὴ μετέχοντας τῆς ἰσονομίας εἰς τὰς δέλτους ἐξώριζον τὰς Καιρετανῶν.
然而,由于当时治理国家者的拙劣,罗马人似乎未能充分报答这一恩情;因为他们虽然赋予了凯雷人公民权,却未将他们登记在公民名簿中,反而将其他不享有平等法权的人排除到“凯雷人的板籍”中。
παρὰ δὲ τοῖς Ἕλλησιν εὐδοκίμησεν ἡ πόλις αὕτη διά τε ἀνδρείαν καὶ δικαιοσύνην· τῶν τε γὰρ λῃστηρίων ἀπέσχετο καίπερ δυναμένη πλεῖστον, καὶ Πυθοῖ τὸν Ἀγυλλαίων καλούμενον ἀνέθηκε θησαυρόν.
但在希腊人中间,这座城市因勇敢和正义而享有极好的名声;因为尽管其实力极其强大,却不从事海盗活动,并在皮托奉献了被称为“阿ギュッラ人的宝库”的宝库。
Ἄγυλλα γὰρ ὠνομάζετο τὸ πρότερον ἡ νῦν Καιρέα, καὶ λέγεται Πελασγῶν κτίσμα τῶν ἐκ Θετταλίας ἀφιγμένων· τῶν δὲ Λυδῶν, οἵπερ Τυρρηνοὶ μετωνομάσθησαν, ἐπιστρατευσάντων τοῖς Ἀγυλλαίοις, προσιὼν τῷ τείχει τις ἐπυνθάνετο τοὔνομα τῆς πόλεως, τῶν δʼ ἀπὸ τοῦ τείχους Θετταλῶν τινος ἀντὶ τοῦ ἀποκρίνασθαι προσαγορεύσαντος αὐτὸν χαῖρε, δεξάμενοι τὸν οἰωνὸν οἱ Τυρρηνοὶ τοῦτον ἁλοῦσαν τὴν πόλιν μετωνόμασαν.
现在的凯雷亚在以前被称为阿ギュッラ,据说是由来自色萨利的皮拉斯基人所建;当改名为泰勒尼亚人的吕底亚人对阿ギュッラ人发起远征时,一个靠近城墙的人询问城市的名字,而城墙上的一个色萨利人非但没有回答,反而向他呼喊道:“祝你好运! ”泰勒尼亚人接受了这个预兆,在城市被攻占后便更改了它的名字。
ἡ δὲ οὕτω λαμπρὰ καὶ ἐπιφανὴς πόλις νῦν ἴχνη σώζει μόνον, εὐανδρεῖ δʼ αὐτῆς μᾶλλον τὰ πλησίον θερμά, ἃ καλοῦσι Καιρετανά, διὰ τοὺς φοιτῶντας θεραπείας χάριν.
这座曾经辉煌瞩目的城市如今仅存遗迹,但其附近的温泉由于人们前往疗养而显得更加繁荣和兴旺。
§5.2.4τοὺς δὲ Πελασγούς, ὅτι μὲν ἀρχαῖόν τι φῦλον κατὰ τὴν Ἑλλάδα πᾶσαν ἐπιπολάσαν καὶ μάλιστα παρὰ τοῖς Αἰολεῦσι τοῖς κατὰ Θετταλίαν, ὁμολογοῦσιν ἅπαντες σχεδόν τι.
关于皮拉斯基人,几乎所有人都同意他们是一个曾广泛分布于整个希腊的古老部族,特别是在色萨利的埃奥利斯人中间。
νομίζειν δέ φησιν Ἔφορος τὸ ἀνέκαθεν Ἀρκάδας ὄντας ἑλέσθαι στρατιωτικὸν βίον, εἰς δὲ τὴν αὐτὴν ἀγωγὴν προτρέποντας πολλοὺς ἅπασι τοῦ ὀνόματος μεταδοῦναι καὶ πολλὴν ἐπιφάνειαν κτήσασθαι καὶ παρὰ τοῖς Ἕλλησι καὶ παρὰ τοῖς ἄλλοις, παρʼ ὅσους ποτὲ ἀφιγμένοι τετυχήκασι.
埃福罗斯说,他认为他们原本是阿卡迪亚人,选择了军事生活,由于促使许多人接受相同的训练,他们将这个名字分享给所有人,并在希腊人以及他们所到达的其他民族中赢得了极大的声望。
καὶ γὰρ τῆς Κρήτης ἔποικοι γεγόνασιν, ὥς φησιν Ὅμηρος· λέγει γοῦν Ὀδυσσεὺς πρὸς Πηνελόπην ἄλλη δʼ ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν Ἀχαιοί, ἐν δʼ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες, Δωριέες τε τριχάικες, δῖοί τε Πελασγοί.
因为正如荷马所说,他们也是克里特岛的殖民者;无论如何,奥德修斯对佩内洛佩这样说道:“那里有各种混合的语言;其中有阿开奥伊人,有心胸宽广的埃特奥克里特人,有库多尼亚人,有三分的多利安人,以及高贵的皮拉斯基人。
καὶ τὸ Πελασγικὸν Ἄργος ἡ Θετταλία λέγεται, τὸ μεταξὺ τῶν ἐκβολῶν τοῦ Πηνειοῦ καὶ τῶν Θερμοπυλῶν ἕως τῆς ὀρεινῆς τῆς κατὰ Πίνδον, διὰ τὸ ἐπάρξαι τῶν τόπων τούτων τοὺς Πελασγούς.
”色萨利也被称为皮拉斯基的阿耳戈斯,指彭涅奥斯河口与温泉关之间、直到品多斯山脉附近的山区,因为皮拉斯基人曾统治过这些地方。
τόν τε Δία τὸν Δωδωναῖον αὐτὸς ὁ ποιητὴς ὀνομάζει Πελασγικόν Ζεῦ ἄνα, Δωδωναῖε, Πελασγικέ.
诗人自己也称多多纳的宙斯为皮拉斯基的:“宙斯,主宰,多多纳的,皮拉斯基的。
πολλοὶ δὲ καὶ τὰ Ἠπειρωτικὰ ἔθνη Πελασγικὰ εἰρήκασιν, ὡς καὶ μέχρι δεῦρο ἐπαρξάντων· Πελασγούς τε πολλοὺς καὶ τῶν ἡρώων ὄνομα καλέσαντες, οἱ ὕστερον ἀπʼ ἐκείνων πολλὰ τῶν ἐθνῶν ἐπώνυμα πεποιήκασι· καὶ γὰρ τὴν Λέσβον Πελασγίαν εἰρήκασι, καὶ τοῖς ἐν τῇ Τρῳάδι Κίλιξιν Ὅμηρος εἴρηκε τοὺς ὁμόρους Πελασγούς Ἱππόθοος δʼ ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων, τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον.
”许多人还称伊庇鲁斯的各部落为皮拉斯基人,认为他们的统治一直延伸到这里;他们还用皮拉斯戈斯的名字来称呼许多英雄,而后人则以他们为许多民族命名;因为他们还称莱斯博斯岛为皮拉斯基亚,荷马也将特洛阿德的基利基亚人的邻人称为皮拉斯基人:“希波托奥斯率领了精于矛术的皮拉斯基人部落,他们居住在肥沃的拉里萨。
τῷ δʼ Ἐφόρῳ τοῦ ἐξ Ἀρκαδίας εἶναι τὸ φῦλον τοῦτο ἦρξεν Ἡσίοδος.
”对埃福罗斯而言,赫西俄德为该部族源于阿卡迪亚的说法提供了开端。
φησὶ γάρ υἱεῖς ἐξεγένοντο Λυκάονος ἀντιθέοιο, ὅν ποτε τίκτε Πελασγός.
因为他说道:“神一般的吕卡翁之子们诞生了,他是皮拉斯戈斯所生。
Αἰσχύλος δʼ ἐκ τοῦ περὶ Μυκήνας Ἄργους φησὶν ἐν Ἱκέτισι καὶ Δαναΐσι τὸ γένος αὐτῶν.
”而埃斯库罗斯在《哀求女》和《达奈德斯》中说他们的族系来自迈锡尼附近的阿耳戈斯。
καὶ τὴν Πελοπόννησον δὲ Πελασγίαν φησὶν Ἔφορος κληθῆναι, καὶ Εὐριπίδης δʼ ἐν Ἀρχελάῳ φησὶν ὅτι Δαναὸς ὁ πεντήκοντα θυγατέρων πατὴρ ἐλθὼν ἐς Ἄργος ᾤκισʼ Ἰνάχου πόλιν, Πελασγιώτας δʼ ὠνομασμένους τὸ πρὶν Δαναοὺς καλεῖσθαι νόμον ἔθηκʼ ἀνʼ Ἑλλάδα.
埃福罗斯还说伯罗奔尼撒曾被称为皮拉斯基亚,欧里庇得斯在《阿尔克拉奥斯》中也说道:“拥有五十个女儿的父亲达那奥斯来到阿耳戈斯,建立了伊纳科斯之城,并颁布法令,将先前被称为皮拉斯吉奥泰人的人,在整个希腊都改称为达那奥伊人。
Ἀντικλείδης δὲ πρώτους φησὶν αὐτοὺς τὰ περὶ Λῆμνον καὶ Ἴμβρον κτίσαι, καὶ δὴ τούτων τινὰς καὶ μετὰ Τυρρηνοῦ τοῦ Ἄτυος εἰς τὴν Ἰταλίαν συνᾶραι.
”安蒂克莱德斯则说他们是最先在利姆诺斯和印布罗斯周围建立殖民地的人,而且其中一些人还与阿提斯之子泰勒诺斯一起乘船前往意大利。
καὶ οἱ τὴν Ἀτθίδα συγγράψαντες ἱστοροῦσι περὶ τῶν Πελασγῶν ὡς καὶ Ἀθήνησι γενομένων, διὰ δὲ τὸ πλανήτας εἶναι καὶ δίκην ὀρνέων ἐπιφοιτᾶν ἐφʼ οὓς ἔτυχε τόπους Πελαργοὺς ὑπὸ τῶν Ἀττικῶν κληθῆναι.
而撰写《阿提斯志》的历史学家们在谈到皮拉斯基人时也提到他们曾在雅典,因为他们是漫游者,像鸟类一样飞往碰巧到达的地方,所以被阿提斯人称为“鹳”。

词汇与语法注释

  1. 5.2.3ἄκοντας — 宾格形容词 ἄκοντας 与动词 ἀφείλοντο(夺回)的直接宾语 Γαλάτας 作半谓语性一致修饰,表示高卢人“违背其意愿地”或“不情愿地”。
  2. 5.2.3πολιτείαν γὰρ δόντες — 分词 δόντες 具有让步意味(“虽然给予”或“尽管已经给予”)。这涉及历史上的“凯雷人板籍”(Caeritum tabulae),即罗马人虽然赋予了凯雷人无投票权的公民权,但并未将他们列入正式的公民名册中。
  3. 5.2.4τοῦ ἐξ Ἀρκαδίας εἶναι τὸ φῦλον τοῦτο — 属格的名词化不定式从句,受动词 ἦρξεν 的支配。以 Ἡσίοδος 为主语,整句构成了“对于埃福罗斯而言,赫西俄德开启了该部族源于阿卡迪亚的说法”这一语义结构。

引用这一段

斯特拉波, 地理学 §5.2.3-5.2.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:5.2.3-5.2.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。