Humanitext Reader

ストラボン · 地理誌 §5.2.1-5.2.2

中部イタリアの地勢とテュレニア人の起源

151 / 577 箇所 · ギリシア語

要旨

リグリア、テュレニア、ウンブリア、サビニ、ラティウムの地理的配置を説明し、さらにテュレニア(エトルリア)のリュディア起源神話や、ローマの王政期におけるタルクニウス家を通じた文化・制度的影響について述べる。

§5.2.1δευτέρα δὲ λεγέσθω ἡ Λιγυστικὴ ἡ ἐν αὐτοῖς τοῖς Ἀπεννίνοις ὄρεσι, μεταξὺ ἱδρυμένη τῆς νῦν λεχθείσης Κελτικῆς καὶ τῆς Τυρρηνίας, οὐδὲν ἔχουσα περιηγήσεως ἄξιον, πλὴν ὅτι κωμηδὸν ζῶσι, τραχεῖαν γῆν ἀροῦντες καὶ σκάπτοντες, μᾶλλον δὲ λατομοῦντες, ὥς φησι Ποσειδώνιος.
第二に、アペニン山脈そのものの内にあるリグリア地方について語られるべきである。 それは今述べられたケルティカとテュレニアの間に位置し、ポセイドニオスが言うように、荒れた土地を耕し、掘り起こす、というよりはむしろ石を切り出して、村落ごとに暮らしているということ以外に、特筆すべき案内価値のあるものは何も有していない。
τρίτοι δʼ εἰσὶ συνεχεῖς τούτοις οἱ Τυρρηνοί, τὰ πεδία ἔχοντες τὰ μέχρι τοῦ ποταμοῦ τοῦ Τιβέριδος, κλυζόμενοι τὰ μὲν πρὸς ἕω μάλιστα μέρη τῷ ποταμῷ μέχρι τῆς ἐκβολῆς αὐτοῦ, κατὰ δὲ θάτερα τῷ Τυρρηνικῷ καὶ Σαρδῴῳ πελάγει.
第三に、これらに隣接してテュレニア人がおり、彼らはティベリス川に至る平野を領有しており、東方の部分は主としてこの川の河口に至るまでの流れに、他方の側はテュレニア海およびサルド海に洗われている。
ῥεῖ δὲ ἐκ τῶν Ἀπεννίνων ὀρῶν ὁ Τίβερις, πληροῦται δʼ ἐκ πολλῶν ποταμῶν, μέρος μέν τι διʼ αὐτῆς φερόμενος τῆς Τυρρηνίας, τὸ δʼ ἐφεξῆς διορίζων ἀπʼ αὐτῆς πρῶτον μὲν τὴν Ὀμβρικήν, εἶτα τοὺς Σαβίνους καὶ Λατίνους τοὺς πρὸς τῇ Ῥώμῃ μέχρι τῆς παραλίας.
ティベリス川はアペニン山脈から流れ出て、多くの川から水を集め、ある部分はテュレニアそのものを流れるが、それに続く部分ではテュレニアから、まず第一にオンブリカを、次いでサビノイ人とローマの近くのラティノイ人たちを海岸に至るまで分かっている。
παραβέβληνται δέ πως τῷ ποταμῷ μὲν καὶ τοῖς Τυρρηνοῖς κατὰ πλάτος, ἀλλήλοις δὲ κατὰ μῆκος·
彼らは、川およびテュレニア人に対してはある意味で横並びに、お互いに対しては縦並びに配されている。
ἀνέχουσι δὲ πρὸς τὰ Ἀπέννινα ὄρη τὰ πλησιάζοντα τῷ Ἀδρίᾳ πρῶτοι μὲν οἱ Ὀμβρικοί, μετὰ δὲ τούτους Σαβῖνοι, τελευταῖοι δʼ οἱ τὴν Λατίνην ἔχοντες, ἀρξάμενοι πάντες ἀπὸ τοῦ ποταμοῦ.
そして、アドリア海に近いアペニン山脈に向かって上がっていくのは、第一にオンブリコイ人、彼らの次にはサビノイ人、そして最後はラティネ地方を領有する人々であり、彼らはみな川を起点として始まっている。
ἡ μὲν οὖν τῶν Λατίνων χώρα μεταξὺ κεῖται τῆς τε ἀπὸ τῶν Ὠστίων παραλίας μέχρι πόλεως Σινοέσσης καὶ τῆς Σαβίνης (τὰ δʼ Ὤστια ἐστὶν ἐπίνειον τῆς Ῥώμης, εἰς ὃ ἐκδίδωσιν ὁ Τίβερις παρʼ αὐτὴν ῥυείς), ἐκτείνεται δὲ ἐπὶ μῆκος μέχρι τῆς Καμπανίας καὶ τῶν Σαυνιτικῶν ὀρῶν·
さて、ラティノイ人の地はオスティアからの海岸からシノエッセ市に至る地域と、サビネ地方との間に位置し(オスティアはローマの港であり、ローマの傍らを流れてきたティベリス川がそこに注ぐ)、長さにおいてはカンパニアおよびサウニティカの山々に至るまで延びている。
ἡ δὲ Σαβίνη μεταξὺ τῶν Λατίνων κεῖται καὶ τῶν Ὀμβρικῶν, ἐκτείνεται δὲ καὶ αὐτὴ πρὸς τὰ Σαυνιτικὰ ὄρη, καὶ μᾶλλον συνάπτει τοῖς Ἀπεννίνοις τοῖς κατὰ Ὀυηστίνους τε καὶ Πελίγνους καὶ Μαρσούς·
サビネ地方はラティノイ人とオンブリコイ人の間に位置し、それ自身もサウニティカの山々に向かって延びており、ウェスティノイ人、ペリグノイ人、マルソイ人の住む地域のアペニン山脈により強く接している。
οἱ δʼ Ὀμβρικοὶ μέσοι μὲν κεῖνται τῆς τε Σαβίνης καὶ τῆς Τυρρηνίας, μέχρι δʼ Ἀριμίνου καὶ Ῥαουέννης προΐασιν, ὑπερβάλλοντες τὰ ὄρη.
オンブリコイ人はサビネ地方とテュレニアの中間に位置し、山脈を越えてアリミヌムやラウエンナにまで進み出ている。
Τυρρηνοὶ δὲ παύονται ὑπʼ αὐτοῖς τοῖς ὄρεσι τοῖς περικλείουσιν ἐκ τῆς Λιγυστικῆς εἰς τὸν Ἀδρίαν, ἀπὸ τῆς οἰκείας ἀρξάμενοι θαλάττης καὶ τοῦ Τιβέριδος.
テュレニア人は、リグリア地方からアドリア海へと囲んでいる山脈そのものの麓で終わり、彼ら自身の海とティベリス川を起点としている。
τὰ καθʼ ἕκαστα δὲ διέξιμεν ἀπʼ αὐτῶν τούτων ἀρξάμενοι.
私たちは、まさにこれらから始めて詳細に述べることにしよう。
§5.2.2οἱ Τυρρηνοὶ τοίνυν παρὰ τοῖς Ῥωμαίοις Ἑτροῦσκοι καὶ Τοῦσκοι προσαγορεύονται.
したがって、テュレニア人はローマ人によってエトルスコイおよびトゥスコイと呼ばれている。
οἱ δʼ Ἕλληνες οὕτως ὠνόμασαν αὐτοὺς ἀπὸ τοῦ Τυρρηνοῦ Ἄτυος, ὥς φασι, τοῦ στείλαντος ἐκ Λυδίας ἐποίκους δεῦρο.
ギリシア人たちは、人々が言うように、リュディアからこの地に入植者を送り出した、アテュスの子テュレノスにちなんで彼らをそのように名付けた。
ἐπὶ γὰρ λιμοῦ καὶ ἀφορίας ὁ Ἄτυς, εἷς τῶν ἀπογόνων Ἡρακλέους καὶ Ὀμφάλης, δυεῖν παίδων ὄντων, κλήρῳ Λυδὸν μὲν κατέσχε, τῷ δὲ Τυρρηνῷ τὸν πλείω συστήσας λαὸν ἐξέστειλεν.
というのも、飢饉と不作の際、ヘラクレスとオンパレの子孫の一人であるアテュスは、二人の息子がいる中で、くじによってリュドスを留め、テュレノスにはより多くの人々をまとめて送り出したからである。
ἐλθὼν δὲ τήν τε χώραν ἀφʼ ἑαυτοῦ Τυρρηνίαν ἐκάλεσε καὶ δώδεκα πόλεις ἔκτισεν, οἰκιστὴν ἐπιστήσας Τάρκωνα, ἀφʼ οὗ Ταρκυνία ἡ πόλις, ὃν διὰ τὴν ἐκ παίδων σύνεσιν πολιὸν γεγεννῆσθαι μυθεύουσι.
彼はやって来ると、その地域を自分の名にちなんでテュレニアと呼び、十二の都市を創建した。 そして建国者としてタルコンを任命したが、彼にちなんでタルクニア市が名付けられた。 彼は幼い頃からの知恵のために、生まれつき白髪であったという神話がある。
τότε μὲν οὖν ὑφʼ ἑνὶ ἡγεμόνι ταττόμενοι μέγα ἴσχυον, χρόνοις δʼ ὕστερον διαλυθῆναι τὸ σύστημα εἰκὸς καὶ κατὰ πόλεις διασπασθῆναι βίᾳ τῶν πλησιοχώρων εἴξαντας·
その当時、彼らは一人の指導者のもとに組織されて強大な力を誇っていたが、後世になると、その連合は解体し、近隣住民の力に屈して、都市ごとに分裂したと考えられる。
οὐ γὰρ ἂν χώραν εὐδαίμονα ἀφέντες τῇ θαλάττῃ κατὰ λῃστείαν ἐπέθεντο ἄλλοι πρὸς ἄλλα τραπόμενοι πελάγη, ἐπεί, ὅπου γε συμπνεύσαιεν, ἱκανοὶ ἦσαν οὐκ ἀμύνασθαι μόνον τοὺς ἐπιχειροῦντας αὐτοῖς, ἀλλὰ καὶ ἀντεπιχειρεῖν καὶ μακρὰς στρατείας ποιεῖσθαι.
なぜなら、そうでなければ彼らが豊かな土地を放棄して、それぞれ別の海へと向かい、海賊行為に身を投じることはなかっただろうからである。 というのも、彼らが結束した場合にはいつでも、彼らを攻撃する者たちを防ぐだけでなく、逆襲に打って出て遠征を行うことも十分にできたからである。
μετὰ δὲ τὴν τῆς Ῥώμης κτίσιν Δημάρατος ἀφικνεῖται λαὸν ἄγων ἐκ Κορίνθου, καὶ δεξαμένων αὐτὸν Ταρκυνιτῶν γεννᾷ Λουκούμωνα ἐξ ἐπιχωρίας γυναικός.
ローマ建国ののち、デマラトスがコリントスから人々を率いて到着し、タルクニアの人々に受け入れられて、現地の女性との間にルクモンをもうけた。
γενόμενος δὲ Ἄγκῳ Μαρκίῳ τῷ βασιλεῖ τῶν Ῥωμαίων φίλος, ἐβασίλευσεν οὗτος καὶ μετωνομάσθη Λεύκιος Ταρκύνιος Πρίσκος.
彼はローマ人の王アンクス・マルキウスの友人となり、自らも王となってルキウス・タルクニウス・プリスクスと改名した。
ἐκόσμησε δʼ οὖν τὴν Τυρρηνίαν καὶ αὐτὸς καὶ ὁ πατὴρ πρότερον, ὁ μὲν εὐπορίᾳ δημιουργῶν τῶν συνακολουθησάντων οἴκοθεν, ὁ δὲ ταῖς ἐκ τῆς Ῥώμης ἀφορμαῖς.
ともかく、彼自身も、またそれ以前に彼の父親もテュレニアを美しく整えた。 父親は故郷から彼に従ってきた職人たちの技術によって、息子はローマからの資力によってそうした。
λέγεται δὲ καὶ ὁ θριαμβικὸς κόσμος καὶ ὑπατικὸς καὶ ἁπλῶς ὁ τῶν ἀρχόντων ἐκ Ταρκυνίων δεῦρο μετενεχθῆναι καὶ ῥάβδοι καὶ πελέκεις καὶ σάλπιγγες καὶ ἱεροποιίαι καὶ μαντικὴ καὶ μουσική, ὅσῃ δημοσίᾳ χρῶνται Ῥωμαῖοι.
また、凱旋式の装飾や、執政官の、そして端的に言って公職者たちの装飾も、タルクニアからこの地にもたらされたと言われている。 杖と斧、ラッパ、祭儀、占い、そしてローマ人が公に用いるすべての音楽も同様である。
τούτου δʼ υἱὸς ἦν ὁ δεύτερος Ταρκύνιος ὁ Σούπερβος, ὅσπερ καὶ τελευταῖος βασιλεύσας ἐξέπεσε.
この人物の息子が、第二のタルクニウスであるタルクニウス・スペルブスであり、彼は最後の王として王位から追放された。
Πορσίνας δʼ, ὁ τῶν Κλουσίνων βασιλεύς, πόλεως Τυρρηνίδος, κατάγειν αὐτὸν ἐπιχειρήσας διʼ ὅπλων, ὡς οὐχ οἷός τε ἦν, καταλυσάμενος τὴν ἔχθραν ἀπῆλθε φίλος μετὰ τιμῆς καὶ δωρεῶν μεγάλων.
テュレニアの都市クルシウムの王ポルシナスは、武力によって彼を復位させようと試みたが、それが不可能であるとわかると、敵対関係を解消し、敬意と大きな贈り物を携えて友人として立ち去った。

語釈・文法注

  1. 5.2.1οὐδὲν ἔχουσα περιηγήσεως ἄξιον, πλὴν ὅτι κωμηδὸν ζῶσι... — 名詞 `περιηγήσεως` は、形容詞 `ἄξιον` が要求する性質・範囲を示す属格。また、`πλὴν ὅτι`(〜ということ以外は)に導かれる節が除外を表す副詞的修飾構造をなしている。
  2. 5.2.1παραβέβληνται δέ πως τῷ ποταμῷ μὲν καὶ τοῖς Τυρρηνοῖς κατὰ πλάτος, ἀλλήλοις δὲ κατὰ μῆκος — 動詞 `παραβέβληνται`(`παραβάλλω` の完了受動態3人称複数)の主語は、直前に列挙されたオンブリコイ人、サビノイ人、ラティノイ人。彼らが川およびテュレニア人に対しては幅(東西)の方向に並行し、お互いに対しては長さ(南北)の方向に隣接しているという複雑な空間的位置関係を表している。
  3. 5.2.2κλήρῳ Λυδὸν μὲν κατέσχε, τῷ δὲ Τυρρηνῷ τὸν πλείω συστήσας λαὸν ἐξέστειλεν — 名詞 `κλήρῳ` は手段の与格(「くじによって」)。アオリスト能動態分詞 `συστήσας`(`συνίστημι` 由来)は、「(大半の民を)まとめて・組織して(テュレノスに託した)」という主動詞 `ἐξέστειλεν` に対する随伴状況を示す。
  4. 5.2.2οὐ γὰρ ἂν χώραν εὐδαίμονα ἀφέντες τῇ θαλάττῃ κατὰ λῃστείαν ἐπέθεντο — 小辞 `ἂν` と直説法過去 `ἐπέθεντο` の組み合わせによる反実仮想。分詞 `ἀφέντες`(`ἀφίημι` のアオリスト能動態分詞)は条件節(「もし彼らが土地を放棄していたなら」)の役割を兼ねており、文脈上「そうでなければ(結束が崩れていなければ)放棄して海賊行為に走るようなことはなかっただろう」という否定の反実仮想を形成する。

この箇所を引用する

ストラボン, 地理誌 §5.2.1-5.2.2. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:5.2.1-5.2.2

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。