§5.1.3κατὰ μέρος δʼ οὕτως εἰπεῖν δυνατόν, ὅτι τῶν μὲν Ἄλπεων περιφερὴς ἡ ὑπώρειά ἐστι καὶ κολπώδης, τὰ κοῖλα ἔχουσα ἐστραμμένα πρὸς τὴν Ἰταλίαν·
個々の部分については、次のように言うことができる。 すなわち、アルプスの麓は湾曲しており、湾のようになっていて、その凹んだ部分がイタリアの方を向いている。
τοῦ δὲ κόλπου τὰ μὲν μέσα πρὸς τοῖς Σαλασσοῖς ἐστί, τὰ δʼ ἄκρα ἐπιστροφὴν λαμβάνει, τὰ μὲν μέχρι τῆς Ὄκρας καὶ τοῦ μυχοῦ τοῦ κατὰ τὸν Ἀδρίαν, τὰ δʼ εἰς τὴν Λιγυστικὴν παραλίαν μέχρι Γενούας τοῦ τῶν Λιγύων ἐμπορίου, ὅπου τὰ Ἀπέννινα ὄρη συνάπτει ταῖς Ἄλπεσιν.
その湾曲部の中央はサラッソイ人の地にあり、両端は向きを変えており、一方はオクラ山およびアドリア海の最奥部に至り、他方はリグリアの海岸線を通ってリグリア人の交易地ゲヌアに至り、そこではアペニン山脈がアルプス山脈と合流している。
ὑπόκειται δʼ εὐθὺς πεδίον ἀξιόλογον, πάρισόν πως ἔχον τὸ πλάτος καὶ τὸ μῆκος, σταδίων ἑκατὸν καὶ δισχιλίων·
そのすぐ南には注目に値する平野が広がっており、その幅と長さはほぼ等しく、それぞれ二千百スタディオンである。
τὸ δὲ μεσημβρινὸν αὐτοῦ πλευρὸν κλείεται τῇ τε τῶν Ἑνετῶν παραλίᾳ καὶ τοῖς Ἀπεννίνοις ὄρεσι τοῖς περὶ Ἀρίμινον καὶ Ἀγκῶνα καθήκουσι.
その南側の辺は、ヘネトイ人の海岸線と、アリミヌムやアンコンのあたりまで下っているアペニン山脈によって閉じられている。
ταῦτα γὰρ ἀρξάμενα ἀπὸ τῆς Λιγυστικῆς εἰς τὴν Τυρρηνίαν ἐμβάλλει, στενὴν παραλίαν ἀπολείποντα·
これらはリグリアから始まってティレニアに突入し、狭い海岸線を残している。
εἶτʼ ἀναχωροῦντα εἰς τὴν μεσόγαιαν κατʼ ὀλίγον, ἐπειδὰν γένηται κατὰ τὴν Πισᾶτιν, ἐπιστρέφει πρὸς ἕω καὶ πρὸς τὸν Ἀδρίαν ἕως τῶν περὶ Ἀρίμινον καὶ Ἀγκῶνα τόπων, συνάπτοντα ἐπʼ εὐθείας τῇ τῶν Ἑνετῶν παραλίᾳ.
その後、徐々に内陸へと退き、ピサティスのあたりに達すると、東およびアドリア海の方へと向きを変え、アリミヌムやアンコンのあたりの地域に至り、ヘネトイ人の海岸線と一直線に結ばれる。
ἡ μὲν οὖν ἐντὸς Ἄλπεων Κελτικὴ τούτοις κλείεται τοῖς ὅροις, καὶ ἔστι τῆς μὲν παραλίας τὸ μῆκος ὅσον τριακοσίων σταδίων ἐπὶ τοῖς ἑξακισχιλίοις τῶν ὀρῶν, μικρὸν δʼ ἔλαττον τὸ πλάτος τῶν χιλίων.
したがって、アルプスより内側のケルティカはこれらの境界によって閉じられており、その海岸線の長さは、山の六千スタディオンに三百スタディオンを加えたもの(計六千三百スタディオン)であり、幅は千スタディオンよりわずかに狭い。
ἡ λοιπὴ δʼ Ἰταλία στενὴ καὶ παραμήκης ἐστί, κορυφουμένη διχῶς, τῇ μὲν πρὸς τὸν Σικελικὸν πορθμὸν τῇ δὲ πρὸς τὴν Ἰαπυγίαν, σφιγγομένη δʼ ἑκατέρωθεν, τῇ μὲν ὑπὸ τοῦ Ἀδρίου τῇ δʼ ὑπὸ τοῦ Τυρρηνικοῦ πελάγους.
イタリアの残りの部分は細長く、二つの方向に頂点を持っており、一方はシケリア海峡へ、他方はイアピュギアへと向かっており、両側から、一方はアドリア海によって、他方はティレニア海によって挟まれている。
ἔστι δʼ ὅμοιον τὸ σχῆμα τοῦ Ἀδρίου καὶ τὸ μέγεθος τῇ Ἰταλίᾳ τῇ ἀφοριζομένῃ τοῖς τε Ἀπεννίνοις ὄρεσι καὶ τῇ θαλάττῃ ἑκατέρᾳ μέχρι τῆς Ἰαπυγίας καὶ τοῦ ἰσθμοῦ τοῦ κατὰ τὸν Ταραντῖνον καὶ τὸν Ποσειδωνιάτην κόλπον·
また、アドリア海の形状と大きさは、アペニン山脈と両側の海によって、イアピュギアおよびタラス湾とポセイドニア湾の間の地峡に至るまで区切られたイタリアの部分に似ている。
τό τε γὰρ πλάτος τὸ μέγιστον ἀμφοῖν ἐστὶ περὶ χιλίους καὶ τριακοσίους σταδίους, τὸ δὲ μῆκος ἔλαττον πολὺ τῶν ἑξακισχιλίων.
というのも、両者の最大幅は約千三百スタディオンであり、長さは六千スタディオンよりはるかに短いからである。
ἡ λοιπὴ δʼ ἐστὶν ὅσην κατέχουσι Βρέττιοι καὶ Λευκανῶν τινές.
残りの部分は、ブレッティオイ人と一部のレウカノイ人が占めている地域である。
φησὶ δὲ Πολύβιος πεζῇ μὲν εἶναι τὴν παραλίαν τὴν ἀπὸ Ἰαπυγίας μέχρι πορθμοῦ καὶ τρισχιλίων σταδίων, κλύζεσθαι δʼ αὐτὴν τῷ Σικελικῷ πελάγει, πλέοντι δὲ καὶ πεντακοσίων δέουσαν.
ポリュビオスによれば、イアピュギアから海峡に至る海岸線は陸路で三千スタディオンであり、シケリア海によって洗われており、航路ではさらに五百スタディオン短い。
τὰ δὲ Ἀπέννινα ὄρη συνάψαντα τοῖς περὶ Ἀρίμινον καὶ Ἀγκῶνα τόποις καὶ ἀφορίσαντα τὸ ταύτῃ πλάτος τῆς Ἰταλίας ἀπὸ θαλάττης ἐπὶ θάλατταν ἐπιστροφὴν λαμβάνει πάλιν, καὶ τέμνει τὴν χώραν ὅλην ἐπὶ μῆκος.
アペニン山脈は、アリミヌムやアンコンのあたりの地域と合流し、その地におけるイタリアの幅を海から海へと区切った後、再び向きを変え、国全体を縦に二分している。
μέχρι μὲν δὴ Πευκετίων καὶ Λευκανῶν οὐ πολὺ ἀφίσταται τοῦ Ἀδρίου·
ペウケティオイ人とレウカノイ人の地に至るまでは、アドリア海からあまり離れていない。
συνάψαντα δὲ Λευκανοῖς ἐπὶ τὴν ἑτέραν θάλατταν ἀποκλίνει μᾶλλον καὶ λοιπὸν διὰ μέσων τῶν Λευκανῶν καὶ Βρεττίων διεξιόντα τελευτᾷ πρὸς τὴν Λευκόπετραν τῆς Ῥηγίνης καλουμένην.
しかし、レウカノイ人の地と合流すると、もう一方の海の方へとより傾き、残りの部分はレウカノイ人とブレッティオイ人の地の中央を通って、レギオン地方のレウコペトラと呼ばれる場所に終わる。
τυπωδῶς μὲν οὖν εἴρηται περὶ τῆς νῦν Ἰταλίας ἁπάσης ταῦτα·
したがって、現在のイタリア全土については、大まかにこのように述べられた。
πειρασόμεθα δὲ ἀναλαβόντες εἰπεῖν περὶ τῶν καθʼ ἕκαστα, καὶ πρῶτον περὶ τῶν ὑπὸ ταῖς Ἄλπεσιν.
我々は改めて、個々の地域について述べることに努め、まずはアルプスの麓にある地域から始めることにしよう。