Humanitext Reader

斯特拉波 · 地理学 §5.1.3

北意大利平原与亚平宁山脉的范围与尺寸

第 146 段,共 577 段 · 希腊语

内容简介

斯特拉博描述了阿尔卑斯山麓及其下方延伸的北意大利平原(凯尔特地区)的几何尺寸,并阐明了贯穿半岛的亚平宁山脉的走向,同时列举了海岸线长度及各地区的具体尺寸。

§5.1.3κατὰ μέρος δʼ οὕτως εἰπεῖν δυνατόν, ὅτι τῶν μὲν Ἄλπεων περιφερὴς ἡ ὑπώρειά ἐστι καὶ κολπώδης, τὰ κοῖλα ἔχουσα ἐστραμμένα πρὸς τὴν Ἰταλίαν· τοῦ δὲ κόλπου τὰ μὲν μέσα πρὸς τοῖς Σαλασσοῖς ἐστί, τὰ δʼ ἄκρα ἐπιστροφὴν λαμβάνει, τὰ μὲν μέχρι τῆς Ὄκρας καὶ τοῦ μυχοῦ τοῦ κατὰ τὸν Ἀδρίαν, τὰ δʼ εἰς τὴν Λιγυστικὴν παραλίαν μέχρι Γενούας τοῦ τῶν Λιγύων ἐμπορίου, ὅπου τὰ Ἀπέννινα ὄρη συνάπτει ταῖς Ἄλπεσιν.
我们可以按部分具体地进行如下描述:阿尔卑斯山麓呈曲线状且多湾,其凹陷部分朝向意大利;这一弯曲部的前部位于萨拉西人境内,而两端则发生折转,一端一直延伸到奥克拉山和亚得里亚海的最深处,另一端则沿利古里亚海岸延伸到利古里亚人的商埠热那亚,在此处亚平宁山脉与阿尔卑斯山相接。
ὑπόκειται δʼ εὐθὺς πεδίον ἀξιόλογον, πάρισόν πως ἔχον τὸ πλάτος καὶ τὸ μῆκος, σταδίων ἑκατὸν καὶ δισχιλίων· τὸ δὲ μεσημβρινὸν αὐτοῦ πλευρὸν κλείεται τῇ τε τῶν Ἑνετῶν παραλίᾳ καὶ τοῖς Ἀπεννίνοις ὄρεσι τοῖς περὶ Ἀρίμινον καὶ Ἀγκῶνα καθήκουσι.
其下紧邻一片显著的平原,其宽度与长度大致相等,即两千一百斯塔迪亚;其南部边缘被威尼托人的海岸以及向下延伸至阿里米努姆和安科纳附近地区的亚平宁山脉所封闭。
ταῦτα γὰρ ἀρξάμενα ἀπὸ τῆς Λιγυστικῆς εἰς τὴν Τυρρηνίαν ἐμβάλλει, στενὴν παραλίαν ἀπολείποντα· εἶτʼ ἀναχωροῦντα εἰς τὴν μεσόγαιαν κατʼ ὀλίγον, ἐπειδὰν γένηται κατὰ τὴν Πισᾶτιν, ἐπιστρέφει πρὸς ἕω καὶ πρὸς τὸν Ἀδρίαν ἕως τῶν περὶ Ἀρίμινον καὶ Ἀγκῶνα τόπων, συνάπτοντα ἐπʼ εὐθείας τῇ τῶν Ἑνετῶν παραλίᾳ.
因为这些山脉始于利古里亚,进入第勒尼安,留下一条狭窄的海岸;然后逐渐退入内陆,当到达皮萨蒂斯地区时,折向东方和亚得里亚海,直到阿里米努姆和安科纳附近的地区,与威尼托人的海岸连接成一条直线。
ἡ μὲν οὖν ἐντὸς Ἄλπεων Κελτικὴ τούτοις κλείεται τοῖς ὅροις, καὶ ἔστι τῆς μὲν παραλίας τὸ μῆκος ὅσον τριακοσίων σταδίων ἐπὶ τοῖς ἑξακισχιλίοις τῶν ὀρῶν, μικρὸν δʼ ἔλαττον τὸ πλάτος τῶν χιλίων.
因此,阿尔卑斯山以内的凯尔特地区被这些边界所封闭,其海岸线的长度在山的六千斯塔迪亚之外再加上三百斯塔迪亚(即六千三百斯塔迪亚),而宽度则略小于一千斯塔迪亚。
ἡ λοιπὴ δʼ Ἰταλία στενὴ καὶ παραμήκης ἐστί, κορυφουμένη διχῶς, τῇ μὲν πρὸς τὸν Σικελικὸν πορθμὸν τῇ δὲ πρὸς τὴν Ἰαπυγίαν, σφιγγομένη δʼ ἑκατέρωθεν, τῇ μὲν ὑπὸ τοῦ Ἀδρίου τῇ δʼ ὑπὸ τοῦ Τυρρηνικοῦ πελάγους.
意大利的其余部分狭长,在两个方向上形成顶点,一向西西里海峡,一向伊阿皮吉亚,并且两边受挤压,一侧受亚得里亚海挤压,另一侧受第勒尼安海挤压。
ἔστι δʼ ὅμοιον τὸ σχῆμα τοῦ Ἀδρίου καὶ τὸ μέγεθος τῇ Ἰταλίᾳ τῇ ἀφοριζομένῃ τοῖς τε Ἀπεννίνοις ὄρεσι καὶ τῇ θαλάττῃ ἑκατέρᾳ μέχρι τῆς Ἰαπυγίας καὶ τοῦ ἰσθμοῦ τοῦ κατὰ τὸν Ταραντῖνον καὶ τὸν Ποσειδωνιάτην κόλπον· τό τε γὰρ πλάτος τὸ μέγιστον ἀμφοῖν ἐστὶ περὶ χιλίους καὶ τριακοσίους σταδίους, τὸ δὲ μῆκος ἔλαττον πολὺ τῶν ἑξακισχιλίων.
亚得里亚海的形状和大小与被亚平宁山脉和两侧海洋所界定的、直到伊阿皮吉亚以及塔兰托湾和波塞多尼亚湾之间的地峡处的意大利部分相似;因为两者的最大宽度约为一千三百斯塔迪亚,而长度则远小于六千斯塔迪亚。
ἡ λοιπὴ δʼ ἐστὶν ὅσην κατέχουσι Βρέττιοι καὶ Λευκανῶν τινές.
其余部分则是布雷蒂乌斯人和部分卢卡尼亚人所占领的地区。
φησὶ δὲ Πολύβιος πεζῇ μὲν εἶναι τὴν παραλίαν τὴν ἀπὸ Ἰαπυγίας μέχρι πορθμοῦ καὶ τρισχιλίων σταδίων, κλύζεσθαι δʼ αὐτὴν τῷ Σικελικῷ πελάγει, πλέοντι δὲ καὶ πεντακοσίων δέουσαν.
波利比乌斯说,从伊阿皮吉亚到海峡的海岸线陆路为三千斯塔迪亚,被西西里海冲刷,而对于航行者来说,还要少五百斯塔迪亚。
τὰ δὲ Ἀπέννινα ὄρη συνάψαντα τοῖς περὶ Ἀρίμινον καὶ Ἀγκῶνα τόποις καὶ ἀφορίσαντα τὸ ταύτῃ πλάτος τῆς Ἰταλίας ἀπὸ θαλάττης ἐπὶ θάλατταν ἐπιστροφὴν λαμβάνει πάλιν, καὶ τέμνει τὴν χώραν ὅλην ἐπὶ μῆκος.
亚平宁山脉在与阿里米努姆和安科纳附近的地区相接并在此处界定了意大利从海到海的宽度之后,再次折转,将整个国家纵向剖开。
μέχρι μὲν δὴ Πευκετίων καὶ Λευκανῶν οὐ πολὺ ἀφίσταται τοῦ Ἀδρίου· συνάψαντα δὲ Λευκανοῖς ἐπὶ τὴν ἑτέραν θάλατταν ἀποκλίνει μᾶλλον καὶ λοιπὸν διὰ μέσων τῶν Λευκανῶν καὶ Βρεττίων διεξιόντα τελευτᾷ πρὸς τὴν Λευκόπετραν τῆς Ῥηγίνης καλουμένην.
直到佩乌凯蒂人和卢卡尼亚人境内,它确实离亚得里亚海不远;但与卢卡尼亚人相接后,它更倾向于另一侧海洋,其余部分穿过卢卡尼亚人和布雷蒂乌斯人的中部,终止于被称为雷吉乌姆的莱科佩特拉的地方。
τυπωδῶς μὲν οὖν εἴρηται περὶ τῆς νῦν Ἰταλίας ἁπάσης ταῦτα· πειρασόμεθα δὲ ἀναλαβόντες εἰπεῖν περὶ τῶν καθʼ ἕκαστα, καὶ πρῶτον περὶ τῶν ὑπὸ ταῖς Ἄλπεσιν.
因此,关于如今意大利全境的大致轮廓已叙述完毕;我们将尝试重新开始,叙述其各个细节,首先是阿尔卑斯山下各地区。

词汇与语法注释

  1. §5.1.3ἐπὶ τοῖς ἑξακισχιλίοις — 介词 ἐπί 接与格表示“加上”或“除……之外”,表示在山的六千斯塔迪亚之外再加上三百斯塔迪亚(总计六千三百斯塔迪亚)。
  2. §5.1.3πλέοντι δὲ καὶ πεντακοσίων δέουσαν — πλέοντι 是动词 πλέω 的现在分词与格(关系与格,“对于航行的人来说”),δέουσαν 是 δέω(缺少)的现在分词宾格,修饰前文的 τὴν παραλίαν。整句意为“对于乘船航行的人来说,还要少五百斯塔迪亚(即两千五百斯塔迪亚)”。

引用这一段

斯特拉波, 地理学 §5.1.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:5.1.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。