§5.1.4ἔστι δὲ πεδίον σφόδρα εὔδαιμον καὶ γεωλοφίαις εὐκάρποις πεποικιλμένον.
それは非常に肥沃な平野であり、実り豊かな丘陵によって彩られている。
διαιρεῖ δʼ αὐτὸ μέσον πως ὁ Πάδος, καὶ καλεῖται τὸ μὲν ἐντὸς τοῦ Πάδου τὸ δὲ πέραν·
パドス川がそれをほぼ中央で二分しており、一方はパドス川の内側、他方は向こう側と呼ばれる。
ἐντὸς μὲν ὅσον ἐστὶ πρὸς τοῖς Ἀπεννίνοις ὄρεσι καὶ τῇ Λιγυστικῇ, πέραν δὲ τὸ λοιπόν.
内側とはアペニン山脈とリグリア(の地)に面している部分であり、向こう側とは残りの部分である。
οἰκεῖται δὲ τὸ μὲν ὑπὸ τῶν Λιγυστικῶν ἐθνῶν καὶ τῶν Κελτικῶν, τῶν μὲν ἐν τοῖς ὄρεσιν οἰκούντων τῶν δʼ ἐν τοῖς πεδίοις, τὸ δʼ ὑπὸ τῶν Κελτῶν καὶ Ἑνετῶν.
そこには、一方にはリグリア人やケルト人の諸部族が住んでおり、ある者は山地に、ある者は平野に住んでいるが、他方にはケルト人とヘネトイ人が住んでいる。
οἱ μὲν οὖν Κελτοὶ τοῖς ὑπεραλπείοις ὁμοεθνεῖς εἰσι, περὶ δὲ τῶν Ἑνετῶν διττός ἐστι λόγος.
ケルト人たちはアルプスの向こう側の人々と同族であるが、ヘネトイ人については二つの説がある。
οἱ μὲν γὰρ καὶ αὐτούς φασιν εἶναι Κελτῶν ἀποίκους τῶν ὁμωνύμων παρωκεανιτῶν, οἱ δʼ ἐκ τοῦ Τρωικοῦ πολέμου μετʼ Ἀντήνορος σωθῆναι δεῦρό φασι τῶν ἐκ τῆς Παφλαγονίας Ἑνετῶν τινάς·
ある人々は彼ら自身も、大洋沿いに住む同名のケルト人の植民(入植者)であると言い、他の人々は、トロイア戦争の後にアンテノルとともに生き延びたパフラゴニアのヘネトイ人の一部がここへ来たのだと言う。
μαρτύριον δὲ τούτου προφέρονται τὴν περὶ τὰς ἱπποτροφίας ἐπιμέλειαν, ἣ νῦν μὲν τελέως ἐκλέλοιπε, πρότερον δʼ ἐτιμᾶτο παρʼ αὐτοῖς ἀπὸ τοῦ παλαιοῦ ζήλου τοῦ κατὰ τὰς ἡμιονίτιδας ἵππους.
このことの証拠として、彼らは馬の飼育に対する熱意を挙げる。 それは現在では完全に廃れてしまっているが、以前は、ラバを産む馬に関する古くからの熱意から、彼らの間で尊ばれていた。
τούτου δὲ καὶ Ὅμηρος μέμνηται
ἐξ Ἑνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων.
このことについてはホメロスも言及している、「ヘネトイの地より、そこは野性のラバの産地なれば。
καὶ Διονύσιος ὁ τῆς Σικελίας τύραννος ἐντεῦθεν τὸ ἱπποτροφεῖον συνεστήσατο τῶν ἀθλητῶν ἵππων, ὥστε καὶ ὄνομα ἐν τοῖς Ἕλλησι γενέσθαι τῆς Ἑνετικῆς πωλείας καὶ πολὺν χρόνον εὐδοκιμῆσαι τὸ γένος.
」またシケリアの僭主ディオニュシオスも、競技用の馬の飼育場をここから調達した馬で設立し、その結果、ギリシア人の間でもヘネトイの仔馬の名が知れ渡り、その血統は長い間名声を博した。
§5.1.5̔́απασα μὲν οὖν ἡ χώρα ποταμοῖς πληθύει καὶ ἕλεσι, μάλιστα δʼ ἡ τῶν Ἑνετῶν·
さて、国全体が川や湿地で満ちているが、特にヘネトイ人の地がそうである。
πρόσεστι δὲ ταύτῃ καὶ τὰ τῆς θαλάττης πάθη.
そしてこの地には、海の現象も加わっている。
μόνα γὰρ ταῦτα τὰ μέρη σχεδόν τι τῆς καθʼ ἡμᾶς θαλάττης ὁμοιοπαθεῖ τῷ ὠκεανῷ καὶ παραπλησίως ἐκείνῳ ποιεῖται τάς τε ἀμπώτεις καὶ τὰς πλημμυρίδας, ὑφʼ ὧν τὸ πλέον τοῦ πεδίου λιμνοθαλάττης γίνεται μεστόν.
なぜなら、我々の海の中で、これらの地域だけがほぼ大洋と同じ現象を経験し、大洋とほぼ同様に引き潮と満ち潮を生じさせ、それらによって平野の大部分がラグーンで満たされるからである。
διώρυξι δὲ καὶ παραχώμασι, καθάπερ ἡ κάτω λεγομένη χώρα τῆς Αἰγύπτου, διωχέτευται, καὶ τὰ μὲν ἀνέψυκται καὶ γεωργεῖται τὰ δὲ διάπλους ἔχει·
運河や堤防によって、エジプトのいわゆる下地方のように水路が通されており、一部は乾燥させられて耕作され、他方は船の往来が可能となっている。
τῶν δὲ πόλεων αἱ μὲν νησίζουσιν αἱ δʼ ἐκ μέρους κλύζονται, ὅσαι δὲ ὑπὲρ τῶν ἑλῶν ἐν τῇ μεσογαίᾳ κεῖνται τοὺς ἐκ τῶν ποταμῶν ἀνάπλους θαυμαστοὺς ἔχουσι, μάλιστα δʼ ὁ Πάδος·
諸都市のうち、あるものは島のようになっており、あるものは部分的に水に洗われており、湿地の上方の内陸にある都市は、川からの実に見事な遡行航路を有しており、特にパドス川がそうである。
μέγιστός τε γάρ ἐστι καὶ πληροῦται πολλάκις ἔκ τε ὄμβρων καὶ χιόνων, διαχεόμενος δʼ εἰς πολλὰ μέρη κατὰ τὰς ἐκβολὰς τυφλὸν τὸ στόμα ποιεῖ καὶ δυσείσβολός ἐστιν·
というのも、この川は最大であり、雨や雪によってしばしば満ち、河口付近で多くの部分に分散して流れ出すため、河口を塞いで進入を困難にするからである。
ἡ δʼ ἐμπειρία περιγίνεται καὶ τῶν χαλεπωτάτων.
しかし、経験は最も困難なことをも克服する。
§5.1.6τὸ μὲν οὖν ἀρχαῖον, ὥσπερ ἔφην, ὑπὸ Κελτῶν περιῳκεῖτο τῶν πλείστων ὁ ποταμός.
さて古くは、私が言ったように、この川の周辺にはその大部分においてケルト人が住んでいた。
μέγιστα δʼ ἦν τῶν Κελτῶν ἔθνη Βόιοι καὶ Ἴνσουβροι καὶ οἱ τὴν Ῥωμαίων ποτὲ ἐξ ἐφόδου καταλαβόντες Σένονες μετὰ Γαισατῶν.
ケルト人の最大の部族は、ボイオイ人、インスブロイ人、そしてかつてガイサトイ人とともに急襲によってローマを占領したセノネス人であった。
τούτους μὲν οὖν ἐξέφθειραν ὕστερον τελέως Ῥωμαῖοι, τοὺς δὲ Βοΐους ἐξήλασαν ἐκ τῶν τόπων.
ローマ人は後に彼らを完全に滅ぼし、ボイオイ人をその土地から追い払った。
μεταστάντες δʼ εἰς τοὺς περὶ τὸν Ἴστρον τόπους μετὰ Ταυρίσκων ᾤκουν πολεμοῦντες πρὸς Δακούς, ἕως ἀπώλοντο πανεθνεί·
彼らはイストロス川周辺の地域へと移住し、タウリスコイ人とともに住み、ダコイ人と戦っていたが、ついには部族ごと全滅した。
τὴν δὲ χώραν οὖσαν τῆς Ἰλλυρίδος μηλόβοτον τοῖς περιοικοῦσι κατέλιπον.
そして、イリュリアの一部であったその土地を、近隣の住民のための羊の放牧地として残した。
Ἴνσουβροι δὲ καὶ νῦν εἰσί.
インスブロイ人は現在も存在している。
Μεδιολάνιον δʼ ἔσχον μητρόπολιν, πάλαι μὲν κώμην (ἅπαντες γὰρ ᾤκουν κωμηδόν), νῦν δʼ ἀξιόλογον πόλιν, πέραν τοῦ Πάδου, συνάπτουσάν πως ταῖς Ἄλπεσι.
彼らはメディオラニオンを本拠地として持っていた。 それは古くは村であったが(というのも、彼らは皆、村々に分かれて住んでいたからである)、現在ではパドス川の向こう側にある注目すべき都市であり、アルプスとほぼ接している。
πλησίον δὲ καὶ Ὀυήρων, καὶ αὕτη πόλις μεγάλη.
その近くにはウェロンもあり、これも大きな都市である。
ἐλάττους δὲ τούτων Βριξία καὶ Μάντουα καὶ Ῥήγιον καὶ Κῶμον·
これらより小さい都市には、ブリクシア、マントゥア、レギオン、コモンがある。
αὕτη δʼ ἦν μὲν κατοικία μετρία, Πομπήιος δὲ Στράβων ὁ Μάγνου πατὴρ κακωθεῖσαν ὑπὸ τῶν ὑπερκειμένων Ῥαιτῶν συνῴκισεν·
このうちコモンは、かつては控えめな入植地にすぎなかったが、その上方に住むライトイ人によって荒らされた後、マグヌスの父ポンペイウス・ストラボンが人々を集めて再興した。
εἶτα Γάιος Σκιπίων τρισχιλίους προσέθηκεν·
その後、ガイウス・スキピオが三千人を加え、次いで神君カエサルが五千人をさらに入植させた。
εἶτα ὁ θεὸς Καῖσαρ πεντακισχιλίους ἐπισυνῴκισεν, ὧν οἱ πεντακόσιοι τῶν Ἑλλήνων ὑπῆρξαν οἱ ἐπιφανέστατοι·
そのうちの五百人は極めて著名なギリシア人たちであった。
τούτοις δὲ καὶ πολιτείαν ἔδωκε καὶ ἐνέγραψεν αὐτοὺς εἰς τοὺς συνοίκους·
カエサルは彼らに市民権をも与え、入植者の名簿に登録した。
οὐ μέν τοι ᾤκησαν αὐτόθι, ἀλλὰ καὶ τοὔνομά γε τῷ κτίσματι ἐκεῖνοι κατέλιπον·
ただし彼らはそこには住まなかったが、その創建地に名前を残した。
Νεοκωμῖται γὰρ ἐκλήθησαν ἅπαντες, τοῦτο δὲ μεθερμηνευθὲν Νοβουμκῶμουμ λέγεται.
住民は皆「ネオコミタイ」と呼ばれ、これが翻訳されて「ノブムコムム」と言われるからである。
ἐγγὺς δὲ τοῦ χωρίου τούτου λίμνη Λάριος καλουμένη·
この場所の近くにはラーリオスと呼ばれる湖がある。
πληροῖ δʼ αὐτὴν ὁ Ἀδούας ποταμός· εἶτʼ ἐξίησιν εἰς τὸν Πάδον·
アドゥアス川がこの湖を満たし、それからパドス川へと流れ出ている。
τὰς δὲ πηγὰς ἔσχηκεν ἐν τῷ Ἀδούλᾳ ὄρει, ὅπου καὶ ὁ Ῥῆνος.
この川の源流はアドゥラス山にあり、そこにはライン川の源流もある。