§4.6.9μετὰ δὲ τούτους οἱ ἐγγὺς ἤδη τοῦ Ἀδριατικοῦ μυχοῦ καὶ τῶν κατὰ Ἀκυληίαν τόπων οἰκοῦσι, Νωρικῶν τέ τινες καὶ Κάρνοι·
これらの人々の次には、すでにアドリア海の最奥部やアクイレイア近辺の地域の近くに住む人々、すなわちノリクス人の一部とカルニ人が住んでいる。
τῶν δὲ Νωρικῶν εἰσι καὶ οἱ Ταυρίσκοι.
そしてノリクス人にはタウリスキ人も属している。
πάντας δʼ ἔπαυσε τῶν ἀνέδην καταδρομῶν Τιβέριος καὶ ὁ ἀδελφὸς αὐτοῦ Δροῦσος θερείᾳ μιᾷ, ὥστʼ ἤδη τρίτον καὶ τριακοστὸν ἔτος ἐστὶν ἐξ οὗ καθʼ ἡσυχίαν ὄντες ἀπευτακτοῦσι τοὺς φόρους.
しかし、彼ら全員の放縦な侵略を、ティベリウスとその兄弟ドルススがただ一夏で止めさせた。 その結果、彼らが平穏を保ち、規則正しく税を納めるようになってから、すでに三十三年が経っている。
κατὰ πᾶσαν δὲ τὴν τῶν Ἄλπεων ὀρεινὴν ἔστι μὲν καὶ γεώλοφα χωρία καλῶς γεωργεῖσθαι δυνάμενα καὶ αὐλῶνες εὖ συνεκτισμένοι, τὸ μέντοι πλέον καὶ μάλιστα περὶ τὰς κορυφάς, περὶ ὃ δὴ καὶ συνίσταντο οἱ λῃσταί, λυπρὸν καὶ ἄκαρπον διά τε τὰς πάχνας καὶ τὴν τραχύτητα τῆς γῆς.
アルプスの山地全体において、よく耕作され得る丘陵地や、よく開拓された渓谷もあるにはあるが、しかしその大部分、特に山頂付近は、まさにそこにこそ略奪者たちが結集していたのであるが、霜と土地の荒涼さのゆえに、不毛で実りをもたらさない。
κατὰ σπάνιν οὖν τροφῆς τε καὶ ἄλλων ἐφείδοντο ἔσθʼ ὅτε τῶν ἐν τοῖς πεδίοις, ἵνʼ ἔχοιεν χορηγούς·
それゆえ、食糧やその他の物資の不足から、彼らは平野の住民たちを、彼らを供給者とするために、時には略奪の手を緩めることもあった。
ἀντεδίδοσαν δὲ ῥητίνην πίτταν δᾷδα κηρὸν τυρὸν μέλι·
そして彼らは、お返しに樹脂、ピッチ、松明、蝋、チーズ、蜂蜜を提供した。
τούτων γὰρ εὐπόρουν.
というのも、彼らはこれらを豊富に持っていたからである。
ὑπέρκειται δὲ τῶν Κάρνων τὸ Ἀπέννινον ὄρος, λίμνην ἔχον ἐξιεῖσαν εἰς τὸν Ἀτησῖνον ποταμόν, ὃς παραλαβὼν Ἄταγιν ἄλλον ποταμὸν εἰς τὸν Ἀδρίαν ἐκβάλλει.
カルニ人の上方にはアペンニヌス山がそびえており、それはアテシノス川へと流れ出る湖を持っている。 その川は、もう一つの川であるアタギス川を合流させて、アドリア海へと注ぐ。
ἐκ δὲ τῆς αὐτῆς λίμνης καὶ ἄλλος ποταμὸς εἰς τὸν Ἴστρον ῥεῖ, καλούμενος Ἰσάρας.
また同じ湖から、もう一つの川がイストロス川へと流れており、イサラス川と呼ばれている。
καὶ γὰρ ὁ Ἴστρος τὰς ἀρχὰς ἀπὸ τούτων λαμβάνει τῶν ὀρῶν πολυσχιδῶν ὄντων καὶ πολυκεφάλων.
というのも、イストロス川も、多くの枝に分かれ、多くの峰を持つこれらの山々からその源流を得ているからである。
μέχρι μὲν γὰρ δεῦρο ἀπὸ τῆς Λιγυστικῆς συνεχῆ τὰ ὑψηλὰ τῶν Ἄλπεων διέτεινε καὶ ἑνὸς ὄρους φαντασίαν παρεῖχεν, εἶτʼ ἀνεθέντα καὶ ταπεινωθέντα ἐξαίρεται πάλιν εἰς πλείω μέρη καὶ πλείους κορυφάς.
リグリアからここまでは、アルプスの高い山々は連なって延びており、一つの山であるかのような印象を与えていたが、その後、緩やかになり低くなったのち、再び複数の部分と複数の山頂へと高くそびえ立つ。
πρώτη δʼ ἐστὶ τούτων ἡ τοῦ Ῥήνου πέραν καὶ τῆς λίμνης κεκλιμένη πρὸς ἕω ῥάχις μετρίως ὑψηλή, ὅπου αἱ τοῦ Ἴστρου πηγαὶ πλησίον Σοήβων καὶ τοῦ Ἑρκυνίου δρυμοῦ·
これらのうち最初のものであるのは、ライン川および湖の向こう側にあり、東へと傾いている適度に高い尾根であり、そこにはスエビ族の地とヘルキュニアの森の近くにイストロス川の源流がある。
ἄλλαι δʼ εἰσὶν ἐπιστρέφουσαι πρὸς τὴν Ἰλλυρίδα καὶ τὸν Ἀδρίαν, ὧν ἐστι τό τε Ἀπέννινον ὄρος τὸ λεχθὲν καὶ τὸ Τοῦλλον καὶ Φλιγαδία, τὰ ὑπερκείμενα τῶν Ὀυινδολικῶν, ἐξ ὧν ὁ Δούρας καὶ Κλάνις καὶ ἄλλοι πλείους χαραδρώδεις ποταμοὶ συμβάλλουσιν εἰς τὸ τοῦ Ἴστρου ῥεῖθρον.
また他の尾根はイリュリアおよびアドリア海へと曲がっており、それらの中には、上述のアペンニヌス山や、トゥッルム山、プリガディア山があり、これらはウィンデリキ族の上方にそびえ、そこからドゥラス川やクラニス川、その他多くの急流をなす川がイストロス川の本流へと合流している。
§4.6.10καὶ οἱ Ἰάποδες δὲ ἤδη τοῦτο ἐπίμικτον Ἰλλυριοῖς καὶ Κελτοῖς ἔθνος περὶ τούτους οἰκοῦσι τοὺς τόπους, καὶ ἡ Ὄκρα πλησίον τούτων ἐστίν.
そして、すでにイリュリア人とケルト人の混交した部族であるイアポデス族もこれらの地域の周辺に住んでおり、オクラも彼らの近くにある。
οἱ μὲν οὖν Ἰάποδες πρότερον εὐανδροῦντες καὶ τοῦ ὄρους ἐφʼ ἑκάτερον τὴν οἴκησιν ἔχοντες καὶ τοῖς λῃστηρίοις ἐπικρατοῦντες, ἐκπεπόνηνται τελέως ὑπὸ τοῦ Σεβαστοῦ Καίσαρος καταπολεμηθέντες.
さて、イアポデス族は、かつては人口が豊かで、山の両側に居住地を持ち、略奪行為によって威勢を誇っていたが、尊厳者カエサルによって打ち破られ、完全に制圧された。
πόλεις δʼ αὐτῶν Μέτουλον Ἀρουπῖνοι Μονήτιον Ὀυένδων.
彼らの都市はメトゥロン、アルピノイ、モネティオン、ウェンドンである。
μεθʼ οὓς ἡ Σεγεστικὴ πόλις ἐν πεδίῳ, παρʼ ἣν ὁ Σάος παραρρεῖ ποταμὸς ἐκδιδοὺς εἰς τὸν Ἴστρον.
彼らの次には、平野にあるセゲスティカの都市があり、その傍らをサオス川が流れてイストロス川へと注いでいる。
κεῖται δὲ ἡ πόλις εὐφυῶς πρὸς τὸν κατὰ τῶν Δακῶν πόλεμον·
この都市は、ダキア人に対する戦争にとって有利な位置にある。
ἡ δʼ Ὄκρα τὸ ταπεινότατον μέρος τῶν Ἄλπεών ἐστι καθʼ ὃ συνάπτουσι τοῖς Κάρνοις, καὶ διʼ οὗ τὰ ἐκ τῆς Ἀκυληίας φορτία κομίζουσιν ἁρμαμάξαις εἰς τὸν καλούμενον Ναύπορτον, σταδίων ὁδὸν οὐ πολὺ πλειόνων ἢ τετρακοσίων·
一方、オクラはアルプスの最も低い部分であり、そこで山々はカルニ人と接しており、そこを通って人々はアクイレイアからの貨物を、四輪馬車でいわゆるナウポルトスへと運ぶが、その道のりは四百スタディオンをそれほど超えない。
ἐκεῖθεν δὲ τοῖς ποταμοῖς κατάγεται μέχρι τοῦ Ἴστρου καὶ τῶν ταύτῃ χωρίων.
そこからは、川によってイストロス川やその周辺の地域まで運ばれる。
παραρρεῖ γὰρ δὴ τὸν Ναύπορτον ποταμὸς ἐκ τῆς Ἰλλυρίδος φερόμενος πλωτός, ἐκβάλλει δʼ εἰς τὸν Σάον, ὥστʼ εὐμαρῶς εἰς τὴν Σεγεστικὴν κατάγεται καὶ τοὺς Παννονίους καὶ Ταυρίσκους.
というのも、イリュリアから流れてくる航行可能な川がナウポルトスの傍らを流れており、それがサオス川へと注いでいるため、容易にセゲスティカや、パンノニア人やタウリスキ人のもとへと運ばれるからである。
συμβάλλει δʼ εἰς τὸν Σάον κατὰ τὴν πόλιν καὶ ὁ Κόλαπις·
また、都市の近くでコラピス川もサオス川に合流する。
ἀμφότεροι δʼ εἰσὶ πλωτοί, ῥέουσι δʼ ἀπὸ τῶν Ἄλπεων.
両方の川とも航行可能であり、アルプスから流れている。
ἔχουσι δʼ αἱ Ἄλπεις καὶ ἵππους ἀγρίους καὶ βόας.
また、アルプスには野生の馬や牛も生息している。
φησὶ δὲ Πολύβιος καὶ ἰδιόμορφόν τι γεννᾶσθαι ζῷον ἐν αὐταῖς ἐλαφοειδὲς τὸ σχῆμα πλὴν αὐχένος καὶ τριχώματος, ταῦτα δʼ ἐοικέναι κάπρῳ, ὑπὸ δὲ τῷ γενείῳ πυρῆνα ἴσχειν ὅσον σπιθαμιαῖον ἀκρόκομον, πωλικῆς κέρκου τὸ πάχος.
さらにポリュビオスは、アルプスには奇妙な姿をした動物も産すると言っている。 それは、首と毛並みを除けば、姿形は鹿に似ているが、これらは野生の猪に似ており、顎の下には約一スピタメの、先端に房のある、子馬の尾ほどの太さの突起を持っているという。