§4.6.11τῶν δʼ ὑπερθέσεων τῶν ἐκ τῆς Ἰταλίας εἰς τὴν ἔξω Κελτικὴν καὶ τὴν προσάρκτιον ἡ διὰ Σαλασσῶν ἐστιν ἄγουσα ἐπὶ Λούγδουνον·
イタリアから外ケルティカおよび北部地方への越え道のうち、サラッソイ族の地を通るものはルグドゥヌムへと通じている。
διττὴ δʼ ἐστίν, ἡ μὲν ἁμαξεύεσθαι δυναμένη διὰ μήκους πλείονος ἡ διὰ Κεντρώνων, ἡ δὲ ὀρθία καὶ στενή, σύντομος δέ, ἡ διὰ τοῦ Ποινίνου.
それには二つの道があり、一方はケントロネス族の地を通る道で、より長いが車が通ることができ、他方はポエニヌス峠を通る道で、険しく狭いが、近道である。
τὸ δὲ Λούγδουνον ἐν μέσῳ τῆς χώρας ἐστὶν ὥσπερ ἀκρόπολις, διά τε τὰς συμβολὰς τῶν ποταμῶν καὶ διὰ τὸ ἐγγὺς εἶναι πᾶσι τοῖς μέρεσι.
ルグドゥヌムはその地方の中央にあり、川の合流点にあること、またすべての地域に対して近いことから、いわばアクロポリスのようである。
διόπερ καὶ Ἀγρίππας ἐντεῦθεν τὰς ὁδοὺς ἔτεμε, τὴν διὰ τῶν Κεμμένων ὀρῶν μέχρι Σαντόνων καὶ τῆς Ἀκυιτανίας, καὶ τὴν ἐπὶ τὸν Ῥῆνον, καὶ τρίτην τὴν ἐπὶ τὸν ὠκεανόν, τὴν πρὸς Βελλοάκοις καὶ Ἀμβιανοῖς, τετάρτη δʼ ἐστὶν ἐπὶ τὴν Ναρβωνῖτιν καὶ τὴν Μασσαλιωτικὴν παραλίαν.
それゆえにアグリッパもここから諸街道を切り拓いた。 すなわち、ケンメナ山脈を通りサントネス族の地およびアクイタニアに至る道、ライン川に至る道、そして第三の道として大洋に至る、ベッロワキ族やアンビアニ族の地に向かう道であり、第四の道はナルボニティス地方およびマッサリアの海岸地方に至る道である。
ἔστι δὲ καὶ ἐν ἀριστερᾷ ἀφεῖσι τὸ Λούγδουνον καὶ τὴν ὑπερκειμένην χώραν ἐν αὐτῷ τῷ Ποινίνῳ πάλιν ἐκτροπὴ διαβάντι τὸν Ῥοδανὸν ἢ τὴν λίμνην τὴν Λημένναν εἰς τὰ Ἐλουηττίων πεδία, κἀντεῦθεν εἰς Σηκοανοὺς ὑπέρθεσις διὰ τοῦ Ἰόρα ὄρους καὶ εἰς Λίγγονας·
また、ルグドゥヌムとその上方の地方を左手にして過ぎ去る者にとって、ポエニヌス峠自体の中で、ローヌ川またはレマン湖を渡ったときに、ふたたびヘルウェティイ族の平野へと向かう分岐路があり、そこからユラ山脈を通ってセクアニ族の地へと、またリンゴネス族の地へと越える道がある。
διά τε τούτων ἐπʼ ἄμφω καὶ ἐπὶ τὸν Ῥῆνον καὶ ἐπὶ τὸν ὠκεανὸν δίοδοι σχίζονται.
そしてこれらを通って、ライン川と大洋の両方へと道が分かれている。
§4.6.12ἔτι φησὶ Πολύβιος ἐφʼ ἑαυτοῦ κατʼ Ἀκυληίαν μάλιστα ἐν τοῖς Ταυρίσκοις τοῖς Νωρικοῖς εὑρεθῆναι χρυσεῖον οὕτως εὐφυὲς ὥστʼ ἐπὶ δύο πόδας ἀποσύραντι τὴν ἐπιπολῆς γῆν εὐθὺς ὀρυκτὸν εὑρίσκεσθαι χρυσόν, τὸ δʼ ὄρυγμα μὴ πλειόνων ὑπάρχειν ἢ πεντεκαίδεκα ποδῶν, εἶναι δὲ τοῦ χρυσοῦ τὸν μὲν αὐτόθεν καθαρὸν κυάμου μέγεθος ἢ θέρμου, τοῦ ὀγδόου μέρους μόνον ἀφεψηθέντος, τὸν δὲ δεῖσθαι μὲν χωνείας πλείονος σφόδρα δὲ λυσιτελοῦς.
さらにポリュビオスは、彼の時代に、アクイレイアの近く、特にノリクス人のタウリスキ族の地において、きわめて自然の恵み豊かな金鉱が発見されたと言っている。 それは、表面の土を二フィート取り除いただけで、すぐに掘り出せる金が見つかるほどであり、その採掘の深さは十五フィート以下であるという。 そして金のうち、あるものは掘り出したままで純度が高く、そら豆やルピナスの大きさで、ただ八分の一が鎔けて失われるだけであり、別のものはより多くの精錬を必要とするが、きわめて利益が大きいという。
συνεργασαμένων δὲ τοῖς βαρβάροις τῶν Ἰταλιωτῶν ἐν διμήνῳ, παραχρῆμα τὸ χρυσίον εὐωνότερον γενέσθαι τῷ τρίτῳ μέρει καθʼ ὅλην τὴν Ἰταλίαν, αἰσθομένους δὲ τοὺς Ταυρίσκους μονοπωλεῖν ἐκβαλόντας τοὺς συνεργαζομένους.
イタリア人たちがそのバルバロイたちと二ヶ月間共同で採掘したところ、たちまち金はイタリア全土において三分の一だけ安くなったが、タウリスキ人はそれに気づくと、共同採掘者たちを追い出して独占したとのことである。
ἀλλὰ νῦν ἅπαντα τὰ χρυσεῖα ὑπὸ Ῥωμαίοις ἐστί.
しかし今では、すべての金鉱はローマ人の支配下にある。
κἀνταῦθα δʼ, ὥσπερ κατὰ τὴν Ἰβηρίαν, φέρουσιν οἱ ποταμοὶ χρυσοῦ ψῆγμα πρὸς τῷ ὀρυκτῷ, οὐ μέντοι τοσοῦτον.
また、ここでもイベリアにおけるのと同様に、鉱山からの金に加えて、川が砂金を運んでいるが、しかしそれほど多くはない。
ὁ δʼ αὐτὸς ἀνὴρ περὶ τοῦ μεγέθους τῶν Ἄλπεων καὶ τοῦ ὕψους λέγων παραβάλλει τὰ ἐν τοῖς Ἕλλησιν ὄρη τὰ μέγιστα, τὸ Ταΰγετον τὸ Λύκαιον Παρνασσὸν Ὄλυμπον Πήλιον Ὄσσαν, ἐν δὲ Θρᾴκῃ Αἷμον Ῥοδόπην Δούνακα·
また、同じ人物は、アルプスの大きさと高さについて語る際、ギリシアにおける最大の山々、すなわちタイゲトン、リュカイオン、パルナッソス、オリンポス、ペリオン、オッサを、またトラキアにおけるハイモス、ロドペ、ドゥナクスをそれと比較している。
καί φησιν ὅτι τούτων μὲν ἕκαστον μικροῦ δεῖν αὐθημερὸν εὐζώνοις ἀναβῆναι δυνατόν, αὐθημερὸν δὲ καὶ περιελθεῖν, τὰς δʼ Ἄλπεις οὐδʼ ἂν πεμπταῖος ἀναβαίη τίς·
そして、これらの山の各々は、身軽な旅人なら、ほぼ一日のうちに登ることができ、同じ日のうちに歩き回ることも可能であるが、アルプスは五日かけても誰も登りきることはできないだろう、と言っている。
τὸ δὲ μῆκός ἐστι δισχιλίων καὶ διακοσίων σταδίων τὸ παρῆκον παρὰ τὰ πεδία.
また、平野に沿って延びているその長さは二千二百スタディオンである。
τέτταρας δʼ ὑπερβάσεις ὀνομάζει μόνον·
そして彼はただ四つの越え道のみを挙げている。
διὰ Λιγύων μὲν τὴν ἔγγιστα τῷ Τυρρηνικῷ πελάγει, εἶτα τὴν διὰ Ταυρίνων ἣν Ἀννίβας διῆλθεν, εἶτα τὴν διὰ Σαλασσῶν, τετάρτην δὲ τὴν διὰ Ῥαιτῶν, ἁπάσας κρημνώδεις.
すなわち、リグリア人を通る、ティレニア海に最も近い道、次にハンニバルが通ったタウリノイ族を通る道、次にサラッソイ族を通る道、第四にライティア人を通る道であり、それらはすべて険しい。
λίμνας δὲ εἶναί φησιν ἐν τοῖς ὄρεσι πλείους μέν, τρεῖς δὲ μεγάλας·
また、山々には湖が数多くあるが、大きなものは三つあると彼は言っている。
ὧν ἡ μὲν Βήνακος ἔχει μῆκος πεντακοσίων σταδίων, πλάτος δὲ τριάκοντα, ἐκρεῖ δὲ ποταμὸς Μίγκιος· ἡ δʼ ἑξῆς Λάριος τετρακοσίων, πλάτος δὲ στενωτέρα τῆς πρότερον, ἐξίησι δὲ ποταμὸν τὸν Ἀδούαν· τρίτη δὲ Ὀυερβανὸς μῆκος ἐγγὺς τριακοσίων σταδίων, πλάτος δὲ τριάκοντα, ποταμὸν δὲ ἐξίησι μέγαν Τικῖνον·
それらのうち、ベナコス湖は長さ五百スタディオン、幅三十スタディオンで、ミンキウス川が流れ出ており、その隣のラリオス湖は長さ四百スタディオンで、幅は前のものより狭く、アドゥアス川を流出させており、第三のウェルバヌス湖は長さが三百スタディオン近く、幅が三十で、大河ティキヌス川を流出させている。
πάντες δʼ εἰς τὸν Πάδον συρρέουσι.
これらはすべてパドス川へと合流する。
τοσαῦτα καὶ περὶ τῶν ὀρῶν ἔχομεν λέγειν τῶν Ἀλπεινῶν.
アルプスの山々については、我々が語るべきことはこれだけである。