§4.6.7̔η δὲ τῶν Σαλασσῶν πολλὴ μέν ἐστιν ἐν αὐλῶνι βαθεῖ τῶν ὀρῶν ἀμφοτέρωθεν κλειόντων τὸ χωρίον, μέρος δέ τι αὐτῶν ἀνατείνει καὶ πρὸς τὰς ὑπερκειμένας κορυφάς.
サラッシ族の土地の多くは、両側からその場所を閉ざしている山々の深い渓谷の中にあるが、彼らの領域の一部は上方のそびえ立つ峰々へと延びている。
τοῖς οὖν ἐκ τῆς Ἰταλίας ὑπερτιθεῖσι τὰ ὄρη διὰ τοῦ λεχθέντος αὐλῶνός ἐστιν ἡ ὁδός.
したがって、イタリアから山を越える人々にとっては、上述の渓谷を通るのがそのルートである。
εἶτα σχίζεται δίχα·
その後、道は二つに分かれる。
καὶ ἡ μὲν διὰ τοῦ Ποινίνου λεγομένου φέρεται ζεύγεσιν οὐ βατὴ κατὰ τὰ ἄκρα τῶν Ἄλπεων, ἡ δὲ διὰ Κεντρώνων δυσμικωτέρα.
一方は、いわゆるポイニヌスを通って進むが、アルプスの山頂部では車が通れない。 他方はケントロネス族の地を通るもので、より西寄りである。
ἔχει δὲ καὶ χρυσεῖα ἡ τῶν Σαλασσῶν, ἃ κατεῖχον ἰσχύοντες οἱ Σαλασσοὶ πρότερον, καθάπερ καὶ τῶν παρόδων ἦσαν κύριοι.
またサラッシ族の地には金鉱もあり、かつて彼らが強力であった頃にはそれを所有しており、同様に彼らは通路も支配していた。
προσελάμβανε δὲ πλεῖστον εἰς τὴν μεταλλείαν αὐτοῖς ὁ Δουρίας ποταμὸς εἰς τὰ χρυσοπλύσια, διόπερ ἐπὶ πολλοὺς τόπους σχίζοντες εἰς τὰς ἐξοχετείας τὸ ὕδωρ τὸ κοινὸν ῥεῖθρον ἐξεκένουν.
そして、ドゥリアス川は砂金洗浄のための彼らの採掘に大いに貢献していた。 そのため、彼らは水を多くの場所に運河へと分流させ、本流の水を枯らしてしまっていた。
τοῦτο δʼ ἐκείνοις μὲν συνέφερε πρὸς τὴν τοῦ χρυσοῦ θήραν, τοὺς δὲ γεωργοῦντας τὰ ὑπʼ αὐτοῖς πεδία τῆς ἀρδείας στερομένους ἐλύπει, τοῦ ποταμοῦ δυναμένου ποτίζειν τὴν χώραν διὰ τὸ ὑπερδέξιον ἔχειν τὸ ῥεῖθρον.
このことは、彼らにとっては金の採掘に好都合であったが、彼らの下方に広がる平野を耕作し、灌漑の水を奪われる人々にとっては苦痛であった。 なぜなら、その川は本流がより高い位置にあるため、その土地を潤すことが可能であったからである。
ἐκ δὲ ταύτης τῆς αἰτίας πόλεμοι συνεχεῖς ἦσαν πρὸς ἀλλήλους ἀμφοτέροις τοῖς ἔθνεσι.
この原因から、両部族の間で絶えざる戦争が行われていた。
κρατησάντων δὲ Ῥωμαίων τῶν μὲν χρυσουργείων ἐξέπεσον καὶ τῆς χώρας οἱ Σαλασσοί, τὰ δʼ ὄρη κατέχοντες ἀκμὴν τὸ ὕδωρ ἐπώλουν τοῖς δημοσιώναις τοῖς ἐργολαβήσασι τὰ χρυσεῖα·
しかし、ローマ人が制圧すると、サラッシ族は金鉱と土地から追い出された。 それでも、なお山地を支配していた彼らは、金鉱を請け負った徴税請負人たちに水を売っていた。
καὶ πρὸς τούτους δʼ ἦσαν ἀεὶ διαφοραὶ διὰ τὴν πλεονεξίαν τῶν δημοσιωνῶν.
そして彼らに対しても、徴税請負人たちの貪欲さのゆえに、常に紛争があった。
οὕτω δὲ συνέβαινε τοὺς στρατηγιῶντας ἀεὶ τῶν Ῥωμαίων καὶ πεμπομένους ἐπὶ τοὺς τόπους εὐπορεῖν προφάσεων ἀφʼ ὧν πολεμήσουσι.
その結果、常に将軍たることを望み、その地方に派遣されるローマ人たちは、戦争を起こすための口実に事欠かないことになった。
μέχρι μὲν δὴ τῶν νεωστὶ χρόνων τοτὲ μὲν πολεμούμενοι τοτὲ δὲ καταλυόμενοι τὸν πρὸς τοὺς Ῥωμαίους πόλεμον ἴσχυον ὅμως, καὶ πολλὰ κατέβλαπτον τοὺς διʼ αὐτῶν ὑπερβάλλοντας τὰ ὄρη κατὰ τὸ λῃστρικὸν ἔθος·
こうして、最近の時代に至るまで、彼らはある時は攻撃され、ある時は和睦を結びながらも、ローマ人との戦争において依然として強力であり、略奪の習性に従って、彼らの地を通って山を越える人々に多大な損害を与えていた。
οἵ γε καὶ Δέκιμον Βροῦτον φυγόντα ἐκ Μουτίνης ἐπράξαντο δραχμὴν κατʼ ἄνδρα·
彼らは、ムティナから逃亡してきたデキムス・ブルトゥスに対してさえ、一人あたり1ドラクマを要求したほどである。
Μεσσάλας δὲ πλησίον αὐτῶν χειμαδεύων τιμὴν ξύλων κατέβαλε τῶν τε καυσίμων καὶ τῶν πτελεΐνων ἀκοντισμάτων τῶν γυμναστικῶν.
また、彼らの近くで冬営していたメッサラは、薪用の木材や、訓練用のニレ製の投げ槍の代金を支払わされた。
ἐσύλησαν δέ ποτε καὶ χρήματα Καίσαρος οἱ ἄνδρες οὗτοι καὶ ἐπέβαλον κρημνοὺς στρατοπέδοις, πρόφασιν ὡς ὁδοποιοῦντες ἢ γεφυροῦντες ποταμούς.
また、これらの者たちは、あるときカエサルの資金を略奪し、道路を整備している、あるいは川に橋を架けているという口実のもとに、ローマの陣営に岩石を転がし落としたことさえあった。
ὕστερον μέντοι κατεστρέψατο αὐτοὺς ἄρδην ὁ Σεβαστὸς καὶ πάντας ἐλαφυροπώλησε, κομισθέντας εἰς Ἐπορεδίαν Ῥωμαίων ἀποικίαν, ἣν συνῴκισαν μὲν φρουρὰν εἶναι βουλόμενοι τοῖς Σαλασσοῖς, ὀλίγον δʼ ἀντέχειν ἐδύναντο οἱ αὐτόθι, ἕως ἠφανίσθη τὸ ἔθνος.
しかしその後、尊厳者は彼らを完全に服従させ、全員を戦利品として奴隷に売り払った。 彼らはローマの植民都市エポレディアへと連行された。 この都市は、サラッシ族に対する防壁とすることを意図して入植されたものであったが、その地に住む人々は、この部族が根絶されるまで、ほとんど持ちこたえることができなかった。
τῶν μὲν οὖν ἄλλων σωμάτων τρεῖς μυριάδες ἐξητάσθησαν ἐπὶ τοῖς ἑξακισχιλίοις, τῶν δὲ μαχίμων ἀνδρῶν ὀκτακισχίλιοι·
こうして、一般の人員としては3万6千人が数えられ、戦闘可能な男子は8千人であった。
πάντας δʼ ἐπώλησε Τερέντιος Ὀυάρρων ὑπὸ δόρυ καταστρεψάμενος αὐτοὺς στρατηγός·
彼ら全員を、将軍テレンティウス・ウァッロが彼らを服従させたのち、槍の下で売り払った。
τρισχιλίους δὲ Ῥωμαίων πέμψας ᾤκισε τὴν πόλιν Αὐγοῦσταν ὁ Καῖσαρ, ἐν ᾧ ἐστρατοπέδευσε χωρίῳ ὁ Ὀυάρρων, καὶ νῦν εἰρήνην ἄγει πᾶσα ἡ πλησιόχωρος μέχρι τῶν ἄκρων ὑπερβολῶν τοῦ ὄρους.
そしてカエサルは、3000人のローマ人を派遣して、ウァッロが陣を張った場所にアウグスタの都市を創設した。 そして現在、隣接する地域全体が、山の最も高い峠に至るまで、平和を享受している。
§4.6.8̔εξῆς δὲ τὰ πρὸς ἕω μέρη τῶν ὀρῶν καὶ τὰ ἐπιστρέφοντα πρὸς νότον Ῥαιτοὶ καὶ Ὀυινδολικοὶ κατέχουσι συνάπτοντες Ἐλουηττίοις καὶ Βοΐοις·
次に、山地の東側の部分と、南へと曲がっている部分は、ラエティ族とウィンデリキ族が占有しており、彼らはヘルウェティイ族やボイイ族と隣接している。
ἐπίκεινται γὰρ τοῖς ἐκείνων πεδίοις.
というのも、彼らは彼らの平野に接しているからである。
οἱ μὲν οὖν Ῥαιτοὶ μέχρι τῆς Ἰταλίας καθήκουσι τῆς ὑπὲρ Οὐήρωνος καὶ Κώμου.
こうして、ラエティ族は、ウェロナとコームムの上方にあるイタリアの地まで達している。
καὶ ὅ γε Ῥαιτικὸς οἶνος τῶν ἐν τοῖς Ἰταλικοῖς ἐπαινουμένων οὐκ ἀπολείπεσθαι δοκῶν ἐν ταῖς τούτων ὑπωρείαις γίνεται·
そして、イタリアのワインの中で称賛されるものに劣らないと考えられているラエティアのワインは、彼らの山の麓で生産される。
διατείνουσι δὲ καὶ μέχρι τῶν χωρίων διʼ ὧν ὁ Ῥῆνος φέρεται·
彼らはまた、ライン川が流れる地域にまで達している。
τούτου δʼ εἰσὶ τοῦ φύλου καὶ Ληπόντιοι καὶ Καμοῦνοι.
レポンティイ族やカムニ族もこの部族に属している。
οἱ δὲ Ὀυινδολικοὶ καὶ Νωρικοὶ τὴν ἐκτὸς παρώρειαν κατέχουσι τὸ πλέον μετὰ Βρεύνων καὶ Γεναύνων, ἤδη τούτων Ἰλλυριῶν.
一方、ウィンデリキ族とノリクス人は、大部分、ブレウニ族やゲナウニ族とともに外側の山麓地帯を占有しているが、後者はすでにイリュリア人である。
ἅπαντες δʼ οὗτοι καὶ τῆς Ἰταλίας τὰ γειτονεύοντα μέρη κατέτρεχον ἀεὶ καὶ τῆς Ἐλουηττίων καὶ Σηκοανῶν καὶ Βοΐων καὶ Γερμανῶν.
これらの人々はみな、イタリアの近隣地域や、ヘルウェティイ族、セクアニ族、ボイイ族、ゲルマニア人の土地を常に荒らし回っていた。
ἰταμώτατοι δὲ τῶν μὲν Ὀυινδολικῶν ἐξητάζοντο Λικάττιοι καὶ Κλαυτηνάτιοι καὶ Ὀυέννωνες, τῶν δὲ Ῥαιτῶν Ῥουκάντιοι καὶ Κωτουάντιοι.
そして、ウィンデリキ族の中で最も獰猛であるとみなされていたのは、リカッティ族、クラウテナティ族、ウェンノネス族であり、ラエティ族の中では、ルカンティ族とコトゥアンティ族であった。
καὶ οἱ Ἐστίωνες δὲ τῶν Ὀυινδολικῶν εἰσὶ καὶ Βριγάντιοι, καὶ πόλεις αὐτῶν Βριγάντιον καὶ Καμβόδουνον καὶ ἡ τῶν Λικαττίων ὥσπερ ἀκρόπολις Δαμασία.
また、エスティオネス族やブリガンティイ族もウィンデリキ族に属しており、彼らの都市にはブリガンティオンやカンボドゥノンがあり、またリカッティ族のいわば要塞としてダマシアがある。
τῆς δὲ πρὸς τοὺς Ἰταλιώτας τῶν λῃστῶν τούτων χαλεπότητος λέγεταί τι τοιοῦτον ὡς, ἐπειδὰν ἕλωσι κώμην ἢ πόλιν οὐ μόνον ἡβηδὸν ἀνδροφονοῦντας, ἀλλὰ καὶ μέχρι τῶν νηπίων προϊόντας τῶν ἀρρένων, καὶ μηδʼ ἐνταῦθα παυομένους, ἀλλὰ καὶ τὰς ἐγκύους γυναῖκας κτείνοντας ὅσας φαῖεν οἱ μάντεις ἀρρενοκυεῖν.
イタリアの人々に対する、これらの略奪者たちの残虐さについては、次のようなことが語られている。 すなわち、彼らが村や町を占領したときには、成人に達した男子を殺害するだけでなく、男の幼児にまでその手を伸ばし、それだけでも止めず、占い師たちが男児を身ごもっていると言った妊婦たちをもすべて殺害したということである。