Humanitext Reader

斯特拉波 · 地理学 §4.6.9-4.6.10

东阿尔卑斯部族与伊阿波德斯人的平定及商路

第 143 段,共 577 段 · 希腊语

内容简介

文中记述了提贝里乌斯和德鲁苏斯对阿尔卑斯东部部落的平定,以及东阿尔卑斯的地理构造和源自该处的河流,随后提及了对混血部落伊阿波德斯人的征服、经由奥克拉隘口的贸易路线以及阿尔卑斯独特的野生生物。

§4.6.9μετὰ δὲ τούτους οἱ ἐγγὺς ἤδη τοῦ Ἀδριατικοῦ μυχοῦ καὶ τῶν κατὰ Ἀκυληίαν τόπων οἰκοῦσι, Νωρικῶν τέ τινες καὶ Κάρνοι· τῶν δὲ Νωρικῶν εἰσι καὶ οἱ Ταυρίσκοι.
在这些人之后,居住着已经接近亚得里亚海最内角和阿奎莱亚附近地区的人,即一部分诺里库斯人和卡尔尼人;塔乌里斯基人也属于诺里库斯人。
πάντας δʼ ἔπαυσε τῶν ἀνέδην καταδρομῶν Τιβέριος καὶ ὁ ἀδελφὸς αὐτοῦ Δροῦσος θερείᾳ μιᾷ, ὥστʼ ἤδη τρίτον καὶ τριακοστὸν ἔτος ἐστὶν ἐξ οὗ καθʼ ἡσυχίαν ὄντες ἀπευτακτοῦσι τοὺς φόρους.
但是,提贝里乌斯和他的兄弟德鲁苏斯在仅仅一个夏天内就制止了他们所有放肆的侵扰,因此,自他们保持温顺并定期纳税以来,现在已经是第三十三个年头了。
κατὰ πᾶσαν δὲ τὴν τῶν Ἄλπεων ὀρεινὴν ἔστι μὲν καὶ γεώλοφα χωρία καλῶς γεωργεῖσθαι δυνάμενα καὶ αὐλῶνες εὖ συνεκτισμένοι, τὸ μέντοι πλέον καὶ μάλιστα περὶ τὰς κορυφάς, περὶ ὃ δὴ καὶ συνίσταντο οἱ λῃσταί, λυπρὸν καὶ ἄκαρπον διά τε τὰς πάχνας καὶ τὴν τραχύτητα τῆς γῆς.
在阿尔卑斯山的整个山区,确实有一些丘陵地带能够得到良好的耕作,也有建设良好的谷地,然而其大部分,尤其是山峰周围,也正是强盗们聚集的地方,由于霜冻和土地的崎岖而荒凉不毛。
κατὰ σπάνιν οὖν τροφῆς τε καὶ ἄλλων ἐφείδοντο ἔσθʼ ὅτε τῶν ἐν τοῖς πεδίοις, ἵνʼ ἔχοιεν χορηγούς· ἀντεδίδοσαν δὲ ῥητίνην πίτταν δᾷδα κηρὸν τυρὸν μέλι· τούτων γὰρ εὐπόρουν.
因此,由于食物和其他物资的匮乏,他们有时会放过平原上的居民,以便让他们作为供应者;作为回报,他们给他们树脂、沥青、松脂木、蜡、奶酪和蜂蜜,因为他们这些东西很丰富。
ὑπέρκειται δὲ τῶν Κάρνων τὸ Ἀπέννινον ὄρος, λίμνην ἔχον ἐξιεῖσαν εἰς τὸν Ἀτησῖνον ποταμόν, ὃς παραλαβὼν Ἄταγιν ἄλλον ποταμὸν εἰς τὸν Ἀδρίαν ἐκβάλλει.
在卡尔尼人的上方耸立着阿平宁山,它有一个湖泊流入阿特西诺斯河;这条河在接纳了另一条河阿塔吉斯河后,注入亚得里亚海。
ἐκ δὲ τῆς αὐτῆς λίμνης καὶ ἄλλος ποταμὸς εἰς τὸν Ἴστρον ῥεῖ, καλούμενος Ἰσάρας.
从同一个湖泊中,还有另一条河也流向伊斯特罗斯河,被称为伊萨拉斯河。
καὶ γὰρ ὁ Ἴστρος τὰς ἀρχὰς ἀπὸ τούτων λαμβάνει τῶν ὀρῶν πολυσχιδῶν ὄντων καὶ πολυκεφάλων.
因为伊斯特罗斯河也发源于这些分岔众多、峰峦叠嶂的山脉。
μέχρι μὲν γὰρ δεῦρο ἀπὸ τῆς Λιγυστικῆς συνεχῆ τὰ ὑψηλὰ τῶν Ἄλπεων διέτεινε καὶ ἑνὸς ὄρους φαντασίαν παρεῖχεν, εἶτʼ ἀνεθέντα καὶ ταπεινωθέντα ἐξαίρεται πάλιν εἰς πλείω μέρη καὶ πλείους κορυφάς.
因为从利古里亚直到这里,阿尔卑斯山的高处一直连续延伸,呈现出单一山脉的外观,但随后它们变得平缓而低矮,之后又重新在好几个部分和好几个山顶上升起。
πρώτη δʼ ἐστὶ τούτων ἡ τοῦ Ῥήνου πέραν καὶ τῆς λίμνης κεκλιμένη πρὸς ἕω ῥάχις μετρίως ὑψηλή, ὅπου αἱ τοῦ Ἴστρου πηγαὶ πλησίον Σοήβων καὶ τοῦ Ἑρκυνίου δρυμοῦ· ἄλλαι δʼ εἰσὶν ἐπιστρέφουσαι πρὸς τὴν Ἰλλυρίδα καὶ τὸν Ἀδρίαν, ὧν ἐστι τό τε Ἀπέννινον ὄρος τὸ λεχθὲν καὶ τὸ Τοῦλλον καὶ Φλιγαδία, τὰ ὑπερκείμενα τῶν Ὀυινδολικῶν, ἐξ ὧν ὁ Δούρας καὶ Κλάνις καὶ ἄλλοι πλείους χαραδρώδεις ποταμοὶ συμβάλλουσιν εἰς τὸ τοῦ Ἴστρου ῥεῖθρον.
其中第一个是位于莱茵河和湖泊之外、向东倾斜的适度高耸的脊梁,在那里,伊斯特罗斯河的源头靠近苏维汇人的土地和赫尔契尼亚森林;还有其他折向伊利里亚和亚得里亚海的脊梁,其中包括上述的阿平宁山、图鲁姆山和普里加迪亚山,它们耸立在温德利基人上方,从那里,杜拉斯河、克拉尼斯河以及其他多条急流般的河流汇入伊斯特罗斯河的河道。
§4.6.10καὶ οἱ Ἰάποδες δὲ ἤδη τοῦτο ἐπίμικτον Ἰλλυριοῖς καὶ Κελτοῖς ἔθνος περὶ τούτους οἰκοῦσι τοὺς τόπους, καὶ ἡ Ὄκρα πλησίον τούτων ἐστίν.
此外,伊阿波德斯人这一已经由伊利里亚人和凯尔特人混杂而成的部族也居住在这些地区周围,奥克拉也在他们附近。
οἱ μὲν οὖν Ἰάποδες πρότερον εὐανδροῦντες καὶ τοῦ ὄρους ἐφʼ ἑκάτερον τὴν οἴκησιν ἔχοντες καὶ τοῖς λῃστηρίοις ἐπικρατοῦντες, ἐκπεπόνηνται τελέως ὑπὸ τοῦ Σεβαστοῦ Καίσαρος καταπολεμηθέντες.
然而,伊阿波德斯人以前人口众多,在山脉两边都有居所,并凭借其强盗行径占尽上风,但现在已被尊严者凯撒击败而彻底被征服。
πόλεις δʼ αὐτῶν Μέτουλον Ἀρουπῖνοι Μονήτιον Ὀυένδων.
他们的城市有梅图隆、阿鲁皮诺伊、莫内蒂翁、温东。
μεθʼ οὓς ἡ Σεγεστικὴ πόλις ἐν πεδίῳ, παρʼ ἣν ὁ Σάος παραρρεῖ ποταμὸς ἐκδιδοὺς εἰς τὸν Ἴστρον.
在他们之后是平原上的塞盖斯提卡城,萨奥斯河流经其旁,注入伊斯特罗斯河。
κεῖται δὲ ἡ πόλις εὐφυῶς πρὸς τὸν κατὰ τῶν Δακῶν πόλεμον·
该城地理位置优越,便于对达契亚人作战。
ἡ δʼ Ὄκρα τὸ ταπεινότατον μέρος τῶν Ἄλπεών ἐστι καθʼ ὃ συνάπτουσι τοῖς Κάρνοις, καὶ διʼ οὗ τὰ ἐκ τῆς Ἀκυληίας φορτία κομίζουσιν ἁρμαμάξαις εἰς τὸν καλούμενον Ναύπορτον, σταδίων ὁδὸν οὐ πολὺ πλειόνων ἢ τετρακοσίων· ἐκεῖθεν δὲ τοῖς ποταμοῖς κατάγεται μέχρι τοῦ Ἴστρου καὶ τῶν ταύτῃ χωρίων.
而奥克拉是阿尔卑斯山最低矮的部分,在那里山脉与卡尔尼人接壤,人们通过这里将阿奎莱亚的货物用四轮马车运往所谓的纳乌波尔托斯,路程不超过四百多斯塔迪翁;从那里起,货物通过河流被运下,一直到达伊斯特罗斯河和该地区的其他地方。
παραρρεῖ γὰρ δὴ τὸν Ναύπορτον ποταμὸς ἐκ τῆς Ἰλλυρίδος φερόμενος πλωτός, ἐκβάλλει δʼ εἰς τὸν Σάον, ὥστʼ εὐμαρῶς εἰς τὴν Σεγεστικὴν κατάγεται καὶ τοὺς Παννονίους καὶ Ταυρίσκους.
因为确实有一条从伊利里亚流来的可通航的河流经纳乌波尔托斯,并注入萨奥斯河,因此可以轻易地运往塞盖斯提卡以及潘诺尼亚人和塔乌里斯基人那里。
συμβάλλει δʼ εἰς τὸν Σάον κατὰ τὴν πόλιν καὶ ὁ Κόλαπις· ἀμφότεροι δʼ εἰσὶ πλωτοί, ῥέουσι δʼ ἀπὸ τῶν Ἄλπεων.
科拉皮斯河也在该城附近汇入萨奥斯河;这两条河都可以通航,且都流自阿尔卑斯山。
ἔχουσι δʼ αἱ Ἄλπεις καὶ ἵππους ἀγρίους καὶ βόας.
阿尔卑斯山也有野马和野牛。
φησὶ δὲ Πολύβιος καὶ ἰδιόμορφόν τι γεννᾶσθαι ζῷον ἐν αὐταῖς ἐλαφοειδὲς τὸ σχῆμα πλὴν αὐχένος καὶ τριχώματος, ταῦτα δʼ ἐοικέναι κάπρῳ, ὑπὸ δὲ τῷ γενείῳ πυρῆνα ἴσχειν ὅσον σπιθαμιαῖον ἀκρόκομον, πωλικῆς κέρκου τὸ πάχος.
波利比乌斯还说,在山中产有一种形状独特的动物,除了脖子和毛发外,体态像鹿,而这两者(脖子和毛发)则像野猪,其下巴下有一个约一斯皮塔米长、顶端有毛、粗如小马尾巴的突起。

词汇与语法注释

  1. 4.6.9ἐξ οὗ — 关系代名词的属格中性单数,省去了表示时间的先行词(如 χρόνου),与前置词 ἐκ 连用表示时间起点的惯用表达,意为“自……以来”。
  2. 4.6.9περὶ ὃ δὴ — 尽管直接的前置词是阴性复数的 τὰς κορυφάς(山峰),但关系代名词 ὃ 却使用了中性单数。这并非指向特定的某个词,而是指代山峰周围的一整片区域,或者指代强盗聚集的“荒凉之地”这一模糊的整体概念。
  3. 4.6.10ἐκπεπόνηνται — 动词 ἐκπονέω 的完了被动态第三人称复数形式。该词通常意为“辛劳地完成”,但在此处被动态中,它在语境中具有特殊的含义,指“因战争而被彻底消耗、削弱、征服”。完了时态表示被征服的状态一直持续到当下。
  4. 4.6.10ταῦτα δʼ ἐοικέναι — 中性复数代词 ταῦτα 共同指代前文的 αὐχένος(阳性)和 τριχώματος(中性)。不定式 ἐοικέναι(相似)是由句首的 φησὶ δὲ Πολύβιος 所引导的间接引语(对格不定式结构)中的动词,而 ταῦτα 则作为其逻辑主语(对格)。

引用这一段

斯特拉波, 地理学 §4.6.9-4.6.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:4.6.9-4.6.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。