§4.6.1μετὰ δὲ τὴν ὑπὲρ τῶν Ἄλπεων Κελτικὴν καὶ τὰ ἔθνη τὰ ἔχοντα τὴν χώραν ταύτην περὶ αὐτῶν τῶν Ἄλπεων λεκτέον καὶ τῶν κατοικούντων αὐτάς, ἔπειτα περὶ τῆς συμπάσης Ἰταλίας, φυλάττουσιν ἐν τῇ γραφῇ τὴν αὐτὴν τάξιν ἥνπερ δίδωσιν ἡ τῆς χώρας φύσις.
アルプスの向こう側のケルト地方と、この地を領有する諸部族について説明した後は、アルプスそのものと、そこに居住する人々について語るべきであり、その後に全イタリアについて、記述において土地の自然が与えるのと同じ順序を守りながら語るべきである。
ἄρχονται μὲν οὖν αἱ Ἄλπεις οὐκ ἀπὸ Μονοίκου λιμένος, ὡς εἰρήκασί τινες, ἀλλʼ ἀπὸ τῶν αὐτῶν χωρίων ἀφʼ ὧνπερ καὶ τὰ Ἀπέννινα ὄρη κατὰ Γένουαν ἐμπόριον Λιγύων καὶ τὰ καλούμενα Σαβάτων ὀυάδα, ὅπερ ἐστὶ τενάγη·
さて、アルプスは、一部の人々が言っているようにモノイコスの港から始まるのではなく、アペニン山脈が始まるのと同じ場所、すなわちリグリア人の交易地であるゲヌアのあたり、およびサバタの「ウァダ」と呼ばれる場所(これは湿地である)から始まっている。
τὸ μὲν γὰρ Ἀπέννινον ἀπὸ Γενούας, αἱ δὲ Ἄλπεις ἀπὸ τῶν Σαβάτων ἔχουσι τὴν ἀρχήν·
なぜなら、アペニン山脈はゲヌアから、アルプスはサバタからその始まりを有しているからである。
στάδιοι δʼ εἰσὶ μεταξὺ Γενούας καὶ Σαβάτων διακόσιοι πρὸς τοῖς ἑξήκοντα·
ゲヌアとサバタの間は二百六十スタディオンである。
μετὰ δὲ τριακοσίους πρὸς τοῖς ἑβδομήκοντα Ἀλβίγγαυνόν ἐστι πόλισμα, οἱ δʼ ἐνοικοῦντες Λίγυες Ἴγγαυνοι καλοῦνται·
そして、三百七十スタディオンの後にアルビンガウノンという小さな町があり、そこに住むリグリア人はインガウニと呼ばれる。
ἐντεῦθεν δʼ εἰς Μονοίκου λιμένα τετρακόσιοι καὶ ὀγδοήκοντα.
そこからモノイコスの港までは四百八十スタディオンである。
ἔν τε τῷ μεταξὺ πόλις εὐμεγέθης Ἄλβιον Ἰντεμέλιον καὶ οἱ κατοικοῦντες Ἰντεμέλιοι.
その中間には、アルビオン・インテメリオンというかなりの大きさの町があり、そこに居住する人々はインテメリイと呼ばれる。
καὶ δὴ καὶ σημεῖον τίθενται τοῦ τὴν ἀρχὴν ἀπὸ τῶν Σαβάτων εἶναι ταῖς Ἄλπεσιν ἐκ τῶν ὀνομάτων τούτων·
そしてまさに、これらの名称から、彼らはアルプスがサバタから始まっていることの証拠を挙げる。
τὰ γὰρ Ἄλπεια καλεῖσθαι πρότερον Ἄλβια, καθάπερ καὶ Ἀλπεινά.
すなわち、アルプス(アルペイア)は以前はアルビア、さらにはアルペイナとも呼ばれていたからである。
καὶ γὰρ νῦν ἔτι τὸ ἐν τοῖς Ἰάποσιν ὄρος ὑψηλὸν συνάπτον πως τῇ Ὄκρᾳ καὶ ταῖς Ἄλπεσιν Ἄλβιον λέγεσθαι, ὡς ἂν μέχρι δεῦρο τῶν Ἄλπεων ἐκτεταμένων.
なぜなら、現在でもなお、イアポデス人の地にある高い山で、オクラ山やアルプスにいくらかつながっている山はアルビオンと呼ばれており、それはあたかもアルプスがここまで延びているかのようだからである。
§4.6.2τῶν οὖν Λιγύων τῶν μὲν ὄντων Ἰγγαύνων τῶν δὲ Ἰντεμελίων, εἰκότως τὰς ἐποικίας αὐτῶν ἐπὶ τῇ θαλάττῃ τὴν μὲν ὀνομάζεσθαι Ἄλβιον Ἰντεμέλιον οἷον Ἄλπειον, τὴν δὲ ἐπιτετμημένως μᾶλλον Ἀλβίγγαυνον.
したがって、リグリア人のうち一部はインガウニであり、一部はインテメリイであるため、海沿いにある彼らの入植地のうち、一方がアルビオン・インテメリオン、いわば「アルプス的」と呼ばれ、他方がより縮めてアルビンガウノンと呼ばれるのは当然のことである。
Πολύβιος δὲ προστίθησι τοῖς δυσὶ φύλοις τῶν Λιγύων τοῖς λεχθεῖσι τό τε τῶν Ὀξυβίων καὶ τὸ τῶν Δεκιητῶν.
ポリビオスは、言及されたこれら二つのリグリア人部族に、オクシュビイ族とデキエタエ族を加えている。
ὅλως δὲ ἡ παραλία αὕτη πᾶσα μέχρι Τυρρηνίας ἐκ Μονοίκου λιμένος προσεχής τέ ἐστι καὶ ἀλίμενος πλὴν βραχέων ὅρμων καὶ ἀγκυροβολίων.
総じて、モノイコス港からティレニア地方に至るまでのこの海岸線全体は一続きになっており、わずかな入り江や錨地を除いて港がない。
ὑπέρκεινται δὲ οἱ τῶν ὀρῶν ἐξαίσιοι κρημνοὶ στενὴν ἀπολείποντες πρὸς θαλάττῃ πάροδον.
そして、山々の途方もない絶壁が迫り、海の近くに狭い通路を残すのみとなっている。
κατοικοῦσι δὲ Λίγυες ζῶντες ἀπὸ θρεμμάτων τὸ πλέον καὶ γάλακτος καὶ κριθίνου πόματος, νεμόμενοι τά τε πρὸς θαλάττῃ χωρία καὶ τὸ πλέον τὰ ὄρη.
そこにはリグリア人が居住しており、主として家畜や乳、麦の飲み物で暮らしており、海沿いの土地や、それ以上に山地を所有している。
ἔχουσι δʼ ὕλην ἐνταῦθα παμπόλλην ναυπηγήσιμον καὶ μεγαλόδενδρον, ὥστʼ ἐνίων τοῦ πάχους τὴν διάμετρον ὀκτὼ ποδῶν εὑρίσκεσθαι·
彼らはそこに、造船に適した巨木からなる非常に多くの森林を有しており、そのいくつかの太さの直径は八フィートにも達する。
πολλὰ δὲ καὶ τῇ ποικιλίᾳ τῶν θυΐνων οὐκ ἔστι χείρω πρὸς τὰς τραπεζοποιίας.
また、木目の多様さにおいて、テーブル製作に使われるツヤハダヒノキに劣らない木も多い。
ταῦτά τε δὴ κατάγουσιν εἰς τὸ ἐμπόριον τὴν Γένουαν καὶ θρέμματα καὶ δέρματα καὶ μέλι, ἀντιφορτίζονται δὲ ἔλαιον καὶ οἶνον τὸν ἐκ τῆς Ἰταλίας·
彼らはこれらを、家畜や皮、蜂蜜とともに交易地ゲヌアへ運び降ろし、見返りにイタリアからのオリーブ油とワインを積んで帰る。
ὁ δὲ παρʼ αὐτοῖς ὀλίγος ἐστί, πιττίτης αὐστηρός.
彼らの土地のワインは少なく、ピッチの香りがして渋い。
ἐντεῦθεν δέ εἰσιν οἱ γίννοι λεγόμενοι ἵπποι τε καὶ ἡμίονοι, καὶ οἱ λιγυστῖνοί τε χιτῶνες καὶ σάγοι·
そこから「ギンノイ」と呼ばれる馬やラバが産出され、リグリア風のキトンやサゴス(マント)もそうである。
πλεονάζει δὲ καὶ τὸ λιγγούριον παρʼ αὐτοῖς, ὅ τινες ἤλεκτρον προσαγορεύουσι.
また、彼らの地にはリグリア石(リグリウム)も豊富にあり、ある人々はこれを琥珀と呼んでいる。
στρατεύονται δʼ ἱππεῖς μὲν οὐ πάνυ, ὁπλῖται δὲ ἀγαθοὶ καὶ ἀκροβολισταί·
彼らは騎兵としてはあまり従軍しないが、優秀な重装歩兵であり、また散兵でもある。
ἀπὸ δὲ τοῦ χαλκάσπιδας εἶναι τεκμαίρονταί τινες Ἕλληνας αὐτοὺς εἶναι.
彼らが青銅の盾を持つことから、ある人々は彼らがギリシア人であると推測している。
§4.6.3̔ο δὲ τοῦ Μονοίκου λιμὴν ὅρμος ἐστὶν οὐ μεγάλαις οὐδὲ πολλαῖς ναυσίν, ἔχων ἱερὸν Ἡρακλέους Μονοίκου καλουμένου·
モノイコスの港は、大きな船や多くの船のためのものではないが、モノイコスと呼ばれるヘラクレスの神殿を有している。
ἔοικε δὲ ἀπὸ τοῦ ὀνόματος καὶ μέχρι δεῦρο διατείνειν ὁ Μασσαλιωτικὸς παράπλους·
その名前からして、マッサリア人の沿岸航路はここまで延びていたようである。
διέχει δʼ Ἀντιπόλεως μικρῷ πλείους ἢ διακοσίους σταδίους.
これはアンティポリスから二百スタディオン余り離れている。
τοὐντεῦθεν δʼ ἤδη μέχρι Μασσαλίας καὶ μικρὸν προσωτέρω τὸ τῶν Σαλύων ἔθνος οἰκεῖ τὰς Ἄλπεις τὰς ὑπερκειμένας καί τινα τῆς αὐτῆς παραλίας ἀναμὶξ τοῖς Ἕλλησι.
そこからすでにマッサリアに至るまで、また少しその先まで、サリュエス族が、上方にそびえるアルプス山脈と、同じ海岸線の一部に、ギリシア人と混ざり合って住んでいる。
καλοῦσι δὲ τοὺς Σάλυας οἱ μὲν παλαιοὶ τῶν Ἑλλήνων Λίγυας καὶ τὴν χώραν, ἣν ἔχουσιν οἱ Μασσαλιῶται, Λιγυστικήν, οἱ δʼ ὕστερον Κελτολίγυας ὀνομάζουσι, καὶ τὴν μέχρι Αὐενίωνος καὶ τοῦ Ῥοδανοῦ πεδιάδα τούτοις προσνέμουσιν, ἀφʼ ἧς οὐ πεζὴν μόνον ἀλλὰ καὶ ἱππικὴν ἔστελλον στρατιάν, εἰς δέκα μέρη διῃρημένοι.
古代のギリシア人はサリュエス族をリグリア人と呼び、マッサリア人が領有している土地をリグリア(リグスティケ)と呼んでいたが、後世の人々は彼らをケルト・リグリア人と呼び、アウエニオンやローヌ川に至る平野を彼らに割り当てている。 彼らはそこから、十の部分に分かれて、歩兵だけでなく騎兵の軍隊も派遣していた。
πρώτους δʼ ἐχειρώσαντο Ῥωμαῖοι τούτους τῶν ὑπεραλπείων Κελτῶν, πολὺν χρόνον πολεμήσαντες καὶ τούτοις καὶ τοῖς Λίγυσιν, ἀποκεκλεικόσι τὰς εἰς τὴν Ἰβηρίαν παρόδους τὰς διὰ τῆς παραλίας.
ローマ人は、アルプスの向こう側のケルト人の中で最初に彼らを征服した。 彼らやリグリア人と長い間戦った末のことであった。 彼らは、海岸沿いを通るイベリアへの通路を遮断していたからである。
καὶ γὰρ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἐλῄζοντο καὶ τοσοῦτον ἴσχυον ὥστε μόλις στρατοπέδοις μεγάλοις πορευτὴν εἶναι τὴν ὁδόν.
実際、彼らは陸上でも海上でも略奪を行い、その勢力は非常に強かったため、大軍を伴わなければその道を通行することは困難なほどであった。
ὀγδοηκοστὸν δʼ ἔτος πολεμοῦντες διεπράξαντο μόλις ὥστʼ ἐπὶ δώδεκα σταδίους τὸ πλάτος ἀνεῖσθαι τὴν ὁδὸν τοῖς ὁδεύουσι δημοσίᾳ.
彼らは八十年間戦った末に、公務で旅する人々のために幅十二スタディオンの道路を開放させるのがやっとであった。
μετὰ ταῦτα μέντοι κατέλυσαν ἅπαντας καὶ διέταξαν αὐτοὶ τὰς πολιτείας, ἐπιστήσαντες φόβον.
しかしその後、ローマ人は彼ら全員を征服し、恐れを植え付けることで、自ら彼らの国制を組織した。