§4.5.3δὶς δὲ διέβη Καῖσαρ εἰς τὴν νῆσον ὁ θεός, ἐπανῆλθε δὲ διὰ ταχέων οὐδὲν μέγα διαπραξάμενος οὐδὲ προελθὼν ἐπὶ πολὺ τῆς νήσου, διά τε τὰς ἐν τοῖς Κελτοῖς γενομένας στάσεις τῶν τε βαρβάρων καὶ τῶν οἰκείων στρατιωτῶν, καὶ διὰ τὸ πολλὰ τῶν πλοίων ἀπολέσθαι κατὰ τὴν πανσέληνον αὔξησιν λαβουσῶν τῶν ἀμπώτεων καὶ τῶν πλημμυρίδων.
神君カエサルは二度この島に渡ったが、大した成果を上げることもなく、また島の奥深くに進むこともなく、速やかに帰還した。 その理由は、ケルト人の間で起こった、荒々しい部族たちおよび彼自身の兵士たちの反乱であり、また、満月の時期に引き潮と満潮が大きくなり、多くの船が失われたためであった。
δύο μέντοι ἢ τρεῖς νίκας ἐνίκησε τοὺς Βρεττανούς, καίπερ δύο τάγματα μόνον περαιώσας τῆς στρατιᾶς, καὶ ἀπήγαγεν ὅμηρά τε καὶ ἀνδράποδα καὶ τῆς ἄλλης λείας πλῆθος.
もっとも、彼は軍のうちわずか二軍団を渡らせただけであるにもかかわらず、ブリタニア人に二、三回勝利を収め、人質や奴隷、その他多くの戦利品を持ち帰った。
νυνὶ μέντοι τῶν δυναστῶν τινες τῶν αὐτόθι πρεσβεύσεσι καὶ θεραπείαις κατασκευασάμενοι τὴν πρὸς Καίσαρα τὸν Σεβαστὸν φιλίαν, ἀναθήματά τε ἀνέθηκαν ἐν τῷ Καπετωλίῳ καὶ οἰκείαν σχεδόν τι παρεσκεύασαν τοῖς Ῥωμαίοις ὅλην τὴν νῆσον·
しかし現在では、現地の支配者たちの一部が使節の派遣や敬意の表明によってアウグストゥス帝との友好関係を築き、カピトリウムに奉納物を捧げ、島全体をローマ人にとってほぼ親しいものにした。
τέλη τε οὔπως ὑπομένουσι βαρέα τῶν τε εἰσαγομένων εἰς τὴν Κελτικὴν ἐκεῖθεν καὶ τῶν ἐξαγομένων ἐνθένδε (ταῦτα δʼ ἐστὶν ἐλεφάντινα ψάλια καὶ περιαυχένια καὶ λυγγούρια καὶ ὑαλᾶ σκεύη καὶ ἄλλος ῥῶπος τοιοῦτος), ὥστε μηδὲν δεῖν φρουρᾶς τῆς νήσου·
そして彼らは、そこからケルト地方に輸入されるもの、またここから輸出されるものに対して、まったく重くない関税を容認している(これらは、象牙の環や首飾り、琥珀、ガラス容器、その他これらに類する雑貨である)。 そのため、島に守備隊を置く必要は全くない。
τοὐλάχιστον μὲν γὰρ ἑνὸς τάγματος χρῄζοι ἂν καὶ ἱππικοῦ τινος, ὥστε καὶ φόρους ἀπάγεσθαι παρʼ αὐτῶν, εἰς ἴσον δὲ καθίσταιτʼ ἂν τὸ ἀνάλωμα τῇ στρατιᾷ τοῖς προσφερομένοις χρήμασιν·
というのも、彼らから貢納金を徴収するためには、少なくとも一つの軍団といくらかの騎兵が必要となるであろうが、軍隊にかかる費用は徴収される金額と相殺されて等しくなってしまうだろうからである。
ἀνάγκη γὰρ μειοῦσθαι τὰ τέλη φόρων ἐπιβαλλομένων, ἅμα δὲ καὶ κινδύνους ἀπαντᾶν τινας βίας ἐπαγομένης.
なぜなら、貢納金が課されれば関税を減らさざるを得ず、同時に、武力行使が伴うことで、ある種の危険が生じることも避けられないからである。
§4.5.4εἰσὶ δὲ καὶ ἄλλαι περὶ τὴν Βρεττανικὴν νῆσοι μικραί· μεγάλη δʼ ἡ Ἰέρνη πρὸς ἄρκτον αὐτῇ παραβεβλημένη, προμήκης μᾶλλον πλάτος ἔχουσα.
ブリタニアの周囲には他にも小さな島々があるが、イエルネは大きく、ブリタニアの北側に並んで位置しており、幅よりも長さがある。
περὶ ἧς οὐδὲν ἔχομεν λέγειν σαφὲς πλὴν ὅτι ἀγριώτεροι τῶν Βρεττανῶν ὑπάρχουσιν οἱ κατοικοῦντες αὐτήν, ἀνθρωποφάγοι τε ὄντες καὶ πολυφάγοι, τούς τε πατέρας τελευτήσαντας κατεσθίειν ἐν καλῷ τιθέμενοι καὶ φανερῶς μίσγεσθαι ταῖς τε ἄλλαις γυναιξὶ καὶ μητράσι καὶ ἀδελφαῖς.
この島については、そこに住む人々がブリタニア人よりも野蛮であるということ以外、確かなことを語ることはできない。 彼らは食人種であり、大食漢であり、亡くなった父親を食べることを名誉なこととみなし、他の女性たちだけでなく、母親や姉妹たちとも公然と交わるからである。
καὶ ταῦτα δʼ οὕτω λέγομεν ὡς οὐκ ἔχοντες ἀξιοπίστους μάρτυρας·
もっとも、これらのことは信頼できる目撃者がいない状態で語っている。
καίτοι τό γε τῆς ἀνθρωποφαγίας καὶ Σκυθικὸν εἶναι λέγεται, καὶ ἐν ἀνάγκαις πολιορκητικαῖς καὶ Κελτοὶ καὶ Ἴβηρες καὶ ἄλλοι πλείους ποιῆσαι τοῦτο λέγονται.
とはいえ、人食いという習慣はスキタイ人のものであるとも言われており、また包囲戦による極限状態においては、ケルト人やイベリア人、その他の多くの人々もこれを行ったと言われている。
§4.5.5περὶ δὲ τῆς Θούλης ἔτι μᾶλλον ἀσαφὴς ἡ ἱστορία διὰ τὸν ἐκτοπισμόν·
トゥーレについては、その極端な遠隔地のために、歴史はさらに不明瞭である。
ταύτην γὰρ τῶν ὀνομαζομένων ἀρκτικωτάτην τιθέασιν.
なぜなら、人々はこれを最も北にあるものと位置づけているからである。
ἃ δʼ εἴρηκε Πυθέας περί τε ταύτης καὶ τῶν ἄλλων τῶν ταύτῃ τόπων ὅτι μὲν πέπλασται, φανερὸν ἐκ τῶν γνωριζομένων χωρίων·
ピュテアスがこの島やこの地域の他の場所について語っていることは、作り話であることが、よく知られている地域から明らかである。
κατέψευσται γὰρ αὐτῶν τὰ πλεῖστα, ὥσπερ καὶ πρότερον εἴρηται, ὥστε δῆλός ἐστιν ἐψευσμένος μᾶλλον περὶ τῶν ἐκτετοπισμένων.
というのも、以前にも述べたように、それらの地域の大部分について彼は嘘を言っているため、より遠く離れた地域については、彼がさらに多くの嘘をついていることは明らかだからである。
πρὸς μέντοι τὰ οὐράνια καὶ τὴν μαθηματικὴν θεωρίαν ἱκανῶς δόξει κεχρῆσθαι τοῖς πράγμασι τοῖς τῇ κατεψυγμένῃ ζώνῃ πλησιάζουσι τὸ τῶν καρπῶν εἶναι τῶν ἡμέρων καὶ ζῴων τῶν μὲν ἀφορίαν παντελῆ τῶν δὲ σπάνιν, κέγχρῳ δὲ καὶ ἀγρίοις λαχάνοις καὶ καρποῖς καὶ ῥίζαις τρέφεσθαι· παρʼ οἷς δὲ σῖτος καὶ μέλι γίγνεται, καὶ τὸ πόμα ἐντεῦθεν ἔχειν·
しかしながら、天体現象や数学的理論に関しては、彼が事実を十分に活用したと思われるかもしれない。 すなわち、寒帯に近い地域においては、栽培作物や動物のうち、あるものは完全に不毛であり、あるものは極めて稀であり、人々はキビや野生の野菜、果実、根を食べて暮らしているということ、また、穀物と蜂蜜が得られる人々の間では、飲み物もそこから作られるということ。
τὸν δὲ σῖτον, ἐπειδὴ τοὺς ἡλίους οὐκ ἔχουσι καθαρούς, ἐν οἴκοις μεγάλοις κόπτουσι, συγκομισθέντων δεῦρο τῶν σταχύων·
また、彼らは澄んだ日の光を得られないため、麦の穂を大きな家の中に刈り入れて、そこで脱穀する。
αἱ γὰρ ἅλως ἄχρηστοι γίνονται διὰ τὸ ἀνήλιον καὶ τοὺς ὄμβρους.
なぜなら、日光の不足と雨のために、屋外の脱穀場は役に立たないからである。