§4.6.4μετὰ δὲ τοὺς Σάλυας Ἀλβιεῖς καὶ Ἀλβίοικοι καὶ Ὀυοκόντιοι νέμονται τὰ προσάρκτια μέρη τῶν ὀρῶν.
サリュエス族の後は、アルビエイ族、アルビオイコイ族、そしてウォコンティイ族が、山地の北側の部分を領有している。
παρατείνουσι δὲ οἱ Ὀυοκόντιοι μέχρι Ἀλλοβρίγων, ἔχοντες αὐλῶνας ἐν βάθει τῆς ὀρεινῆς ἀξιολόγους καὶ οὐ χείρους ὧν ἔχουσιν ἐκεῖνοι.
ウォコンティイ族はアロブリゲス族の地まで延びており、山地の奥深くに、アロブリゲス族が有しているものに劣らない、注目に値する渓谷を有している。
Ἀλλόβριγες μὲν οὖν καὶ Λίγυες ὑπὸ τοῖς στρατηγοῖς τάττονται τοῖς ἀφικνουμένοις εἰς τὴν Ναρβωνῖτιν, Ὀυοκόντιοι δέ, καθάπερ τοὺς Ὀυόλκας ἔφαμεν τοὺς περὶ Νέμαυσον, τάττονται καθʼ αὑτούς.
したがって、アロブリゲス族とリグリア人たちは、ナルボニティス地方へ赴くローマの将軍たちの下に配置されているが、ウォコンティイ族は、ネマウスス周辺のウォルカエ族について我々が言ったように、単独で配置されている。
τῶν δὲ μεταξὺ τοῦ Ὀυάρου καὶ τῆς Γενούας Λιγύων οἱ μὲν ἐπὶ τῇ θαλάττῃ τοῖς Ἰταλιώταις εἰσὶν οἱ αὐτοί, ἐπὶ δὲ τοὺς ὀρεινοὺς πέμπεταί τις ὕπαρχος τῶν ἱππικῶν ἀνδρῶν, καθάπερ καὶ ἐπʼ ἄλλους τῶν τελέως βαρβάρων.
ウァルス川とゲヌアの間のリグリア人のうち、海沿いにいる者たちはイタリア人と同等の権利を有しているが、山地に住む者たちに対しては、完全に野蛮な他の人々に対してと同様に、騎士階級からなる一人の副官が派遣される。
§4.6.5μετὰ δὲ Ὀυοκοντίους Ἰκόνιοι καὶ Τρικόριοι καὶ μετʼ αὐτοὺς Μέδουλλοι, οἵπερ τὰς ὑψηλοτάτας ἔχουσι κορυφάς·
ウォコンティイ族の後はイコニイ族とトリコリイ族が、その次には、最も高い峰々を領有するメドゥリ族が続いている。
τὸ γοῦν ὀρθιώτατον αὐτῶν ὕψος σταδίων ἑκατὸν ἔχειν φασὶ τὴν ἀνάβασιν, κἀνθένδε πάλιν τὴν ἐπὶ τοὺς ὅρους τοὺς τῆς Ἰταλίας κατάβασιν.
実際、それらのうちで最も険しい高みは、上るのに百スタディオンあり、そこから再びイタリアの国境へと下るのにも同じだけあると言われている。
ἄνω δʼ ἔν τισι κοίλοις χωρίοις λίμνη τε συνίσταται μεγάλη καὶ πηγαὶ δύο οὐ πολὺ ἄπωθεν ἀλλήλων, ὧν ἐκ μὲν τῆς ἑτέρας εἶσιν ὁ Δρουεντίας ποταμὸς χαραδρώδης, ὃς ἐπὶ τὸν Ῥοδανὸν καταράττει, καὶ ὁ Δουρίας εἰς τἀναντία·
上方の、いくつかの窪んだ場所には、大きな湖が形成されており、互いにあまり離れない二つの水源がある。 それらのうち一方からは、急流をなすドルエンティアス川が流れ出てローヌ川へと激しく注ぎ、またドゥリアス川は反対方向へ流れる。
τῷ γὰρ Πάδῳ συμμίσγει κατενεχθεὶς διὰ Σαλασσῶν εἰς τὴν ἐντὸς τῶν Ἄλπεων Κελτικήν·
なぜなら、それはサラッシ族の地を通ってアルプスの内側のケルト地方へと下り、パドゥス川に合流するからである。
ἐκ δὲ τῆς ἑτέρας πολὺ ταπεινότερος τούτων τῶν χωρίων ἀναδίδωσιν αὐτὸς ὁ Πάδος πολύς τε καὶ ὀξύς, προϊὼν δὲ γίνεται μείζων καὶ πραότερος·
他方の水源からは、これらの場所よりもはるかに低いところで、パドゥス川自体が水量を豊かに、かつ激しく湧き出しており、進むにつれてより大きく、より穏やかになる。
ἐκ πολλῶν γὰρ λαμβάνει τὴν αὔξησιν ἐν τοῖς πεδίοις ἤδη γενόμενος καὶ πλατύνεται·
なぜなら、それはすでに平野に入ると多くの川から水量の増加を受け、川幅を広げるからである。
τῇ οὖν διαχύσει περισπᾷ καὶ ἀμβλύνει τὸν ῥοῦν·
したがって、水が広がる(分散する)ことによって、流れを分散させ、弱める。
εἰς δὲ τὴν Ἀδριατικὴν θάλατταν ἐκπίπτει μέγιστος γενόμενος τῶν κατὰ τὴν Εὐρώπην ποταμῶν πλὴν τοῦ Ἴστρου.
そしてアドリア海へと注ぎ出るが、そのときにはイストロス川を除いて、ヨーロッパの河川の中で最大のものとなっている。
ὑπέρκεινται δʼ οἱ Μέδουλλοι μάλιστα τῆς συμβολῆς τοῦ Ἴσαρος πρὸς τὸν Ῥοδανόν.
メドゥリ族は、主としてイサロス川とローヌ川の合流点の上方に位置している。
§4.6.6Ἐπὶ δὲ θάτερα μέρη τὰ πρὸς τὴν Ἰταλίαν κεκλιμένα τῆς λεχθείσης ὀρεινῆς Ταυρῖνοί τε οἰκοῦσι Λιγυστικὸν ἔθνος καὶ ἄλλοι Λίγυες.
言及された山地の、イタリア側へ傾斜している反対側の部分には、リグリア人部族であるタウリニ族や、他のリグリア人たちが住んでいる。
τούτων δʼ ἐστὶ καὶ ἡ τοῦ Δόννου λεγομένη γῆ καὶ ἡ τοῦ Κοττίου.
これらの中には、いわゆるドンヌスの土地やコッティオスの土地もある。
μετὰ δὲ τούτους καὶ τὸν Πάδον Σαλασσοί·
彼らおよびパドゥス川の後はサラッシ族である。
ὑπὲρ δὲ τούτων ἐν ταῖς κορυφαῖς Κέντρωνες καὶ Κατόριγες καὶ Ὀυάραγροι καὶ Ναντουᾶται καὶ ἡ Λημέννα λίμνη, διʼ ἧς ὁ Ῥοδανὸς φέρεται, καὶ ἡ πηγὴ τοῦ ποταμοῦ.
彼らの上方、山頂部には、ケントロネス族、カトリゲス族、ウァラグリ族、ナントゥアテス族、およびレメンナ湖があり、この湖を通ってローヌ川が流れ、また同河川の水源がある。
οὐκ ἄπωθεν δὲ τούτων οὐδὲ τοῦ Ῥήνου αἱ πηγαί, οὐδʼ ὁ Ἀδούλας τὸ ὄρος, ἐξ οὗ ῥεῖ καὶ ὁ Ῥῆνος ἐπὶ τὰς ἄρκτους καὶ ὁ Ἀδούας εἰς τἀναντία ἐμβάλλων εἰς τὴν Λάριον λίμνην τὴν πρὸς τῷ Κώμῳ.
これらから、またライン川の水源からも遠くないところに、アドゥラス山があり、そこからライン川は北へと流れ、アドゥアス川は反対方向へ流れてコームムの近くにあるラリウス湖へと注ぎ込む。
ὑπέρκεινται δὲ τοῦ Κώμου πρὸς τῇ ῥίζῃ τῶν Ἄλπεων ἱδρυμένου τῇ μὲν Ῥαιτοὶ καὶ Ὀυέννωνες ἐπὶ τὴν ἕω κεκλιμένοι, τῇ δὲ Ληπόντιοι καὶ Τριδεντῖνοι καὶ Στόνοι καὶ ἄλλα πλείω μικρὰ ἔθνη κατέχοντα τὴν Ἰταλίαν ἐν τοῖς πρόσθεν χρόνοις λῃστρικὰ καὶ ἄπορα·
アルプスの麓に位置するコームムの上方には、一方では東へ傾斜したラエティ族やウェンノネス族が、他方ではレポンティイ族、トリデンティニ族、ストニ族、およびその他の、かつてイタリアを領有していた、略奪を行い、貧困にあえぐいくつかの小さな部族たちが位置している。
νυνὶ δὲ τὰ μὲν ἐξέφθαρται τὰ δʼ ἡμέρωται τελέως, ὥστε τὰς διʼ αὐτῶν ὑπερβολὰς τοῦ ὄρους πρότερον οὔσας ὀλίγας καὶ δυσπεράτους νυνὶ πολλαχόθεν εἶναι καὶ ἀσφαλεῖς ἀπὸ τῶν ἀνθρώπων καὶ εὐβάτους, ὡς ἔνεστι, διὰ τὴν κατασκευήν.
しかし現在では、あるものは滅ぼされ、他のものは完全に帰順させられており、そのため、かつては数が少なく通行が困難であった、それらの地を通る山越えの道が、現在はいたるところにあり、人々からの襲撃に対して安全で、整備によって、可能な限り、容易に通行できるようになっている。
προσέθηκε γὰρ ὁ Σεβαστὸς Καῖσαρ τῇ καταλύσει τῶν λῃστῶν τὴν κατασκευὴν τῶν ὁδῶν ὅσην οἷόν τʼ ἦν·
というのも、アウグストゥス・カエサルは、略奪者たちの掃討に加えて、可能な限りの道路整備を行ったからである。
οὐ γὰρ δυνατὸν πανταχοῦ βιάσασθαι τὴν φύσιν διὰ πετρῶν καὶ κρημνῶν ἐξαισίων, τῶν μὲν ὑπερκειμένων τῆς ὁδοῦ τῶν δʼ ὑποπιπτόντων, ὥστε καὶ μικρὸν ἐκβᾶσιν ἄφυκτον εἶναι τὸν κίνδυνον, εἰς φάραγγας ἀβύσσους τοῦ πτώματος ὄντος.
なぜなら、道路の上方に覆いかぶさり、あるいは下方に切り立っている途方もない岩や絶壁のために、すべての場所で自然に打ち勝つことは不可能であり、そのため、道からほんの少し外れただけでも、奈落の谷底へと落下することになり、危険は避けられないからである。
οὕτω δέ ἐστι στενὴ κατά τι αὐτοῦ ἡ ὁδὸς ὥστʼ ἴλιγγον φέρειν τοῖς πεζῇ βαδίζουσι καὶ αὐτοῖς καὶ ὑποζυγίοις τοῖς ἀήθεσι·
また、その道路はある場所では非常に狭いため、徒歩で行く人々にとっても、また慣れていない荷獣たちにとっても目眩を引き起こすほどであるが、地元の荷獣たちは荷物を安全に運ぶ。
τὰ δʼ ἐπιχώρια κομίζει τοὺς φόρτους ἀσφαλῶς.
したがって、これらのことは解決不可能であり、上から滑り落ちてくる途方もない氷の板も同様で、これらは旅人の一団全体を遮断し、下方に横たわる谷底へと一緒に押し流してしまうことがある。
οὔτʼ οὖν ταῦτα ἰάσιμα οὔθʼ αἱ κατολισθάνουσαι πλάκες τῶν κρυστάλλων ἄνωθεν ἐξαίσιοι, συνοδίαν ὅλην ἀπολαμβάνειν δυνάμεναι καὶ συνεξωθεῖν εἰς τὰς ὑποπιπτούσας φάραγγας. πολλαὶ γὰρ ἀλλήλαις ἐπίκεινται πλάκες, πάγων ἐπὶ πάγοις γενομένων τῆς χιόνος κρυσταλλωδῶν καὶ τῶν ἐπιπολῆς ἀεὶ ῥᾳδίως ἀπολυομένων ἀπὸ τῶν ἐντὸς πρὶν διαλυθῆναι τελέως ἐν τοῖς ἡλίοις.
というのも、多くの氷の板が互いに重なり合っており、これは雪が氷のようになった氷の上にさらに氷が重なったもので、太陽の光で完全に溶けてしまう前に、表面のものが内側のものから常に容易に剥がれ落ちるからである。