§4.6.1μετὰ δὲ τὴν ὑπὲρ τῶν Ἄλπεων Κελτικὴν καὶ τὰ ἔθνη τὰ ἔχοντα τὴν χώραν ταύτην περὶ αὐτῶν τῶν Ἄλπεων λεκτέον καὶ τῶν κατοικούντων αὐτάς, ἔπειτα περὶ τῆς συμπάσης Ἰταλίας, φυλάττουσιν ἐν τῇ γραφῇ τὴν αὐτὴν τάξιν ἥνπερ δίδωσιν ἡ τῆς χώρας φύσις.
在叙述了阿尔卑斯山以外的凯尔特地区以及占有这片土地的部族之后,必须接着叙述阿尔卑斯山本身及其居民,然后是整个意大利,在写作中保持与该地区自然特征所赋予的相同顺序。
ἄρχονται μὲν οὖν αἱ Ἄλπεις οὐκ ἀπὸ Μονοίκου λιμένος, ὡς εἰρήκασί τινες, ἀλλʼ ἀπὸ τῶν αὐτῶν χωρίων ἀφʼ ὧνπερ καὶ τὰ Ἀπέννινα ὄρη κατὰ Γένουαν ἐμπόριον Λιγύων καὶ τὰ καλούμενα Σαβάτων ὀυάδα, ὅπερ ἐστὶ τενάγη· τὸ μὲν γὰρ Ἀπέννινον ἀπὸ Γενούας, αἱ δὲ Ἄλπεις ἀπὸ τῶν Σαβάτων ἔχουσι τὴν ἀρχήν· στάδιοι δʼ εἰσὶ μεταξὺ Γενούας καὶ Σαβάτων διακόσιοι πρὸς τοῖς ἑξήκοντα· μετὰ δὲ τριακοσίους πρὸς τοῖς ἑβδομήκοντα Ἀλβίγγαυνόν ἐστι πόλισμα, οἱ δʼ ἐνοικοῦντες Λίγυες Ἴγγαυνοι καλοῦνται· ἐντεῦθεν δʼ εἰς Μονοίκου λιμένα τετρακόσιοι καὶ ὀγδοήκοντα.
阿尔卑斯山并非如某些人所说始于摩诺伊科港,而是始于与亚平宁山脉相同的地区,即靠近利古里亚人的商埠热那亚以及被称为萨巴塔的“瓦达”(这是一片沼泽);因为亚平宁山脉始于热那亚,而阿尔卑斯山始于萨巴塔;热那亚和萨巴塔之间的距离为二百六十斯塔迪翁;而在三百七十斯塔迪翁之后是阿尔宾高农小镇,居住在那里的利古里亚人被称为因高尼;从那里到摩诺伊科港为四百八十斯塔迪翁。
ἔν τε τῷ μεταξὺ πόλις εὐμεγέθης Ἄλβιον Ἰντεμέλιον καὶ οἱ κατοικοῦντες Ἰντεμέλιοι.
在其中间是一个相当大的城镇,名为阿尔比翁·因特梅利翁,居民被称为因特梅利人。
καὶ δὴ καὶ σημεῖον τίθενται τοῦ τὴν ἀρχὴν ἀπὸ τῶν Σαβάτων εἶναι ταῖς Ἄλπεσιν ἐκ τῶν ὀνομάτων τούτων· τὰ γὰρ Ἄλπεια καλεῖσθαι πρότερον Ἄλβια, καθάπερ καὶ Ἀλπεινά.
事实上,他们根据这些名称提出了阿尔卑斯山始于萨巴塔的证据;因为阿尔卑斯山(Alpeia)以前被称为阿尔比亚,正如也被称为阿尔佩纳(Alpeina)一样。
καὶ γὰρ νῦν ἔτι τὸ ἐν τοῖς Ἰάποσιν ὄρος ὑψηλὸν συνάπτον πως τῇ Ὄκρᾳ καὶ ταῖς Ἄλπεσιν Ἄλβιον λέγεσθαι, ὡς ἂν μέχρι δεῦρο τῶν Ἄλπεων ἐκτεταμένων.
因为即使是现在,在伊阿波德斯人地区、与奥克拉山和阿尔卑斯山以某种方式相连的高山仍被称为阿尔比翁,就好像阿尔卑斯山一直延伸到这里一样。
§4.6.2τῶν οὖν Λιγύων τῶν μὲν ὄντων Ἰγγαύνων τῶν δὲ Ἰντεμελίων, εἰκότως τὰς ἐποικίας αὐτῶν ἐπὶ τῇ θαλάττῃ τὴν μὲν ὀνομάζεσθαι Ἄλβιον Ἰντεμέλιον οἷον Ἄλπειον, τὴν δὲ ἐπιτετμημένως μᾶλλον Ἀλβίγγαυνον.
因此,既然利古里亚人中有些是因高尼人,有些是因特梅利人,那么在他们海边的定居点中,一个被称为阿尔比翁·因特梅利翁(即“阿尔卑斯式”),而另一个更简略地被称为阿尔宾高农,也就是理所当然的了。
Πολύβιος δὲ προστίθησι τοῖς δυσὶ φύλοις τῶν Λιγύων τοῖς λεχθεῖσι τό τε τῶν Ὀξυβίων καὶ τὸ τῶν Δεκιητῶν.
波利比乌斯在上述两个利古里亚人部族之外,又增加了奥克西比人和德基埃塔人。
ὅλως δὲ ἡ παραλία αὕτη πᾶσα μέχρι Τυρρηνίας ἐκ Μονοίκου λιμένος προσεχής τέ ἐστι καὶ ἀλίμενος πλὴν βραχέων ὅρμων καὶ ἀγκυροβολίων.
总之,从摩诺伊科港一直到第勒尼安的这一整条海岸线是连续的,除了短小的海湾和锚地外,没有港口。
ὑπέρκεινται δὲ οἱ τῶν ὀρῶν ἐξαίσιοι κρημνοὶ στενὴν ἀπολείποντες πρὸς θαλάττῃ πάροδον.
山脉的巍峨峭壁耸立在上方,在海边留下一条狭窄的通道。
κατοικοῦσι δὲ Λίγυες ζῶντες ἀπὸ θρεμμάτων τὸ πλέον καὶ γάλακτος καὶ κριθίνου πόματος, νεμόμενοι τά τε πρὸς θαλάττῃ χωρία καὶ τὸ πλέον τὰ ὄρη.
利古里亚人居住于此,主要以牲畜、乳品和一种大麦饮料为生,占领着海边地区,更主要的是山地。
ἔχουσι δʼ ὕλην ἐνταῦθα παμπόλλην ναυπηγήσιμον καὶ μεγαλόδενδρον, ὥστʼ ἐνίων τοῦ πάχους τὴν διάμετρον ὀκτὼ ποδῶν εὑρίσκεσθαι· πολλὰ δὲ καὶ τῇ ποικιλίᾳ τῶν θυΐνων οὐκ ἔστι χείρω πρὸς τὰς τραπεζοποιίας.
他们在那里拥有极多用于造船的巨木森林,有些树木的直径厚度可达八英尺;而且,许多树木因其纹理的多样性,在制作桌子方面不亚于崖柏木。
ταῦτά τε δὴ κατάγουσιν εἰς τὸ ἐμπόριον τὴν Γένουαν καὶ θρέμματα καὶ δέρματα καὶ μέλι, ἀντιφορτίζονται δὲ ἔλαιον καὶ οἶνον τὸν ἐκ τῆς Ἰταλίας· ὁ δὲ παρʼ αὐτοῖς ὀλίγος ἐστί, πιττίτης αὐστηρός.
因此,他们将这些木材以及牲畜、皮革和蜂蜜运到他们的商埠热那亚,并换回来自意大利的橄榄油和葡萄酒;因为他们自己的葡萄酒很少,且带有树脂味和苦涩味。
ἐντεῦθεν δέ εἰσιν οἱ γίννοι λεγόμενοι ἵπποι τε καὶ ἡμίονοι, καὶ οἱ λιγυστῖνοί τε χιτῶνες καὶ σάγοι· πλεονάζει δὲ καὶ τὸ λιγγούριον παρʼ αὐτοῖς, ὅ τινες ἤλεκτρον προσαγορεύουσι.
这里出产被称为“金诺”的马和骡子,以及利古里亚式的希顿和萨戈斯(斗篷);他们那里也盛产林枯里翁石,有些人称之为琥珀。
στρατεύονται δʼ ἱππεῖς μὲν οὐ πάνυ, ὁπλῖται δὲ ἀγαθοὶ καὶ ἀκροβολισταί· ἀπὸ δὲ τοῦ χαλκάσπιδας εἶναι τεκμαίρονταί τινες Ἕλληνας αὐτοὺς εἶναι.
他们不怎么作为骑兵服役,但却是优秀的重装步兵和轻装步兵(散兵);从他们使用青铜盾牌这一事实,有些人推测他们是希腊人。
§4.6.3̔ο δὲ τοῦ Μονοίκου λιμὴν ὅρμος ἐστὶν οὐ μεγάλαις οὐδὲ πολλαῖς ναυσίν, ἔχων ἱερὸν Ἡρακλέους Μονοίκου καλουμένου· ἔοικε δὲ ἀπὸ τοῦ ὀνόματος καὶ μέχρι δεῦρο διατείνειν ὁ Μασσαλιωτικὸς παράπλους· διέχει δʼ Ἀντιπόλεως μικρῷ πλείους ἢ διακοσίους σταδίους.
摩诺伊科港是一个不能容纳大型或多数船只的停泊处,拥有一座被称为摩诺伊科的赫拉克勒斯神庙;从这个名字来看,马萨利亚人的沿岸航线似乎一直延伸到这里;它距离安提波利斯有两百多一点斯塔迪翁。
τοὐντεῦθεν δʼ ἤδη μέχρι Μασσαλίας καὶ μικρὸν προσωτέρω τὸ τῶν Σαλύων ἔθνος οἰκεῖ τὰς Ἄλπεις τὰς ὑπερκειμένας καί τινα τῆς αὐτῆς παραλίας ἀναμὶξ τοῖς Ἕλλησι.
从那里开始,直到马萨利亚,甚至更远一点的地方,萨柳埃族居住在上方耸立的阿尔卑斯山以及同一海岸线的部分地区,与希腊人混居。
καλοῦσι δὲ τοὺς Σάλυας οἱ μὲν παλαιοὶ τῶν Ἑλλήνων Λίγυας καὶ τὴν χώραν, ἣν ἔχουσιν οἱ Μασσαλιῶται, Λιγυστικήν, οἱ δʼ ὕστερον Κελτολίγυας ὀνομάζουσι, καὶ τὴν μέχρι Αὐενίωνος καὶ τοῦ Ῥοδανοῦ πεδιάδα τούτοις προσνέμουσιν, ἀφʼ ἧς οὐ πεζὴν μόνον ἀλλὰ καὶ ἱππικὴν ἔστελλον στρατιάν, εἰς δέκα μέρη διῃρημένοι.
古希腊人称萨柳埃人为利古里亚人,而将马萨利亚人占有的土地称为利古斯蒂卡,本篇之后的作者称他们为凯尔特-利古里亚人,并将直到阿维尼翁和罗讷河的平原划归给他们。 他们从那里,分为十个部分,不仅派出步兵,还派出骑兵。
πρώτους δʼ ἐχειρώσαντο Ῥωμαῖοι τούτους τῶν ὑπεραλπείων Κελτῶν, πολὺν χρόνον πολεμήσαντες καὶ τούτοις καὶ τοῖς Λίγυσιν, ἀποκεκλεικόσι τὰς εἰς τὴν Ἰβηρίαν παρόδους τὰς διὰ τῆς παραλίας.
罗马人首先征服了这些阿尔卑斯山外的凯尔特人,在与他们以及利古里亚人进行了长期的战争之后,因为他们阻断了通过海岸进入伊比利亚的通道。
καὶ γὰρ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἐλῄζοντο καὶ τοσοῦτον ἴσχυον ὥστε μόλις στρατοπέδοις μεγάλοις πορευτὴν εἶναι τὴν ὁδόν.
因为事实上,他们在陆上和海上都进行掠夺,而且势力如此强大,以至于即使对于大军来说,道路也几乎无法通行。
ὀγδοηκοστὸν δʼ ἔτος πολεμοῦντες διεπράξαντο μόλις ὥστʼ ἐπὶ δώδεκα σταδίους τὸ πλάτος ἀνεῖσθαι τὴν ὁδὸν τοῖς ὁδεύουσι δημοσίᾳ.
但在战斗了八十年之后,罗马人费尽周折,才使得这条道路为因公旅行的人留出十二斯塔迪翁的宽度。
μετὰ ταῦτα μέντοι κατέλυσαν ἅπαντας καὶ διέταξαν αὐτοὶ τὰς πολιτείας, ἐπιστήσαντες φόβον.
然而,在此之后,他们彻底征服了所有人,并亲自组织了他们的国家体制,在他们心中植入了恐惧。