Humanitext Reader

ストラボン · 地理誌 §4.5.1-4.5.2

ブリタニアの形状と航路および住民の習俗

138 / 577 箇所 · ギリシア語

要旨

ブリタニアの地理的な形状と寸法、大陸からの4つの航路を説明し、カエサルの遠征に言及する。さらに、その自然、産物、住民の巨大な体格や素朴で野蛮な習俗、多雨霧深き気候について詳述する。

§4.5.1̔η δὲ Βρεττανικὴ τρίγωνος μέν ἐστι τῷ σχήματι, παραβέβληται δὲ τὸ μέγιστον αὐτῆς πλευρὸν τῇ Κελτικῇ, τοῦ μήκους οὔθʼ ὑπερβάλλον οὔτʼ ἐλλεῖπον·
ブリタニアは形状においては三角形であり、その最も長い辺はケルト地方に沿って並んでおり、長さにおいてそれを超えることも下回ることもない。
ἔστι γὰρ ὅσον τετρακισχιλίων καὶ τριακοσίων ἢ τετρακοσίων σταδίων ἑκάτερον, τό τε Κελτικὸν τὸ ἀπὸ τῶν ἐκβολῶν τοῦ Ῥήνου μέχρι πρὸς τὰ βόρεια τῆς Πυρήνης ἄκρα τὰ κατὰ Ἀκυιτανίαν, καὶ τὸ ἀπὸ Καντίου τοῦ καταντικρὺ τῶν ἐκβολῶν τοῦ Ῥήνου, ἑωθινωτάτου σημείου τῆς Βρεττανικῆς, μέχρι πρὸς τὸ ἑσπέριον ἄκρον τῆς νήσου τὸ κατὰ τὴν Ἀκυιτανίαν καὶ τὴν Πυρήνην ἀντικείμενον.
なぜなら、それぞれの長さは約四千三百または四千四百スタディオンだからである。 すなわち、ライン川の河口からアクィタニアに面するピレネー山脈の北の端にいたるケルト地方の辺と、ライン川の河口の真向かいに位置するカンティウム(ブリタニアの最東端の地点)から、アクィタニアとピレネー山脈の向かい側に位置するこの島の西の端にいたる辺である。
τοῦτο μὲν δὴ τοὐλάχιστον διάστημα ἀπὸ τῆς Πυρήνης ἐπὶ τὸν Ῥῆνόν ἐστιν, ἐπεὶ τὸ μέγιστον εἴρηται ὅτι καὶ πεντακισχιλίων σταδίων ἐστίν·
これがピレネーからライン川までの最小の距離であるが、最大の距離は五千スタディオンに及ぶと言われている。
ἀλλʼ εἰκὸς εἶναί τινα σύννευσιν ἐκ τῆς παραλλήλου θέσεως τῷ ποταμῷ πρὸς τὸ ὄρος, ἀμφοτέρωθεν ἐπιστροφῆς τινος γινομένης κατὰ τὰς πρὸς τὸν ὠκεανὸν ἐσχατιάς.
しかし、川が山に対して並行に配置されていることから何らかの傾斜が生じていると思われ、大洋に面した両端において、両側から何らかの湾曲が生じている。
§4.5.2τέτταρα δʼ ἐστὶ διάρματα, οἷς χρῶνται συνήθως ἐπὶ τὴν νῆσον ἐκ τῆς ἠπείρου, τὰ ἀπὸ τῶν ἐκβολῶν τῶν ποταμῶν, τοῦ τε Ῥήνου καὶ τοῦ Σηκοάνα καὶ τοῦ Λίγηρος καὶ τοῦ Γαρούνα.
大陸からこの島へと渡るために通常用いられる航路は四つあり、それらはライン川、セコアナス川、リゲル川、ガルナス川の河口からのものである。
τοῖς δʼ ἀπὸ τῶν περὶ τὸν Ῥῆνον τόπων ἀναγομένοις οὐκ ἀπʼ αὐτῶν τῶν ἐκβολῶν ὁ πλοῦς ἐστιν, ἀλλὰ ἀπὸ τῶν ὁμορούντων τοῖς Μεναπίοις Μορίνων, παρʼ οἷς ἐστὶ καὶ τὸ Ἴτιον, ᾧ ἐχρήσατο ναυστάθμῳ Καῖσαρ ὁ θεός, διαίρων εἰς τὴν νῆσον·
ライン川周辺の地方から出航する者たちにとって、船路は河口そのものからではなく、メナピオイ人と国境を接するモリノイ人の領土からであり、そこには神君カエサルが島へ渡る際に港として用いたイチオンもある。
νύκτωρ δʼ ἀνήχθη, καὶ τῇ ὑστεραίᾳ κατῆρε περὶ τετάρτην ὥραν τριακοσίους καὶ εἴκοσι σταδίους τοῦ διάπλου τελέσας·
彼は夜間に出帆し、翌日の第四時頃に到着し、三百二十スタディオンの航海を終えた。
κατέλαβε δʼ ἐν ἀρούραις τὸν σῖτον.
そして彼は耕作地で穀物を確保した。
ἔστι δʼ ἡ πλείστη τῆς νήσου πεδιὰς καὶ κατάδρυμος, πολλὰ δὲ καὶ γεώλοφα τῶν χωρίων ἐστί, φέρει δὲ σῖτον καὶ βοσκήματα καὶ χρυσὸν καὶ ἄργυρον καὶ σίδηρον·
この島の大部分は平坦で森に覆われており、多くの地域は丘陵地でもある。 そして、穀物、家畜、金、銀、鉄を産出する。
ταῦτά δὴ κομίζεται ἐξ αὐτῆς καὶ δέρματα καὶ ἀνδράποδα καὶ κύνες εὐφυεῖς πρὸς τὰς κυνηγεσίας·
これらがこの島から運び出され、さらに皮革、奴隷、そして狩猟に優れた能力を持つ犬も輸出される。
Κελτοὶ δὲ καὶ πρὸς τοὺς πολέμους χρῶνται καὶ τούτοις καὶ τοῖς ἐπιχωρίοις.
ケルト人は戦争のためにも、これらの犬と自分たちの在来の犬の両方を用いている。
οἱ δὲ ἄνδρες εὐμηκέστεροι τῶν Κελτῶν εἰσι καὶ ἧσσον ξανθότριχες, χαυνότεροι δὲ τοῖς σώμασι.
また、男たちはケルト人よりも背が高く、髪の赤みが少なく、体つきは引き締まっていない。
σημεῖον δὲ τοῦ μεγέθους· ἀντίπαιδας γὰρ εἴδομεν ἡμεῖς ἐν Ῥώμῃ τῶν ὑψηλοτάτων αὐτόθι ὑπερέχοντας καὶ ἡμιποδίῳ, βλαισοὺς δὲ καὶ τἆλλα οὐκ εὐγράμμους τῇ συστάσει.
彼らの大きさを示す証拠として、私たち自身がローマで、そこにいる最も背の高い人々よりも半フィートも高い若者たちを見たが、彼らはガニ股で、その他の体格においても均整が取れていなかった。
τὰ δʼ ἔθη τὰ μὲν ὅμοια τοῖς Κελτοῖς τὰ δʼ ἁπλούστερα καὶ βαρβαρώτερα, ὥστʼ ἐνίους γάλακτος εὐποροῦντας μὴ τυροποιεῖν διὰ τὴν ἀπειρίαν, ἀπείρους δʼ εἶναι καὶ κηπείας καὶ ἄλλων γεωργικῶν.
習俗に関しては、ケルト人と同様のものもあるが、より単純で野蛮なものもあり、牛乳が豊富にあるにもかかわらず、経験不足のためにチーズを作らない者や、園芸やその他の農業についても全く経験がない者がいるほどである。
δυναστεῖαι δʼ εἰσὶ παρʼ αὐτοῖς.
彼らの間には支配者たちがいる。
πρὸς δὲ τοὺς πολέμους ἀπήναις χρῶνται τὸ πλέον, καθάπερ καὶ τῶν Κελτῶν ἔνιοι.
また、戦争においては主として二輪馬車を用いるが、これはケルト人の一部と同様である。
πόλεις δʼ αὐτῶν εἰσιν οἱ δρυμοί· περιφράξαντες γὰρ δένδρεσι καταβεβλημένοις εὐρυχωρῆ κύκλον ἐνταῦθα καὶ αὐτοὶ καλυβοποιοῦνται καὶ τὰ βοσκήματα κατασταθμεύουσιν οὐ πρὸς πολὺν χρόνον.
彼らにとっての都市とは森のことであり、切り倒した木々で広い円形の区域を囲み、そこに自分たちの小屋を建て、家畜を短期間だけ囲いに入れるのである。
ἔπομβροι δʼ εἰσὶν οἱ ἀέρες μᾶλλον ἢ νιφετώδεις·
気候は雪が降るよりもむしろ雨が多い。
ἐν δὲ ταῖς αἰθρίαις ὁμίχλη κατέχει πολὺν χρόνον, ὥστε διʼ ἡμέρας ὅλης ἐπὶ τρεῖς μόνον ἢ τέτταρας ὥρας τὰς περὶ τὴν μεσημβρίαν ὁρᾶσθαι τὸν ἥλιον.
晴れた日でさえ、霧が長い時間立ち込めるため、一日中、正午近くの三、四時間しか太陽が見えないほどである。
τοῦτο δὲ κἀν τοῖς Μορίνοις συμβαίνει καὶ τοῖς Μεναπίοις καὶ ὅσοι τούτων πλησιόχωροι.
これはモリノイ人やメナピオイ人、また彼らに隣接するすべての人々にも起こることである。

語釈・文法注

  1. 4.5.1τοῦ μήκους οὔθʼ ὑπερβάλλον οὔτʼ ἐλλεῖπον — τοῦ μήκους(その長さ)は属格。これは分詞 ὑπερβάλλον(超える)および ἐλλεῖπον(下回る)に支配される属格であり、「長さを超えることも下回ることもない」という意味になる。これを関係の属格(長さにおいて)とみなす解釈も不可能ではないが、一般的には他動詞的用法として直接の目的語のように取られる。
  2. 4.5.1ἀλλʼ εἰκὸς εἶναί τινα σύννευσιν — 非人称の形容詞 εἰκός(当然である、もっともらしい)に導かれた、τινα σύννευσιν を意味上の主語とする対格不定詞構文。また後続する τῷ ποταμῷ は与格であり、τῆς παραλλήλου θέσεως(並行する位置関係)にかかって「川に対する並行関係」を表す。末尾の ἀμφοτέρωθεν... γινομένης は属格絶対構文をなす。
  3. 4.5.2τοῖς δʼ ἀπὸ τῶν περὶ τὸν Ῥῆνον τόπων ἀναγομένοις — 与格分詞句。これは関与の与格(または判断者の与格)として機能しており、後続する主節の主語および述語部(ὁ πλοῦς ἐστιν)全体にかかり、「ライン川周辺の地方から出航する人々にとっては、船路は〜である」という関係を明示している。
  4. 4.5.2ἀντίπαιδας — ἀντίπαις(子供の年齢に近い若者)の対格複数であり、主動詞 εἴδομεν(私たちは見た)の直接目的語。後続する τῶν ὑψηλοτάτων は比較の属格であり、ἡμιποδίῳ(半フィート)は「どれだけ超えているか」の程度の差を示す与格である。
  5. 4.5.2ὥστʼ ἐνίους γάλακτος εὐποροῦντας μὴ τυροποιεῖν — 結果を示す接頭辞 ὥστε に導かれた対格不定詞構文。ἐνίους(ある人々が)が意味上の主語であり、τυροποιεῖν(チーズを作る)が不定詞である。分詞 εὐποροῦντας(豊富に持っている)が支配する格として、名詞 γάλακτος が属格になっている。

この箇所を引用する

ストラボン, 地理誌 §4.5.1-4.5.2. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:4.5.1-4.5.2

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。