Humanitext Reader

斯特拉波 · 地理学 §4.5.3-4.5.5

罗马对不列颠的关系及周边岛屿

第 139 段,共 577 段 · 希腊语

内容简介

记述了恺撒对不列颠的远征及其有限的成果,以及在奥古斯都统治下当前和平的外交与贸易关系。此外,还讨论了邻近的伊尔内岛的野蛮习俗,以及关于极北之地图勒的皮特阿斯真伪参半的记载。

§4.5.3δὶς δὲ διέβη Καῖσαρ εἰς τὴν νῆσον ὁ θεός, ἐπανῆλθε δὲ διὰ ταχέων οὐδὲν μέγα διαπραξάμενος οὐδὲ προελθὼν ἐπὶ πολὺ τῆς νήσου, διά τε τὰς ἐν τοῖς Κελτοῖς γενομένας στάσεις τῶν τε βαρβάρων καὶ τῶν οἰκείων στρατιωτῶν, καὶ διὰ τὸ πολλὰ τῶν πλοίων ἀπολέσθαι κατὰ τὴν πανσέληνον αὔξησιν λαβουσῶν τῶν ἀμπώτεων καὶ τῶν πλημμυρίδων.
神君恺撒曾两度渡海前往该岛,但由于蛮族和自己士兵在凯尔特人中引起骚乱,以及在满月潮汐变大时损毁了许多船只,他未取得任何重大成就,也未深入该岛便迅速返回。
δύο μέντοι ἢ τρεῖς νίκας ἐνίκησε τοὺς Βρεττανούς, καίπερ δύο τάγματα μόνον περαιώσας τῆς στρατιᾶς, καὶ ἀπήγαγεν ὅμηρά τε καὶ ἀνδράποδα καὶ τῆς ἄλλης λείας πλῆθος.
然而,尽管他只运送了两个军团的兵力,他还是两三次击败了不列颠人,并带回了人质、奴隶和大量其他战利品。
νυνὶ μέντοι τῶν δυναστῶν τινες τῶν αὐτόθι πρεσβεύσεσι καὶ θεραπείαις κατασκευασάμενοι τὴν πρὸς Καίσαρα τὸν Σεβαστὸν φιλίαν, ἀναθήματά τε ἀνέθηκαν ἐν τῷ Καπετωλίῳ καὶ οἰκείαν σχεδόν τι παρεσκεύασαν τοῖς Ῥωμαίοις ὅλην τὴν νῆσον·
不过,现在那里的某些统治者通过派遣使节和表示敬意,与奥古斯都皇帝建立了友好关系,在卡皮托林山献上了奉纳物,并使几乎整个岛屿都对罗马人变得如同自国一般。
τέλη τε οὔπως ὑπομένουσι βαρέα τῶν τε εἰσαγομένων εἰς τὴν Κελτικὴν ἐκεῖθεν καὶ τῶν ἐξαγομένων ἐνθένδε (ταῦτα δʼ ἐστὶν ἐλεφάντινα ψάλια καὶ περιαυχένια καὶ λυγγούρια καὶ ὑαλᾶ σκεύη καὶ ἄλλος ῥῶπος τοιοῦτος), ὥστε μηδὲν δεῖν φρουρᾶς τῆς νήσου·
他们对从该岛输入凯尔特地区的物品以及从这里输出的物品,承受着绝不沉重的关税(这些物品包括象牙环和项链、琥珀、玻璃器皿以及其他类似的杂货),因此该岛完全不需要守备队。
τοὐλάχιστον μὲν γὰρ ἑνὸς τάγματος χρῄζοι ἂν καὶ ἱππικοῦ τινος, ὥστε καὶ φόρους ἀπάγεσθαι παρʼ αὐτῶν, εἰς ἴσον δὲ καθίσταιτʼ ἂν τὸ ἀνάλωμα τῇ στρατιᾷ τοῖς προσφερομένοις χρήμασιν· ἀνάγκη γὰρ μειοῦσθαι τὰ τέλη φόρων ἐπιβαλλομένων, ἅμα δὲ καὶ κινδύνους ἀπαντᾶν τινας βίας ἐπαγομένης.
因为要向他们征收贡赋,至少需要一个军团和一些骑兵,而维持军队的开支将与收缴上来的资金相抵;因为一旦课征贡赋,关税就势必会减少,同时,如果诉诸武力,也会面临某些危险。
§4.5.4εἰσὶ δὲ καὶ ἄλλαι περὶ τὴν Βρεττανικὴν νῆσοι μικραί· μεγάλη δʼ ἡ Ἰέρνη πρὸς ἄρκτον αὐτῇ παραβεβλημένη, προμήκης μᾶλλον πλάτος ἔχουσα.
在不列颠周围还有其他一些小岛,但伊尔内岛很大,在北侧与它平行,长度大于宽度。
περὶ ἧς οὐδὲν ἔχομεν λέγειν σαφὲς πλὴν ὅτι ἀγριώτεροι τῶν Βρεττανῶν ὑπάρχουσιν οἱ κατοικοῦντες αὐτήν, ἀνθρωποφάγοι τε ὄντες καὶ πολυφάγοι, τούς τε πατέρας τελευτήσαντας κατεσθίειν ἐν καλῷ τιθέμενοι καὶ φανερῶς μίσγεσθαι ταῖς τε ἄλλαις γυναιξὶ καὶ μητράσι καὶ ἀδελφαῖς.
关于这个岛,我们没有什么确切的事可以奉告,只知道那里的居民比不列颠人更为野蛮,他们既是食人者又是大食汉,认为吃掉去世的父亲是体面的,并且公然与其他妇女以及母亲和姐妹发生性关系。
καὶ ταῦτα δʼ οὕτω λέγομεν ὡς οὐκ ἔχοντες ἀξιοπίστους μάρτυρας· καίτοι τό γε τῆς ἀνθρωποφαγίας καὶ Σκυθικὸν εἶναι λέγεται, καὶ ἐν ἀνάγκαις πολιορκητικαῖς καὶ Κελτοὶ καὶ Ἴβηρες καὶ ἄλλοι πλείους ποιῆσαι τοῦτο λέγονται.
不过,我们说这些是因为我们没有可靠的目击者;尽管据说食人的习俗也存在于斯基泰人中,而且在围城战的迫不得已的情况下,凯尔特人、伊比利亚人以及其他许多人据说也曾这样做过。
§4.5.5περὶ δὲ τῆς Θούλης ἔτι μᾶλλον ἀσαφὴς ἡ ἱστορία διὰ τὸν ἐκτοπισμόν· ταύτην γὰρ τῶν ὀνομαζομένων ἀρκτικωτάτην τιθέασιν.
关于图勒,由于其地理位置极端偏远,其历史记录更加模糊;因为人们将它视为已被命名的地方中最北端的一个。
ἃ δʼ εἴρηκε Πυθέας περί τε ταύτης καὶ τῶν ἄλλων τῶν ταύτῃ τόπων ὅτι μὲν πέπλασται, φανερὸν ἐκ τῶν γνωριζομένων χωρίων· κατέψευσται γὰρ αὐτῶν τὰ πλεῖστα, ὥσπερ καὶ πρότερον εἴρηται, ὥστε δῆλός ἐστιν ἐψευσμένος μᾶλλον περὶ τῶν ἐκτετοπισμένων.
皮特阿斯关于这个地方和该地区其他地方所说的话是虚构的,这从已知的地区中就可以看得很清楚;因为正如以前所说,他对这些地方的大多数叙述都是虚假的,因此很明显,关于那些极端偏远的地方,他撒了更多的谎。
πρὸς μέντοι τὰ οὐράνια καὶ τὴν μαθηματικὴν θεωρίαν ἱκανῶς δόξει κεχρῆσθαι τοῖς πράγμασι τοῖς τῇ κατεψυγμένῃ ζώνῃ πλησιάζουσι τὸ τῶν καρπῶν εἶναι τῶν ἡμέρων καὶ ζῴων τῶν μὲν ἀφορίαν παντελῆ τῶν δὲ σπάνιν, κέγχρῳ δὲ καὶ ἀγρίοις λαχάνοις καὶ καρποῖς καὶ ῥίζαις τρέφεσθαι· παρʼ οἷς δὲ σῖτος καὶ μέλι γίγνεται, καὶ τὸ πόμα ἐντεῦθεν ἔχειν·
然而,在天体现象和数学理论方面,他似乎已经充分利用了事实:即对于那些靠近寒带的人来说,栽培果实和动物要么完全不产,要么有些极为稀少,他们以小米、野生蔬菜、果实和根茎为食;而在有谷物和蜂蜜的地方,他们的饮料也来自于此。
τὸν δὲ σῖτον, ἐπειδὴ τοὺς ἡλίους οὐκ ἔχουσι καθαρούς, ἐν οἴκοις μεγάλοις κόπτουσι, συγκομισθέντων δεῦρο τῶν σταχύων· αἱ γὰρ ἅλως ἄχρηστοι γίνονται διὰ τὸ ἀνήλιον καὶ τοὺς ὄμβρους.
至于谷物,因为他们没有清朗的阳光,他们把麦穗收集到大房子里,在那里脱粒;因为由于没有阳光和下雨,露天的打谷场变得毫无用处。

词汇与语法注释

  1. 4.5.3διά τε τὰς ἐν τοῖς Κελτοῖς γενομένας στάσεις τῶν τε βαρβάρων καὶ τῶν οἰκείων στρατιωτῶν — 由介词 διά 引导的表示原因的短语。属格 τῶν τε βαρβάρων καὶ τῶν οἰκείων στρατιωτῶν 作为主格性属格修饰名词 στάσεις(骚乱、叛乱),意为“蛮族们的叛乱以及他自己士兵们的动荡”。
  2. 4.5.3ὥστε μηδὲν δεῖν φρουρᾶς τῆς νήσου — 由结果连词 ὥστε 引导,后接非人称动词 δεῖν(及它要求的属格 φρουρᾶς)的对格与不定式结构,表示“因此该岛完全不需要守备队”。
  3. 4.5.3εἰς ἴσον δὲ καθίσταιτʼ ἂν τὸ ἀνάλωμα τῇ στρατιᾷ τοῖς προσφερομένοις χρήμασιν — 带有 ἄν 的潜在希求法(καθίσταιτʼ ἂν)。与格 τοῖς προσφερομένοις χρήμασιν 取决于形容词 ἴσον,表示“军队的开支将与收缴上来的资金相抵”。
  4. 4.5.5πρὸς μέντοι τὰ οὐράνια καὶ τὴν μαθηματικὴν θεωρίαν ἱκανῶς δόξει κεχρῆσθαι τοῖς πράγμασι — 将来时动词 δόξει 的主语是皮特阿斯。不定式 κεχρῆσθαι 来自支配与格 τοῖς πράγμασι 的动词 χράομαι。整句意为“在天体现象和数学理论方面,他似乎已经充分利用了事实”。
  5. 4.5.5τὸ τῶν καρπῶν εἶναι τῶν ἡμέρων καὶ ζῴων τῶν μὲν ἀφορίαν παντελῆ τῶν δὲ σπάνιν — 解释前文“事实”(τοῖς πράγμασι)具体内容的对格与不定式从句。不定式 εἶναι 的主语是包含对格名词 ἀφορίαν 和 σπάνιν 的名词短语,它们由属格 τῶν καρπῶν...(栽培作物与动物)修饰。

引用这一段

斯特拉波, 地理学 §4.5.3-4.5.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:4.5.3-4.5.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。