§4.4.1μετὰ δὲ τὰ λεχθέντα ἔθνη τὰ λοιπὰ Βελγῶν ἐστιν ἔθνη τῶν παρωκεανιτῶν, ὧν Ὀυένετοι μέν εἰσιν οἱ ναυμαχήσαντες πρὸς Καίσαρα·
今しがた述べられた諸部族の次には、大洋沿いのベルガエ人の残りの諸部族がおり、そのうちのウェネティ族が、かつてカエサルと海戦を交えた者たちである。
ἕτοιμοι γὰρ ἦσαν κωλύειν τὸν εἰς τὴν Βρεττανικὴν πλοῦν χρώμενοι τῷ ἐμπορίῳ.
というのも、彼らはその交易地を利用しつつ、ブリタニアへの航路を妨げる用意をしていたからである。
κατεναυμάχησε δὲ ῥᾳδίως, οὐκ ἐμβόλοις χρώμενος (ἦν γὰρ παχέα τὰ ξύλα) ἀλλʼ ἀνέμῳ φερομένων ἐπʼ αὐτὸν κατέσπων οἱ Ῥωμαῖοι τὰ ἱστία δορυδρεπάνοις·
しかし、カエサルは容易に彼らを海戦で破った。 突角を用いることなしに(というのも、船の木材が厚かったからである)。 そうではなく、風に吹かれて彼らが彼に向かって突進してくるところを、ローマ人たちが大鎌を付けた長槍でその帆を引きずり下ろしたのである。
ἦν γὰρ σκύτινα διὰ τὴν βίαν τῶν ἀνέμων· ἁλύσεις δʼ ἔτεινον ἀντὶ κάλων.
というのも、風の強さゆえに帆は革製であったからであり、また、彼らはロープの代わりに鎖を張っていた。
πλατύπυγα δὲ ποιοῦσι καὶ ὑψίπρυμνα καὶ ὑψόπρῳρα διὰ τὰς ἀμπώτεις, δρυΐνης ὕλης ἧς ἐστιν εὐπορία·
彼らは引き潮に備えて、船を平底にし、艫と舳先を高く作る。 これには豊富にあるオークの木材を用いる。
διόπερ οὐ συνάγουσι τὰς ἁρμονίας τῶν σανίδων, ἀλλʼ ἀραιώματα καταλείπουσι·
それゆえ、彼らは外板の継ぎ目を密着させず、隙間を残しておく。
ταῦτα δὲ βρύοις διανάττουσι τοῦ μὴ κατὰ τὰς νεωλκίας καπυροῦσθαι τὴν ὕλην μὴ νοτιζομένην, τοῦ μὲν βρύου νοτιωτέρου ὄντος τῇ φύσει, τῆς δὲ δρυὸς ξηρᾶς καὶ ἀλιποῦς.
そして、船を引き上げる際に、湿らされない木材が乾燥して脆くなるのを防ぐために、これらの隙間に苔を詰め込む。 苔は性質上、比較的湿り気を帯びているが、オークは乾燥していて油分がないからである。
τούτους οἶμαι τοὺς Ὀυενέτους οἰκιστὰς εἶναι τῶν κατὰ τὸν Ἀδρίαν·
私は、このウェネティ族がアドリア海沿岸のウェネティ人の入植者であると考えている。
καὶ γὰρ οἱ ἄλλοι πάντες σχεδόν τι οἱ ἐν τῇ Ἰταλίᾳ Κελτοὶ μετανέστησαν ἐκ τῆς ὑπὲρ τῶν Ἄλπεων γῆς, καθάπερ καὶ οἱ Βόιοι καὶ Σένονες·
というのも、イタリアにいる他のほぼすべてのケルト人が、ボイイ族やセノネス族と同様に、アルプスを越えた土地から移住したからである。
διὰ δὲ τὴν ὁμωνυμίαν Παφλαγόνας φασὶν αὐτούς.
しかし、名前が同じであることから、人々は彼らをパフラゴニア人の末裔であると言う。
λέγω δʼ οὐκ ἰσχυριζόμενος·
私はこれを断定的に言っているのではない。
ἀρκεῖ γὰρ περὶ τῶν τοιούτων τὸ εἰκός.
そのような事柄については、もっともらしさがあれば十分だからである。
Ὀσίσμιοι δʼ εἰσίν, οὓς τιμίους ὀνομάζει Πυθέας, ἐπί τινος προπεπτωκυίας ἱκανῶς ἄκρας εἰς τὸν ὠκεανὸν οἰκοῦντες, οὐκ ἐπὶ τοσοῦτον δὲ ἐφʼ ὅσον ἐκεῖνος φησι καὶ οἱ πιστεύσαντες ἐκείνῳ.
また、オシスミオイ族がいるが、彼らをピュテアスはティミオイと呼んでおり、大洋へとかなり突き出た岬に住んでいる。 しかし、彼や彼を信じた人々が言うほど突き出ているわけではない。
τῶν δὲ μεταξὺ ἐθνῶν τοῦ τε Σηκοάνα καὶ τοῦ Λίγηρος οἱ μὲν τοῖς Σηκοανοῖς οἱ δὲ τοῖς Ἀρουέρνοις ὁμοροῦσι.
セコアナス川とリゲル川の間にいる諸部族のうち、ある者はセコアノイ族に、別の者はアルウェルノイ族に隣接している。
§4.4.2τὸ δὲ σύμπαν φῦλον, ὃ νῦν Γαλλικόν τε καὶ Γαλατικὸν καλοῦσιν, ἀρειμάνιόν ἐστι καὶ θυμικόν τε καὶ ταχὺ πρὸς μάχην, ἄλλως δὲ ἁπλοῦν καὶ οὐ κακόηθες.
現在ガリア人あるいはガラティア人と呼ばれている部族全体は、戦いを好み、情熱的で、戦闘へと素早く動くが、それ以外では単純で悪意がない。
διὰ δὲ τοῦτο ἐρεθισθέντες μὲν ἀθρόοι συνίασι πρὸς τοὺς ἀγῶνας καὶ φανερῶς καὶ οὐ μετὰ περισκέψεως, ὥστε καὶ εὐμεταχείριστοι γίνονται τοῖς καταστρατηγεῖν ἐθέλουσι·
このため、彼らは刺激を受けると、集団で一斉に、公然と、かつ熟慮することなく戦いへと赴き、その結果、計略で彼らを打ち負かそうとする人々にとって扱いやすい存在となる。
καὶ γὰρ ὅτε βούλεται καὶ ὅπου καὶ ἀφʼ ἧς ἔτυχε προφάσεως παροξύνας τις αὐτοὺς ἑτοίμους ἔσχε πρὸς τὸν κίνδυνον, πλὴν βίας καὶ τόλμης οὐδὲν ἔχοντας τὸ συναγωνιζόμενον.
なぜなら、誰であれ、自分が望む時に、望む場所で、たまたま生じたどのような口実からでも彼らを激高させれば、彼らを危険に立ち向かわせる用意をさせることができたからであり、彼らは力と大胆さのほかには、戦いを助けるものを何も持っていないのである。
παραπεισθέντες δὲ εὐμαρῶς ἐνδιδόασι πρὸς τὸ χρήσιμον, ὥστε καὶ παιδείας ἅπτεσθαι καὶ λόγων.
しかし、説得されると、彼らは有益なことに対して容易に服従し、教養や学問に取り組むまでに至る。
τῆς δὲ βίας τὸ μὲν ἐκ τῶν σωμάτων ἐστὶ μεγάλων ὄντων, τὸ δʼ ἐκ τοῦ πλήθους·
彼らの力の一部は、その強大な身体に由来し、一部は、その数の多さに由来する。
συνίασι δὲ κατὰ πλῆθος ῥᾳδίως διὰ τὸ ἁπλοῦν καὶ αὐθέκαστον, συναγανακτούντων τοῖς ἀδικεῖσθαι δοκοῦσιν ἀεὶ τῶν πλησίον.
また、彼らが容易に大勢で集まるのは、その単純さと一徹さのためであり、不当な扱いを受けていると思われる人々に、隣人たちが常に共鳴して憤慨するからである。
νυνὶ μὲν οὖν ἐν εἰρήνῃ πάντες εἰσὶ δεδουλωμένοι καὶ ζῶντες κατὰ τὰ προστάγματα τῶν ἑλόντων αὐτοὺς Ῥωμαίων, ἀλλʼ ἐκ τῶν παλαιῶν χρόνων τοῦτο λαμβάνομεν περὶ αὐτῶν καὶ τῶν μέχρι νῦν συμμενόντων παρὰ τοῖς Γερμανοῖς νομίμων.
もっとも、現在は彼らは皆、征服者であるローマ人の命令に従って平穏に服従し生活しているが、私たちは彼らに関するこの特徴を、古の時代から、また現在までゲルマン人のもとで維持されている慣習から理解している。
καὶ γὰρ τῇ φύσει καὶ τοῖς πολιτεύμασιν ἐμφερεῖς εἰσι καὶ συγγενεῖς ἀλλήλοις οὗτοι, ὅμορόν τε οἰκοῦσι χώραν διοριζομένην τῷ Ῥήνῳ ποταμῷ καὶ παραπλήσια ἔχουσαν τὰ πλεῖστα.
というのも、彼らは本性においても社会体制においても互いに似通っており、親縁関係にあり、ライン川によって仕切られ、ほとんどの点で非常によく似た隣接する土地に住んでいるからである。
ἀρκτικωτέρα δʼ ἐστὶν ἡ Γερμανία, κρινομένων τῶν τε νοτίων μερῶν πρὸς τὰ νότια καὶ τῶν ἀρκτικῶν πρὸς τὰ ἀρκτικά.
ただし、ゲルマニアの方がより北に位置している(南の部分を南の部分と、北の部分を北の部分と比較した場合)。
διὰ τοῦτο δὲ καὶ τὰς μεταναστάσεις αὐτῶν ῥαδίως ὑπάρχειν συμβαίνει, φερομένων ἀγεληδὸν καὶ πανστρατιᾷ, μᾶλλον δὲ καὶ πανοικίων ἐξαιρόντων, ὅταν ὑπʼ ἄλλων ἐκβάλλωνται κρειττόνων.
このため、彼らが他の一層強力な人々によって追い払われるときには、群れをなし、全軍で、というよりもむしろ家族全員で移住することが容易に行われるのである。
οἵ τε Ῥωμαῖοι πολὺ ῥᾷον τούτους ἐχειρώσαντο ἢ τοὺς Ἴβηρας·
また、ローマ人にとっても、イベリア人を征服するよりも彼らを屈服させる方がはるかに容易であった。
καὶ γὰρ ἤρξαντο πρότερον καὶ ἐπαύσαντο ὕστερον ἐκείνοις πολεμοῦντες, τούτους δʼ ἐν τῷ μεταξὺ χρόνῳ πάντας κατέλυσαν, τοὺς ἀνὰ μέσον Ῥήνου καὶ τῶν Πυρηναίων ὀρῶν σύμπαντας.
というのも、ローマ人はイベリア人に対してはより早く戦争を開始し、より遅く終了したのに対し、彼らガリア人、すなわちライン川とピレネー山脈の間にいる者たち全員を、その中間の期間ですべて制圧してしまったからである。
ἀθρόοι γὰρ καὶ κατὰ πλῆθος ἐμπίπτοντες ἀθρόοι κατελύοντο, οἱ δʼ ἐταμίευον καὶ κατεκερμάτιζον τοὺς ἀγῶνας, ἄλλοτε ἄλλοι καὶ κατʼ ἄλλα μέρη λῃστρικῶς πολεμοῦντες.
ガリア人たちは一団となって大勢で襲いかかるため、一挙に制圧されたが、イベリア人たちは戦いを小出しにして細分化し、それぞれ異なる時期に、異なる場所で、ゲリラ的に戦ったからである。
εἰσὶ μὲν οὖν μαχηταὶ πάντες τῇ φύσει, κρείττους δʼ ἱππόται ἢ πεζοί, καὶ ἔστι Ῥωμαίοις τῆς ἱππείας ἀρίστη παρὰ τούτων.
したがって、彼らは皆、生まれながらにして戦士であるが、歩兵よりも騎兵として優れており、ローマ人にとっても最良の騎兵は彼らから供給されている。
ἀεὶ δὲ οἱ προσβορρότεροι καὶ παρωκεανῖται μαχιμώτεροι.
そして、常により北方にいる者たちや大洋沿いの者たちの方が、より好戦的である。