§4.4.3τούτων δὲ τοὺς Βέλγας ἀρίστους φασίν, εἰς πεντεκαίδεκα ἔθνη διῃρημένους, τὰ μεταξὺ τοῦ Ῥήνου καὶ τοῦ Λίγηρος παροικοῦντα τὸν ὠκεανόν, ὥστε μόνους ἀντέχειν πρὸς τὴν τῶν Γερμανῶν ἔφοδον, Κίμβρων καὶ Τευτόνων.
これらの中で、ベルガエ人が最も優れていると言われており、彼らは十五の部族に分かれ、ライン川とリゲル川の間で大洋沿いに住んでおり、その結果、ゲルマン人、すなわちキンブリ族とテウトネス族の侵略に対して、彼らだけが持ちこたえたのである。
αὐτῶν δὲ τῶν Βελγῶν Βελλοάκους ἀρίστους φασί, μετὰ δὲ τούτους Σουεσσίωνας.
ベルガエ人自身の中では、ベッロワキ族が最も優れていると言われ、彼らの次にはスエッシオネス族が続く。
τῆς δὲ πολυανθρωπίας σημεῖον· εἰς γὰρ τριάκοντα μυριάδας ἐξετάζεσθαί φασι τῶν Βελγῶν πρότερον τῶν δυναμένων φέρειν ὅπλα.
人口の多さの兆候としては、かつて武器を携えることができるベルガエ人の数が三十万に達すると査定されたと言われている。
εἴρηται δὲ καὶ τὸ τῶν Ἐλουηττίων πλῆθος καὶ τὸ τῶν Ἀρουέρνων καὶ τὸ τῶν συμμάχων, ἐξ ὧν ἡ πολυανθρωπία φαίνεται καὶ ὅπερ εἶπον ἡ τῶν γυναικῶν ἀρετὴ πρὸς τὸ τίκτειν καὶ ἐκτρέφειν τοὺς παῖδας.
また、ヘルウェティイ族の数、アルウェルニ族の数、および同盟者の数についても既に述べられたが、これらから彼らの人口の多さと、先に私が言った、子供を産み育てることに関する女性たちの徳が明らかになる。
σαγηφοροῦσι δὲ καὶ κομοτροφοῦσι καὶ ἀναξυρίσι χρῶνται περιτεταμέναις, ἀντὶ δὲ χιτώνων σχιστοὺς χειριδωτοὺς φέρουσι μέχρι αἰδοίων καὶ γλουτῶν.
彼らはサグム(外套)を着用し、髪を長く伸ばし、ぴったりとしたズボンを穿く。 チュニックの代わりに、性器と臀部まで届く、袖付きで切り込みの入った衣を身にまとっている。
ἡ δʼ ἐρέα τραχεῖα μὲν ἀκρόμαλλος δέ, ἀφʼ ἧς τοὺς δασεῖς σάγους ἐξυφαίνουσιν οὓς λαίνας καλοῦσιν·
その羊毛は粗いが、毛先が縮れており、これを使って彼らはライナと呼ばれる厚手のサグムを織り上げる。
οἱ μέντοι Ῥωμαῖοι καὶ ἐν τοῖς προσβορροτάτοις ὑποδιφθέρους τρέφουσι ποίμνας ἱκανῶς ἀστείας ἐρέας.
しかしローマ人は、極北の地においてすら、上質な羊毛のために、皮を被せた羊の群れをかなり見事に飼育している。
ὁπλισμὸς δὲ σύμμετρος τοῖς τῶν σωμάτων μεγέθεσι, μάχαιρα μακρὰ παρηρτημένη παρὰ τὸ δεξιὸν πλευρόν, καὶ θυρεὸς μακρὸς καὶ λόγχαι κατὰ λόγον καὶ μάδαρις, πάλτου τι εἶδος.
武装は身体の大きさに比例しており、長い剣が右脇に吊るされ、長い盾、それに比例した槍、そして投槍の一種であるマダリスが用いられる。
χρῶνται δὲ καὶ τόξοις ἔνιοι καὶ σφενδόναις·
弓や投石器を用いる者も一部にいる。
ἔστι δέ τι καὶ γρόσφῳ ἐοικὸς ξύλον, ἐκ χειρὸς οὐκ ἐξ ἀγκύλης ἀφιέμενον, τηλεβολώτερον καὶ βέλους, ᾧ μάλιστα καὶ πρὸς τὰς τῶν ὀρνέων χρῶνται θήρας.
また、グロスフォスに似た木製の武器があり、紐からではなく手から放たれ、矢よりも遠くに飛ぶ。 彼らは主にこれを鳥の狩猟に用いる。
χαμευνοῦσι δὲ καὶ μέχρι νῦν οἱ πολλοὶ καὶ καθεζόμενοι δειπνοῦσιν ἐν στιβάσι.
彼らの多くは現在でも床の上に寝ており、敷物の上に座って食事をとる。
τροφὴ δὲ πλείστη μετὰ γάλακτος καὶ κρεῶν παντοίων, μάλιστα δὲ τῶν ὑείων καὶ νέων καὶ ἁλιστῶν.
食事は主に牛乳とあらゆる種類の肉からなり、特に新鮮な、あるいは塩漬けにされた豚肉である。
αἱ δʼ ὕες καὶ ἀγραυλοῦσιν ὕψει τε καὶ ἀλκῇ καὶ τάχει διαφέρουσαι·
豚は野外で飼育され、大きさ、強さ、速さにおいて際立っている。
κίνδυνος γοῦν ἐστι τῷ ἀήθει προσιόντι, ὡσαύτως καὶ λύκῳ.
それゆえ、不慣れな者が近づくのは危険であり、狼にとっても同様である。
τοὺς δʼ οἴκους ἐκ σανίδων καὶ γέρρων ἔχουσι μεγάλους θολοειδεῖς, ὄροφον πολὺν ἐπιβάλλοντες.
彼らは板と編み枝でできた、大きな丸屋根の家を持ち、大量のわらぶき屋根を被せている。
οὕτως δʼ ἐστὶ δαψιλῆ καὶ τὰ ποίμνια καὶ τὰ ὑοφόρβια ὥστε τῶν σάγων καὶ τῆς ταριχείας ἀφθονίαν μὴ τῇ Ῥώμῃ χορηγεῖσθαι μόνον, ἀλλὰ καὶ τοῖς πλείστοις μέρεσι τῆς Ἰταλίας.
羊の群れも豚の群れも非常に豊富であるため、外套や塩蔵肉がローマに供給されるだけでなく、イタリアの大部分にも豊富に供給されている。
ἀριστοκρατικαὶ δʼ ἦσαν αἱ πλείους τῶν πολιτειῶν·
国制の大部分は貴族制であった。
ἕνα δʼ ἡγεμόνα ᾑροῦντο κατʼ ἐνιαυτὸν τὸ παλαιόν, ὡς δʼ αὕτως εἰς πόλεμον εἷς ὑπὸ τοῦ πλήθους ἀπεδείκνυτο στρατηγός·
古くは一年に一人の指導者を選び、同様に戦争の際には民衆によって一人の将軍が任命された。
νυνὶ δὲ προσέχουσι τοῖς τῶν Ῥωμαίων προστάγμασι τὸ πλέον.
しかし現在では、ローマ人の命令に主に従っている。
ἴδιον δὲ τὸ ἐν τοῖς συνεδρίοις συμβαῖνον·
民会で起こる事柄には独特なものがある。
ἐὰν γάρ τις θορυβῇ τὸν λέγοντα καὶ ὑποκρούσῃ, προσιὼν ὁ ὑπηρέτης ἐσπασμένος τὸ ξίφος κελεύει σιγᾶν μετʼ ἀπειλῆς, μὴ παυομένου δέ, καὶ δεύτερον καὶ τρίτον ποιεῖ τὸ αὐτό, τελευταῖον δὲ ἀφαιρεῖ τοῦ σάγου τοσοῦτον ὅσον ἄχρηστον ποιῆσαι τὸ λοιπόν.
もし誰かが発言者を騒がせたり遮ったりすると、従者が引き抜いた剣を持って近づき、威嚇しつつ静粛にするよう命じる。 もしその者がやめなければ、二度、三度と同じことを行い、最後には外套を切り取って、残りの部分を使えなくしてしまう。
τὸ δὲ περὶ τοὺς ἄνδρας καὶ τὰς γυναῖκας, τὸ διηλλάχθαι τὰ ἔργα ὑπεναντίως τοῖς παρʼ ἡμῖν, κοινὸν καὶ πρὸς ἄλλους συχνοὺς τῶν βαρβάρων ἐστί.
男女の役割が、私たちのところとは逆に、互いに入れ替わっているという事実については、他の多くの野蛮人にも共通する特徴である。
§4.4.4παρὰ πᾶσι δʼ ὡς ἐπίπαν τρία φῦλα τῶν τιμωμένων διαφερόντως ἐστί, βάρδοι τε καὶ ὀυάτεις καὶ δρυΐδαι·
彼らの間では、一般に、格段に重んじられる三つの階層がある。 すなわちバルドイ、ウァテイス、ドルイドである。
βάρδοι μὲν ὑμνηταὶ καὶ ποιηταί, ὀυάτεις δὲ ἱεροποιοὶ καὶ φυσιολόγοι, δρυΐδαι δὲ πρὸς τῇ φυσιολογίᾳ καὶ τὴν ἠθικὴν φιλοσοφίαν ἀσκοῦσι·
バルドイは賛歌の歌い手であり詩人であり、ウァテイスは犠牲を司る者であり自然学者であり、ドルイドは自然学に加えて倫理哲学も修めている。
δικαιότατοι δὲ νομίζονται καὶ διὰ τοῦτο πιστεύονται τάς τε ἰδιωτικὰς κρίσεις καὶ τὰς κοινάς, ὥστε καὶ πολέμους διῄτων πρότερον καὶ παρατάττεσθαι μέλλοντας ἔπαυον, τὰς δὲ φονικὰς δίκας μάλιστα τούτοις ἐπετέτραπτο δικάζειν.
彼らは最も正義にかなっているとみなされ、それゆえ私的な裁判も公的な裁判も委ねられている。 その結果、かつては戦争の調停も行い、合戦に及ぼうとしている者たちを制止した。 とりわけ殺人罪の訴訟は彼らに委ねられていた。
ὅταν τε φορὰ τούτων ᾖ, φορὰν καὶ τῆς χώρας νομίζουσιν ὑπάρχειν.
彼らの豊作のときには、土地の豊作もまたもたらされると信じられている。
ἀφθάρτους δὲ λέγουσι καὶ οὗτοι καὶ ἄλλοι τὰς ψυχὰς καὶ τὸν κόσμον, ἐπικρατήσειν δέ ποτε καὶ πῦρ καὶ ὕδωρ.
彼らや他の人々は、魂と宇宙は不滅であり、いつの日か火と水が打ち勝つことになると主張している。