§4.4.1μετὰ δὲ τὰ λεχθέντα ἔθνη τὰ λοιπὰ Βελγῶν ἐστιν ἔθνη τῶν παρωκεανιτῶν, ὧν Ὀυένετοι μέν εἰσιν οἱ ναυμαχήσαντες πρὸς Καίσαρα· ἕτοιμοι γὰρ ἦσαν κωλύειν τὸν εἰς τὴν Βρεττανικὴν πλοῦν χρώμενοι τῷ ἐμπορίῳ.
在刚才叙述的那些部落之后,剩下的属于大洋沿岸的贝尔加人部落,其中维内蒂人是曾与凯撒进行海战的那些人;因为他们利用自己的贸易站,准备阻碍前往不列颠的航行。
κατεναυμάχησε δὲ ῥᾳδίως, οὐκ ἐμβόλοις χρώμενος (ἦν γὰρ παχέα τὰ ξύλα) ἀλλʼ ἀνέμῳ φερομένων ἐπʼ αὐτὸν κατέσπων οἱ Ῥωμαῖοι τὰ ἱστία δορυδρεπάνοις· ἦν γὰρ σκύτινα διὰ τὴν βίαν τῶν ἀνέμων· ἁλύσεις δʼ ἔτεινον ἀντὶ κάλων.
但凯撒轻易地在海战中击败了他们,并没有使用突角(因为船只的木材很厚),而是当他们在风力吹送下朝他冲过来时,罗马人用大镰长枪拉倒了他们的船帆;因为由于风力强劲,船帆是皮革制的,而且他们用铁链代替了缆绳。
πλατύπυγα δὲ ποιοῦσι καὶ ὑψίπρυμνα καὶ ὑψόπρῳρα διὰ τὰς ἀμπώτεις, δρυΐνης ὕλης ἧς ἐστιν εὐπορία·
由于落潮的关系,他们将船只造成平底、高艫和高艏,使用富足的橡树木材。
διόπερ οὐ συνάγουσι τὰς ἁρμονίας τῶν σανίδων, ἀλλʼ ἀραιώματα καταλείπουσι· ταῦτα δὲ βρύοις διανάττουσι τοῦ μὴ κατὰ τὰς νεωλκίας καπυροῦσθαι τὴν ὕλην μὴ νοτιζομένην, τοῦ μὲν βρύου νοτιωτέρου ὄντος τῇ φύσει, τῆς δὲ δρυὸς ξηρᾶς καὶ ἀλιποῦς.
因此,他们不将板材的接缝紧密贴合,而是留出缝隙;在拉船上岸时,为了防止未被浸湿的木材干燥而变得脆弱,他们用苔藓填塞这些缝隙,因为苔藓在性质上较为湿润,而橡树则干燥且缺乏油分。
τούτους οἶμαι τοὺς Ὀυενέτους οἰκιστὰς εἶναι τῶν κατὰ τὸν Ἀδρίαν· καὶ γὰρ οἱ ἄλλοι πάντες σχεδόν τι οἱ ἐν τῇ Ἰταλίᾳ Κελτοὶ μετανέστησαν ἐκ τῆς ὑπὲρ τῶν Ἄλπεων γῆς, καθάπερ καὶ οἱ Βόιοι καὶ Σένονες· διὰ δὲ τὴν ὁμωνυμίαν Παφλαγόνας φασὶν αὐτούς.
我认为这些维内蒂人是亚得里亚海沿岸维内蒂人的祖先;因为意大利的其他几乎所有凯尔特人,都像波伊人和塞诺内斯人一样,是从阿尔卑斯山以外的土地迁徙而来的;但因为名称相同,人们说他们是帕夫拉戈尼亚人。
λέγω δʼ οὐκ ἰσχυριζόμενος· ἀρκεῖ γὰρ περὶ τῶν τοιούτων τὸ εἰκός.
我并非断言此事;因为对于此类事物,只要合乎情理便已足够。
Ὀσίσμιοι δʼ εἰσίν, οὓς τιμίους ὀνομάζει Πυθέας, ἐπί τινος προπεπτωκυίας ἱκανῶς ἄκρας εἰς τὸν ὠκεανὸν οἰκοῦντες, οὐκ ἐπὶ τοσοῦτον δὲ ἐφʼ ὅσον ἐκεῖνος φησι καὶ οἱ πιστεύσαντες ἐκείνῳ.
还有奥西斯米奥伊人,皮西亚斯称他们为蒂米奥伊人,居住在一个向大洋延伸相当长的半岛上,但并没有他和那些相信他的人所说的那么长。
τῶν δὲ μεταξὺ ἐθνῶν τοῦ τε Σηκοάνα καὶ τοῦ Λίγηρος οἱ μὲν τοῖς Σηκοανοῖς οἱ δὲ τοῖς Ἀρουέρνοις ὁμοροῦσι.
在塞科阿纳斯河和利格尔河之间的部落中,一部分与塞科阿诺伊人相邻,另一部分与阿尔韦尔诺伊人相邻。
§4.4.2τὸ δὲ σύμπαν φῦλον, ὃ νῦν Γαλλικόν τε καὶ Γαλατικὸν καλοῦσιν, ἀρειμάνιόν ἐστι καὶ θυμικόν τε καὶ ταχὺ πρὸς μάχην, ἄλλως δὲ ἁπλοῦν καὶ οὐ κακόηθες.
现在被称为高卢人和加拉提亚人的整个种族,都是好战、热血且在战斗中行动迅速的,但在其他方面他们单纯且没有恶意。
διὰ δὲ τοῦτο ἐρεθισθέντες μὲν ἀθρόοι συνίασι πρὸς τοὺς ἀγῶνας καὶ φανερῶς καὶ οὐ μετὰ περισκέψεως, ὥστε καὶ εὐμεταχείριστοι γίνονται τοῖς καταστρατηγεῖν ἐθέλουσι· καὶ γὰρ ὅτε βούλεται καὶ ὅπου καὶ ἀφʼ ἧς ἔτυχε προφάσεως παροξύνας τις αὐτοὺς ἑτοίμους ἔσχε πρὸς τὸν κίνδυνον, πλὴν βίας καὶ τόλμης οὐδὲν ἔχοντας τὸ συναγωνιζόμενον.
因此,一旦受到挑衅,他们就会集体一齐公开且不加思索地投入战斗,以至于对于那些想要用计谋战胜他们的人来说,他们变得极易对付;因为只要有人愿意,在任何时间、任何地点,以任何偶然的借口激怒他们,就能让他们准备好面对危险,而他们在斗争中除了力量和胆量之外,没有任何可以依靠的手段。
παραπεισθέντες δὲ εὐμαρῶς ἐνδιδόασι πρὸς τὸ χρήσιμον, ὥστε καὶ παιδείας ἅπτεσθαι καὶ λόγων.
但如果受到劝导,他们就会轻易顺从于有益的事物,甚至开始接触教养和学术。
τῆς δὲ βίας τὸ μὲν ἐκ τῶν σωμάτων ἐστὶ μεγάλων ὄντων, τὸ δʼ ἐκ τοῦ πλήθους· συνίασι δὲ κατὰ πλῆθος ῥᾳδίως διὰ τὸ ἁπλοῦν καὶ αὐθέκαστον, συναγανακτούντων τοῖς ἀδικεῖσθαι δοκοῦσιν ἀεὶ τῶν πλησίον.
他们的力量一部分来自他们高大的体魄,另一部分则来自他们的人数;由于他们的单纯和直率,他们很容易成群结队地聚集起来,因为邻里总是会对那些看似遭受不公待遇的人感同身受并共同愤慨。
νυνὶ μὲν οὖν ἐν εἰρήνῃ πάντες εἰσὶ δεδουλωμένοι καὶ ζῶντες κατὰ τὰ προστάγματα τῶν ἑλόντων αὐτοὺς Ῥωμαίων, ἀλλʼ ἐκ τῶν παλαιῶν χρόνων τοῦτο λαμβάνομεν περὶ αὐτῶν καὶ τῶν μέχρι νῦν συμμενόντων παρὰ τοῖς Γερμανοῖς νομίμων.
当然,现在他们所有人都处于和平状态,已被奴役并按照征服他们的罗马人的命令生活,但我们是从古代以及至今仍在日耳曼人中保存着的习俗中,了解到他们的这些特征。
καὶ γὰρ τῇ φύσει καὶ τοῖς πολιτεύμασιν ἐμφερεῖς εἰσι καὶ συγγενεῖς ἀλλήλοις οὗτοι, ὅμορόν τε οἰκοῦσι χώραν διοριζομένην τῷ Ῥήνῳ ποταμῷ καὶ παραπλήσια ἔχουσαν τὰ πλεῖστα.
因为这些人在天性和社会制度上都非常相似且彼此亲近,他们居住在以莱茵河为界的邻近土地上,且在大多数方面极为相似。
ἀρκτικωτέρα δʼ ἐστὶν ἡ Γερμανία, κρινομένων τῶν τε νοτίων μερῶν πρὸς τὰ νότια καὶ τῶν ἀρκτικῶν πρὸς τὰ ἀρκτικά.
不过,如果将南部分与南部分、北部分与北部分进行比较,日耳曼尼亚更为偏北。
διὰ τοῦτο δὲ καὶ τὰς μεταναστάσεις αὐτῶν ῥαδίως ὑπάρχειν συμβαίνει, φερομένων ἀγεληδὸν καὶ πανστρατιᾷ, μᾶλλον δὲ καὶ πανοικίων ἐξαιρόντων, ὅταν ὑπʼ ἄλλων ἐκβάλλωνται κρειττόνων.
由于这个原因,他们的迁徙也极易发生,他们成群结队地全军动员,甚至更常是全家搬迁,只要他们被其他更强大的人驱逐。
οἵ τε Ῥωμαῖοι πολὺ ῥᾷον τούτους ἐχειρώσαντο ἢ τοὺς Ἴβηρας· καὶ γὰρ ἤρξαντο πρότερον καὶ ἐπαύσαντο ὕστερον ἐκείνοις πολεμοῦντες, τούτους δʼ ἐν τῷ μεταξὺ χρόνῳ πάντας κατέλυσαν, τοὺς ἀνὰ μέσον Ῥήνου καὶ τῶν Πυρηναίων ὀρῶν σύμπαντας.
罗马人征服这些人比征服伊比利亚人要容易得多;因为罗马人对后者的战争开始得更早,结束得更晚,而在其中间的时期里,罗马人就将这群人,即莱茵河和比利牛斯山脉之间的所有人全部消灭了。
ἀθρόοι γὰρ καὶ κατὰ πλῆθος ἐμπίπτοντες ἀθρόοι κατελύοντο, οἱ δʼ ἐταμίευον καὶ κατεκερμάτιζον τοὺς ἀγῶνας, ἄλλοτε ἄλλοι καὶ κατʼ ἄλλα μέρη λῃστρικῶς πολεμοῦντες.
因为高卢人成群结队地大举进攻,因而被一举消灭,而后者则零星地、小份额地进行战斗,在不同的时间、不同的地点以游击的方式作战。
εἰσὶ μὲν οὖν μαχηταὶ πάντες τῇ φύσει, κρείττους δʼ ἱππόται ἢ πεζοί, καὶ ἔστι Ῥωμαίοις τῆς ἱππείας ἀρίστη παρὰ τούτων.
因此,他们天生都是战士,但作为骑兵比作为步兵更为优秀,罗马人最精锐的骑兵正是由他们提供的。
ἀεὶ δὲ οἱ προσβορρότεροι καὶ παρωκεανῖται μαχιμώτεροι.
而且,越是偏北以及靠大洋居住的人越是好战。