Humanitext Reader

ストラボン · 地理誌 §4.2.1

アクイタニアの部族と金鉱および温泉

130 / 577 箇所 · ギリシア語

要旨

アクイタニア地方の地理的・民族的特徴について解説し、ガルーナス川とリゲル川の間に住む十四のガリア部族、および交易港ブルディガラやコルビロンを紹介する。また、タルベロイ族の極めて豊かな金鉱や内陸・山岳部の温泉地帯についても詳述している。

§4.2.1̔εξῆς δὲ περὶ τῶν Ἀκυιτανῶν λεκτέον καὶ τῶν προσωρισμένων αὐτοῖς ἐθνῶν τετταρεσκαίδεκα Γαλατικῶν τῶν μεταξὺ τοῦ Γαρούνα κατοικούντων καὶ τοῦ Λίγηρος, ὧν ἔνια ἐπιλαμβάνει καὶ τῆς τοῦ Ῥοδανοῦ ποταμίας καὶ τῶν πεδίων τῶν κατὰ τὴν Ναρβωνῖτιν.
次にアクイタニア人と、彼らに行政的に付加された、ガルーナス川とリゲル川の間に居住する十四のガリア部族について語らねばならない。 これらの部族のうちのいくつかは、ローヌ川沿いの地域やナルボニア行省に面した平原にも及んでいる。
ἁπλῶς γὰρ εἰπεῖν, οἱ Ἀκυιτανοὶ διαφέρουσι τοῦ Γαλατικοῦ φύλου κατά τε τὰς τῶν σωμάτων κατασκευὰς καὶ κατὰ τὴν γλῶτταν, ἐοίκασι δὲ μᾶλλον Ἴβηρσιν.
単刀直入に言えば、アクイタニア人は体格や言語においてガリアの人種とは異なっており、むしろイベリア人に似ている。
ὁρίζονται δὲ τῷ Γαρούνᾳ ποταμῷ ἐντὸς τούτου καὶ τῆς Πυρήνης οἰκοῦντες.
彼らはガルーナス川を境界としており、この川とピュレネ山脈の間に住んでいる。
ἔστι δὲ ἔθνη τῶν Ἀκυιτανῶν πλείω μὲν τῶν εἴκοσι, μικρὰ δὲ καὶ ἄδοξα τὰ πολλά, μὲν παρωκεανιτικὰ τὰ δὲ εἰς τὴν μεσόγαιαν καὶ τὰ ἄκρα τῶν Κεμμένων ὀρῶν μέχρι Τεκτοσάγων ἀνέχοντα.
アクイタニア人の部族は二十以上あるが、その多くは小さく無名であり、あるものは大洋の沿岸に、またあるものは内陸やケムメノン山脈の端からテクトサゲス族の地まで延びている。
ἐπειδὴ δὲ μικρὰ μερὶς ἦν ἡ τοσαύτη, προσέθεσαν καὶ τὴν μεταξὺ τοῦ Γαρούνα καὶ τοῦ Λίγηρος.
しかし、これだけの領域は小さな区分であったため、彼らはガルーナス川とリゲル川の間の地域をも付け加えた。
παράλληλοι δέ πώς εἰσιν οἱ ποταμοὶ τῇ Πυρήνῃ καὶ δύο ποιοῦσι παραλληλόγραμμα πρὸς αὐτὴν χωρία, ὁριζόμενα κατὰ τὰς ἄλλας πλευρὰς τῷ τε ὠκεανῷ καὶ τοῖς Κεμμένοις ὄρεσι·
これらの川はピュレネ山脈とおおむね平行であり、ピュレネ山脈に対して二つの平行四辺形の地域を形成している。 それらの地域は、他の側面において大洋とケムメノン山脈によって境界づけられている。
δισχιλίων δʼ ὁμοῦ τι σταδίων ἐστὶν ὁ πλοῦς ἑκατέρων τῶν ποταμῶν.
どちらの川も航行距離は約二千スタディオンである。
ἐκβάλλει δʼ ὁ μὲν Γαρούνας τρισὶ ποταμοῖς αὐξηθεὶς εἰς τὸ μεταξὺ Βιτουρίγων τε τῶν Ὀΐσκων ἐπικαλουμένων καὶ Σαντόνων, ἀμφοτέρων Γαλατικῶν ἐθνῶν·
ガルーナス川は、三つの川によって水量を増し、オイスコイと呼ばれるビトゥリゲス族とサントネス族(ともにガリアの部族)の間の地域へと注いでいる。
μόνον γὰρ δὴ τὸ τῶν Βιτουρίγων τούτων ἔθνος ἐν τοῖς Ἀκυιτανοῖς ἀλλόφυλον ἵδρυται, καὶ οὐ συντελεῖ αὐτοῖς, ἔχει δὲ ἐμπόριον Βουρδίγαλα ἐπικείμενον λιμνοθαλάττῃ τινί, ἣν ποιοῦσιν αἱ ἐκβολαὶ τοῦ ποταμοῦ.
というのも、これらビトゥリゲス族の部族だけが、アクイタニア人の中に異民族として定住しており、彼らに納税しておらず、その川口が形成するラグーンに面した交易港ブルディガラを有しているからである。
ὁ δὲ Λίγηρ μεταξὺ Πικτόνων τε καὶ Ναμνιτῶν ἐκβάλλει.
一方、リゲル川はピクトネス族とナムニテス族の間に注いでいる。
πρότερον δὲ Κορβιλὼν ὑπῆρχεν ἐμπόριον ἐπὶ τούτῳ τῷ ποταμῷ, περὶ ἧς εἴρηκε Πολύβιος, μνησθεὶς τῶν ὑπὸ Πυθέου μυθολογηθέντων, ὅτι Μασσαλιωτῶν μὲν τῶν συμμιξάντων Σκιπίωνι οὐδεὶς εἶχε λέγειν οὐδὲν μνήμης ἄξιον ἐρωτηθεὶς ὑπὸ τοῦ Σκιπίωνος περὶ τῆς Βρεττανικῆς, οὐδὲ τῶν ἐκ Νάρβωνος οὐδὲ τῶν ἐκ Κορβιλῶνος, αἵπερ ἦσαν ἄρισται πόλεις τῶν ταύτῃ, Πυθέας δʼ ἐθάρρησε τοσαῦτα ψεύσασθαι.
かつてはこの川沿いにコルビロンという交易港があり、これについてポリュビオスはピュテアスによって作り話として語られたことに言及して述べている。 すなわち、スキピオに会ったマッサリア人のうち、スキピオからブリタニアについて尋ねられたとき、記憶に値することを何一つ語ることのできた者はおらず、ナルボやコルビロン(この地域の最良の都市であったが)の者たちも同様であったのに、ピュテアスはこれほど多くの嘘をあえてついたのだ、と。
τῶν δὲ Σαντόνων πόλις ἐστὶ Μεδιολάνιον.
サントネス族の都市はメディオラニオンである。
ἔστι δʼ ἡ μὲν παρωκεανῖτις τῶν Ἀκυιτανῶν ἀμμώδης ἡ πλείστη καὶ λεπτή, κέγχρῳ τρέφουσα, τοῖς δὲ ἄλλοις καρποῖς ἀφορωτέρα.
アクイタニア人の大洋沿岸地域は、その大半が砂地で痩せており、キビを育てるが、他の作物については不毛である。
ἐνταῦθα δʼ ἐστὶ καὶ ὁ κόλπος ὁ ποιῶν τὸν ἰσθμὸν πρὸς τὸν ἐν τῇ Ναρβωνίτιδι παραλίᾳ Γαλατικὸν κόλπον, ὁμώνυμος ἐκείνῳ καὶ αὐτός.
ここには、ナルボニアの沿岸にあるガリア湾に対して地峡を形成している湾もあり、それ自身もその湾と同名である。
ἔχουσι δὲ Τάρβελλοι τὸν κόλπον, παρʼ οἷς ἐστι τὰ χρυσεῖα σπουδαιότατα πάντων·
タルベロイ族がこの湾を領有しており、彼らの地にはすべての中で最も優れた金鉱がある。
ἐν γὰρ βόθροις ὀρυχθεῖσιν ἐπὶ μικρὸν εὑρίσκονται καὶ χειροπληθεῖς χρυσίου πλάκες ἔσθʼ ὅτε μικρᾶς ἀποκαθάρσεως δεόμεναι.
というのも、浅く掘られた穴の中に、時にはほとんど精錬を必要としない、握りこぶし大の金塊が見つかるからである。
τὸ δὲ λοιπὸν ψῆγμά ἐστι καὶ βῶλοι, καὶ αὗται κατεργασίαν οὐ πολλὴν ἔχουσαι.
残りは砂金や塊金であり、これらもまた多くの加工を必要としない。
ἡ δὲ μεσόγειος καὶ ὀρεινὴ βελτίω γῆν ἔχει, πρὸς μὲν τῇ Πυρήνῃ τὴν τῶν Κωνουενῶν, ὅ ἐστι συνηλύδων, ἐν ᾗ πόλις Λούγδουνον καὶ τὰ τῶν Ὀνησιῶν θερμὰ κάλλιστα ποτιμωτάτου ὕδατος·
内陸や山岳地帯はより優れた土地を有しており、ピュレネ山脈の近くにはコンウエナイ族(「集まった人々」の意)の地があり、そこにはルグドゥヌムの町や、極めて飲料に適した水質の、最も素晴らしいオネシオイ族の温泉がある。
καλὴ δὲ καὶ ἡ τῶν Αὐσκίων.
また、アウスキ族の地も素晴らしい。

語釈・文法注

  1. 4.2.1ὧν ἔνια ἐπιλαμβάνει — 関係代名詞 ὧν の先行詞は直前の「14のガリア部族(τετταρεσκαίδεκα Γαλατικῶν)」である。動詞 ἐπιλαμβάνει はここでは自動詞的に「〜に及ぶ、隣接する」の意味で用いられ、属格の τῆς τοῦ Ῥοδανοῦ ποταμίας を支配している。
  2. 4.2.1οὐ συντελεῖ αὐτοῖς — 動詞 συντελέω が与格(αὐτοῖς、ここではアクイタニア人たちを指す)を伴って「〜に租税を納める」または「〜と同じ行政・政治組織に属する」という意味を表す。
  3. 4.2.1οὐδεὶς εἶχε λέγειν — 動詞 ἔχω は不定詞(λέγειν)を伴って「〜できる」という可能の意味を表す。また、後続する οὐδὲ τῶν ἐκ... の箇所では、οὐδεὶς [τῶν ἐκ...] εἶχε λέγειν という主語と動詞の構造が並列関係の中で省略されている。
  4. 4.2.1ὅ ἐστι συνηλύδων — 関係代名詞の主格中性単数形 ὅ は、直前の固有名詞「コンウエナイ(Κωνουενῶν)」そのものではなく、その名称が意味する内容を先行詞として受けている。συνηλύδων は「集まった人々、移住民」を意味する συνήλυς の属格複数形。

この箇所を引用する

ストラボン, 地理誌 §4.2.1. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:4.2.1

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。