§4.1.14̔́ιδρυται δʼ ἡ Τολῶσσα κατὰ τὸ στενώτατον τοῦ ἰσθμοῦ τοῦ διείργοντος ἀπὸ τῆς κατὰ Νάρβωνα θαλάττης τὸν ὠκεανόν, ὅν φησι Ποσειδώνιος ἐλάττω τῶν τρισχιλίων σταδίων.
トローサは、ナルボ周辺の海から大洋を隔てている地峡の最も狭い部分に位置しており、ポセイドニオスによれば、その地峡は三千スタディオン未満である。
ἄξιον δʼ ἀντὶ πάντων ἐπισημήνασθαι πάλιν ὅπερ εἴπομεν πρότερον, τὴν ὁμολογίαν τῆς χώρας πρός τε τοὺς ποταμοὺς καὶ τὴν θάλατταν τήν τʼ ἐκτὸς ὁμοίως καὶ τὴν ἐντός·
しかし何よりも、私たちが前に述べたこと、すなわち河川ならびに外海と内海の両方に対するこの地方の適合性を、再び指摘することが価値あることだ。
εὕροι γὰρ ἄν τις ἐπιστήσας οὐκ ἐλάχιστον μέρος τοῦθʼ ὑπάρχον τῆς τῶν τόπων ἀρετῆς, λέγω δὲ τὸ τὰς χρείας ἐπιπλέκεσθαι τὰς τοῦ βίου μετὰ ῥᾳστώνης ἅπασι πρὸς ἅπαντας καὶ τὰς ὠφελείας ἀνεῖσθαι κοινάς, μάλιστα δὲ νῦν, ἡνίκα ἄγοντες σχολὴν ἀπὸ τῶν ὅπλων ἐργάζονται τὴν χώραν ἐπιμελῶς, καὶ τοὺς βίους κατασκευάζονται πολιτικούς·
なぜなら、注意を向ける人なら誰でも、これがこの地域の利点のうち少なからぬ部分をなしていることを見出すだろうからである。 私が言っているのは、生活上の必要(相互交流)がすべての人々の間で容易に織り合わされ、恩恵が共通のものとして開かれていることであり、特に彼らが武器を置いて暇を得て、勤勉に土地を耕作し、市民的な共同生活を構築している今においてそうである。
ὥστε ἐπὶ τῶν τοιούτων κἂν τὸ τῆς προνοίας ἔργον ἐπιμαρτυρεῖσθαί τις ἂν δόξειεν, οὐχ ὅπως ἔτυχεν, ἀλλʼ ὡς ἂν μετὰ λογισμοῦ τινος διακειμένων τῶν τόπων.
そのため、このような点については、摂理の働きを証言しているとさえ思われるかもしれない。 それらの場所が単に偶然ではなく、何か理知に基づいて配置されているかのように。
ὁ μέν γε Ῥοδανὸς πολύν τε ἔχει τὸν ἀνάπλουν καὶ μεγάλοις φορτίοις καὶ ἐπὶ πολλὰ μέρη τῆς χώρας διὰ τὸ τοὺς ἐμπίπτοντας εἰς αὐτὸν ποταμοὺς ὑπάρχειν πλωτοὺς καὶ διαδέχεσθαι τὸν φόρτον πλεῖστον.
実際、ローヌ川は上流への航行が長く可能であり、大きな貨物を載せて、この地方の多くの部分へと通じている。 なぜなら、そこに流れ込む河川が航行可能であり、貨物の大部分を引き継ぐからである。
ὁ δʼ Ἄραρ ἐκδέχεται καὶ ὁ Δοῦβις ὁ εἰς τοῦτον ἐμβάλλων, εἶτα πεζεύεται μέχρι τοῦ Σηκοάνα ποταμοῦ, κἀντεῦθεν ἤδη καταφέρεται εἰς τὸν ὠκεανὸν καὶ τοὺς Ληξοβίους καὶ Καλέτους, ἐκ δὲ τούτων εἰς τὴν Βρεττανικὴν ἐλάττων ἢ ἡμερήσιος δρόμος ἐστίν.
アラル川と、これに流れ込むドゥービス川がそれを引き受け、そこからセコアナ川までは陸路で行き、そこからは今や大洋およびレクソビオイ族とカレテス族の地へと下っていく。 そしてこれらからブリタニアまでは一日未満の航路である。
ἐπεὶ δʼ ἐστὶν ὀξὺς καὶ δυσανάπλους ὁ Ῥοδανός, τινὰ τῶν ἐντεῦθεν φορτίων πεζεύεται μᾶλλον ταῖς ἁρμαμάξαις, ὅσα εἰς Ἀρουέρνους κομίζεται καὶ τὸν Λίγηρα ποταμόν, καίπερ τοῦ Ῥοδανοῦ καὶ τούτοις πλησιάζοντος ἐκ μέρους·
しかし、ローヌ川は流れが急で上行が困難であるため、ここからの貨物のうち、アルウェルノイ族やリゲル川へと運ばれるものは、むしろ四輪馬車による陸路で行く。 ローヌ川がこれらの場所にも部分的には近づいているにもかかわらず。
ἀλλʼ ἡ ὁδὸς πεδιὰς οὖσα καὶ οὐ πολλὴ περὶ ὀκτακοσίους σταδίους ἐπάγεται μὴ χρήσασθαι τῷ ἀνάπλῳ διὰ τὸ πεζεύεσθαι ῥᾷον·
しかし、道が平坦で、約八百スタディオンとそれほど長くないため、陸路の方が容易であることから、川を上る方法を使わないように促すのである。
ἐντεῦθεν δʼ ὁ Λίγηρ εὐφυῶς ἐκδέχεται·
そこからはリゲル川が好都合に引き受ける。
ῥεῖ δὲ ἐκ τῶν Κεμμένων εἰς τὸν ὠκεανόν.
この川はセメノン山脈から大洋へと流れている。
ἐκ δὲ Νάρβωνος ἀναπλεῖται μὲν ἐπὶ μικρὸν τῷ Ἄτακι, πεζεύεται δὲ πλέον ἐπὶ τὸν Γαρούναν ποταμόν, καὶ τοῦθʼ ὅσον ὀκτακοσίων ἢ ἑπτακοσίων σταδίων·
一方、ナルボからは、アタクス川を少し遡り、ガルーナス川までは陸路でより長く行くが、これは約八百か七百スタディオンの距離である。
ῥεῖ δὲ καὶ ὁ Γαρούνας εἰς τὸν ὠκεανόν.
ガルーナス川もまた大洋へと流れている。
ταῦτα μὲν ὑπὲρ τῶν νεμομένων τὴν Ναρβωνῖτιν ἐπικράτειαν λέγομεν, οὓς οἱ πρότερον Κέλτας ὠνόμαζον·
以上のことは、かつての人々がケルト人と呼んでいた、ナルボニア領土を領有している人々について語ったことである。
ἀπὸ τούτων δʼ οἶμαι καὶ τοὺς σύμπαντας Γαλάτας Κελτοὺς ὑπὸ τῶν Ἑλλήνων προσαγορευθῆναι διὰ τὴν ἐπιφάνειαν, ἢ καὶ προσλαβόντων πρὸς τοῦτο καὶ τῶν Μασσαλιωτῶν διὰ τὸ πλησιόχωρον.
私は、彼らの著名さゆえに、ギリシア人によってガラティア人全体がケルト人と呼ばれるようになったのだと思う。 あるいはまた、マッサリアの人々が近隣であるためにこれに一役買ったからかもしれない。