Humanitext Reader

斯特拉波 · 地理学 §4.2.1

阿奎丹的部族与金矿及温泉

第 130 段,共 577 段 · 希腊语

内容简介

本节详细描述了阿奎丹地区的地理和族群特征,介绍了介于加鲁纳斯河与利格尔河之间的十四个高卢部族,以及布尔迪加拉和科尔比隆等贸易港口。同时还记述了塔尔贝利人极为富庶的金矿以及内陆山区的著名温泉。

§4.2.1̔εξῆς δὲ περὶ τῶν Ἀκυιτανῶν λεκτέον καὶ τῶν προσωρισμένων αὐτοῖς ἐθνῶν τετταρεσκαίδεκα Γαλατικῶν τῶν μεταξὺ τοῦ Γαρούνα κατοικούντων καὶ τοῦ Λίγηρος, ὧν ἔνια ἐπιλαμβάνει καὶ τῆς τοῦ Ῥοδανοῦ ποταμίας καὶ τῶν πεδίων τῶν κατὰ τὴν Ναρβωνῖτιν.
接下来,我们必须谈谈阿奎丹人以及行政上划归给他们的十四个高卢部族,他们居住在加鲁纳斯河和利格尔河之间,其中一些部族还触及罗达诺斯河沿岸地区以及纳博讷行省附近的平原。
ἁπλῶς γὰρ εἰπεῖν, οἱ Ἀκυιτανοὶ διαφέρουσι τοῦ Γαλατικοῦ φύλου κατά τε τὰς τῶν σωμάτων κατασκευὰς καὶ κατὰ τὴν γλῶτταν, ἐοίκασι δὲ μᾶλλον Ἴβηρσιν.
简而言之,阿奎丹人在体格和语言上都与高卢人种不同,而更像伊比利亚人。
ὁρίζονται δὲ τῷ Γαρούνᾳ ποταμῷ ἐντὸς τούτου καὶ τῆς Πυρήνης οἰκοῦντες.
他们以加鲁纳斯河为界,居住在此河与比利牛斯山脉之间。
ἔστι δὲ ἔθνη τῶν Ἀκυιτανῶν πλείω μὲν τῶν εἴκοσι, μικρὰ δὲ καὶ ἄδοξα τὰ πολλά, μὲν παρωκεανιτικὰ τὰ δὲ εἰς τὴν μεσόγαιαν καὶ τὰ ἄκρα τῶν Κεμμένων ὀρῶν μέχρι Τεκτοσάγων ἀνέχοντα.
阿奎丹人的部族有二十多个,但大多数细小且默默无闻,有的靠近大洋,有的延伸至内陆及凯姆梅农山脉的边缘,直至特克托萨格人的土地。
ἐπειδὴ δὲ μικρὰ μερὶς ἦν ἡ τοσαύτη, προσέθεσαν καὶ τὴν μεταξὺ τοῦ Γαρούνα καὶ τοῦ Λίγηρος.
但由于这一原本的区域过于狭小,他们便将加鲁纳斯河和利格尔河之间的领土也并入其中。
παράλληλοι δέ πώς εἰσιν οἱ ποταμοὶ τῇ Πυρήνῃ καὶ δύο ποιοῦσι παραλληλόγραμμα πρὸς αὐτὴν χωρία, ὁριζόμενα κατὰ τὰς ἄλλας πλευρὰς τῷ τε ὠκεανῷ καὶ τοῖς Κεμμένοις ὄρεσι· δισχιλίων δʼ ὁμοῦ τι σταδίων ἐστὶν ὁ πλοῦς ἑκατέρων τῶν ποταμῶν.
这两条河流在某种程度上与比利牛斯山脉平行,并与之形成了两个平行四边形的地带,在其他侧面以大洋和凯姆梅农山脉为界;这两条河流的航行里程各约为二千斯塔迪亚。
ἐκβάλλει δʼ ὁ μὲν Γαρούνας τρισὶ ποταμοῖς αὐξηθεὶς εἰς τὸ μεταξὺ Βιτουρίγων τε τῶν Ὀΐσκων ἐπικαλουμένων καὶ Σαντόνων, ἀμφοτέρων Γαλατικῶν ἐθνῶν· μόνον γὰρ δὴ τὸ τῶν Βιτουρίγων τούτων ἔθνος ἐν τοῖς Ἀκυιτανοῖς ἀλλόφυλον ἵδρυται, καὶ οὐ συντελεῖ αὐτοῖς, ἔχει δὲ ἐμπόριον Βουρδίγαλα ἐπικείμενον λιμνοθαλάττῃ τινί, ἣν ποιοῦσιν αἱ ἐκβολαὶ τοῦ ποταμοῦ.
加鲁纳斯河在汇集了三条河流后,流入被称为奥伊斯基的比图里格斯人和桑托内斯人(两者均为高卢部族)之间的地区;因为在阿奎丹人中,唯有这支比图里格斯人部族作为异族定居于此,且不向其纳税,他们拥有一个名为布尔迪加拉的贸易港,该港口位于河口形成的泻湖之上。
ὁ δὲ Λίγηρ μεταξὺ Πικτόνων τε καὶ Ναμνιτῶν ἐκβάλλει.
利格尔河则在皮克托内斯人和纳姆尼特斯人之间流入大洋。
πρότερον δὲ Κορβιλὼν ὑπῆρχεν ἐμπόριον ἐπὶ τούτῳ τῷ ποταμῷ, περὶ ἧς εἴρηκε Πολύβιος, μνησθεὶς τῶν ὑπὸ Πυθέου μυθολογηθέντων, ὅτι Μασσαλιωτῶν μὲν τῶν συμμιξάντων Σκιπίωνι οὐδεὶς εἶχε λέγειν οὐδὲν μνήμης ἄξιον ἐρωτηθεὶς ὑπὸ τοῦ Σκιπίωνος περὶ τῆς Βρεττανικῆς, οὐδὲ τῶν ἐκ Νάρβωνος οὐδὲ τῶν ἐκ Κορβιλῶνος, αἵπερ ἦσαν ἄρισται πόλεις τῶν ταύτῃ, Πυθέας δʼ ἐθάρρησε τοσαῦτα ψεύσασθαι.
以前,在这条河上曾有一个名为科尔比隆的贸易港,波里比乌斯曾提到它,并指出了皮忒阿斯所编造的神话,即与西庇阿接触过的马萨利亚人中,当被西庇阿问及不列颠时,没有一个人能说出任何值得记忆的事情,来自纳博或科尔比隆(这些是该地区最好的城市)的人也是如此,然而皮忒阿斯竟然敢撒下如此多的谎言。
τῶν δὲ Σαντόνων πόλις ἐστὶ Μεδιολάνιον.
桑托内斯人的城市是美狄奥拉尼翁。
ἔστι δʼ ἡ μὲν παρωκεανῖτις τῶν Ἀκυιτανῶν ἀμμώδης ἡ πλείστη καὶ λεπτή, κέγχρῳ τρέφουσα, τοῖς δὲ ἄλλοις καρποῖς ἀφορωτέρα.
阿奎丹人的大洋沿岸地区大多多沙且贫瘠,适宜种植小米,但其他作物则较为不育。
ἐνταῦθα δʼ ἐστὶ καὶ ὁ κόλπος ὁ ποιῶν τὸν ἰσθμὸν πρὸς τὸν ἐν τῇ Ναρβωνίτιδι παραλίᾳ Γαλατικὸν κόλπον, ὁμώνυμος ἐκείνῳ καὶ αὐτός.
这里也有一个海湾,它与纳博讷沿岸的高卢湾共同构成了地峡,且其自身也与该湾同名。
ἔχουσι δὲ Τάρβελλοι τὸν κόλπον, παρʼ οἷς ἐστι τὰ χρυσεῖα σπουδαιότατα πάντων· ἐν γὰρ βόθροις ὀρυχθεῖσιν ἐπὶ μικρὸν εὑρίσκονται καὶ χειροπληθεῖς χρυσίου πλάκες ἔσθʼ ὅτε μικρᾶς ἀποκαθάρσεως δεόμεναι.
塔尔贝利人占有这个海湾,在他们的土地上有最著名的金矿;因为在挖出的浅坑中,有时会发现手掌大小的金块,几乎不需要怎么精炼。
τὸ δὲ λοιπὸν ψῆγμά ἐστι καὶ βῶλοι, καὶ αὗται κατεργασίαν οὐ πολλὴν ἔχουσαι.
其余的是沙金和块金,这些同样不需要太多的加工。
ἡ δὲ μεσόγειος καὶ ὀρεινὴ βελτίω γῆν ἔχει, πρὸς μὲν τῇ Πυρήνῃ τὴν τῶν Κωνουενῶν, ὅ ἐστι συνηλύδων, ἐν ᾗ πόλις Λούγδουνον καὶ τὰ τῶν Ὀνησιῶν θερμὰ κάλλιστα ποτιμωτάτου ὕδατος· καλὴ δὲ καὶ ἡ τῶν Αὐσκίων.
内陆和山区拥有更好的土地,例如靠近比利牛斯山脉的康温奈人(意为“聚集起来的人”)的领土,卢格杜努姆城以及奥内西人的温泉就在那里,这些温泉最美,且水质极佳、最适宜饮用;奥斯基人的土地也十分美丽。

词汇与语法注释

  1. 4.2.1ὧν ἔνια ἐπιλαμβάνει — 关系代词 ὧν 的先行词是前文的“十四个高卢部族”(τετταρεσκαίδεκα Γαλατικῶν)。动词 ἐπιλαμβάνει 在此处作不及物动词使用,意为“波及、邻接”,支配属格 τῆς τοῦ Ῥοδανοῦ ποταμίας。
  2. 4.2.1οὐ συντελεῖ αὐτοῖς — 动词 συντελέω 伴随与格 αὐτοῖς(此处指阿奎丹人),意为“向……纳税”或“归属于同一个行政/政治组织”。
  3. 4.2.1οὐδεὶς εἶχε λέγειν — 动词 ἔχω 伴随不定式(λέγειν)表示“能够”。在后文出现的 οὐδὲ τῶν ἐκ... 处,并列省略了主语与动词结构 οὐδεὶς [τῶν ἐκ...] εἶχε λέγειν。
  4. 4.2.1ὅ ἐστι συνηλύδων — 中性单数关系代词 ὅ 所指代的并非专有名词 Κωνουενῶν 本身,而是该名称所蕴含的实际含义。συνηλύδων 是 συνήλυς(意为“聚集的人、移民”)的属格复数形式。

引用这一段

斯特拉波, 地理学 §4.2.1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:4.2.1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。