Humanitext Reader

ストラボン · 地理誌 §4.2.2-4.2.3

アクイタニア北部の諸部族とアルウェルニ族の歴史

131 / 577 箇所 · ギリシア語

要旨

ガルーナス川とリゲル川の間に住む諸部族の配置、特産品、ラティウム権の付与について述べ、続いてかつて強大な勢力を誇ったアルウェルニ族の歴史、ローマに対する大規模な戦争、そしてその指導者の富裕な逸話を紹介する。

§4.2.2τὰ δὲ μεταξὺ τοῦ Γαρούνα καὶ τοῦ Λίγηρος ἔθνη τὰ προσκείμενα τοῖς Ἀκυιτανοῖς ἐστιν Ἐλουοὶ μὲν ἀπὸ τοῦ Ῥοδανοῦ τὴν ἀρχὴν ἔχοντες, Ὀυελλάιοι δὲ μετὰ τούτους, οἳ προσωρίζοντό ποτε Ἀρουέρνοις, νῦν δὲ τάττονται καθʼ ἑαυτούς·
ガルーナス川とリゲル川の間にあってアクイタニア人に付加された諸部族は、まずローヌ川から領域が始まるヘルウィオイ族であり、その次には、かつてはアルウェルニ族に属していたが現在は独立して位置づけられているウェッラウィオイ族である。
εἶτα Ἀρουέρνοι καὶ Λεμοουίκες καὶ Πετροκόριοι·
次いでアルウェルニ族、レモウィケス族、ペトロコリオイ族がいる。
πρὸς δὲ τούτοις Νιτιόβριγες καὶ Καδοῦρκοι καὶ Βιτούριγες οἱ Κοῦβοι καλούμενοι·
さらにこれらに加えて、ニティオブリゲス族、カドゥルキ族、そしてコウボイと呼ばれるビトゥリゲス族がいる。
πρὸς δὲ τῷ ὠκεανῷ Σάντονοί τε καὶ Πίκτονες, οἱ μὲν τῷ Γαρούνᾳ παροικοῦντες, ὡς εἴπομεν, οἱ δὲ τῷ Λίγηρι.
また大洋の近くにはサントネス族とピクトネス族がおり、前者は我々が述べたようにガルーナス川沿いに、後者はリゲル川沿いに居住している。
Ῥουτηνοὶ δὲ καὶ Γαβαλεῖς τῇ Ναρβωνίτιδι πλησιάζουσι.
ルテノイ族とガバレイ族はナルボニア行省に近接している。
παρὰ μὲν οὖν τοῖς Πετροκορίοις σιδηρουργεῖά ἐστιν ἀστεῖα καὶ τοῖς Κούβοις Βιτούριξι, παρὰ δὲ τοῖς Καδούρκοις λινουργίαι, παρὰ δὲ τοῖς Ῥουτηνοῖς ἀργυρεῖα·
さて、ペトロコリオイ族とコウボイ・ビトゥリゲス族のところには優れた鉄鉱があり、カドゥルキ族のところにはリネン織物業があり、ルテノイ族のところには銀鉱がある。
ἔχουσι δʼ ἀργυρεῖα καὶ οἱ Γαβαλεῖς.
またガバレイ族も銀鉱を有している。
δεδώκασι δὲ Λάτιον Ῥωμαῖοι καὶ τῶν Ἀκυιτανῶν τισι, καθάπερ Αὐσκίοις καὶ Κωνουέναις.
ローマ人は、アウスキ族やコンウエナイ族のように、アクイタニア人のうちのいくつかの部族にもラティウム権を与えた。
§4.2.3Ἀρουέρνοι δὲ ἵδρυνται μὲν ἐπὶ τῷ Λίγηρι· μητρόπολις δʼ αὐτῶν ἐστι Νεμωσσὸς ἐπὶ τῷ ποταμῷ κειμένη.
アルウェルニ族はリゲル川沿いに定住しており、彼らの首都は同川沿いに位置するネモッソスである。
ῥυεὶς δʼ οὗτος παρὰ Κήναβον, τὸ τῶν Καρνούτων ἐμπόριον κατὰ μέσον που τὸν πλοῦν συνοικούμενον, ἐκβάλλει πρὸς τὸν ὠκεανόν.
この川は、航行の中間あたりに町が築かれているカルヌテス族の交易地ケナボンの傍らを流れ、大洋へと注ぐ。
τῆς δυνάμεως δὲ τῆς πρότερον Ἀρουέρνοι μέγα τεκμήριον παρέχονται τὸ πολλάκις πολεμῆσαι πρὸς Ῥωμαίους, τοτὲ μὲν μυριάσιν εἴκοσι πάλιν δὲ διπλασίαις.
アルウェルニ族はかつての自らの勢力の大きな証拠として、ローマ人としばしば、ある時は二十万人、またある時はその二倍の軍勢で戦ったことを示している。
τοσαύταις γὰρ πρὸς Καίσαρα τὸν θεὸν διηγωνίσαντο μετὰ Ὀυερκιγγετόριγος, πρότερον δὲ καὶ εἴκοσι πρὸς Μάξιμον τὸν Αἰμιλιανόν, καὶ πρὸς Δομίτιον δʼ ὡσαύτως Ἀηνόβαρβον.
というのも、彼らはヴェルキンゲトリクスとともに、神君カエサルに対してそれほどの数で戦い抜き、それ以前にも、マクシムス・アエミリアヌスに対して二十万人で、ドミティウス・アヘノバルブスに対しても同様に戦ったからである。
πρὸς μὲν οὖν Καίσαρα περί τε Γεργοουίαν πόλιν τῶν Ἀρουέρνων ἐφʼ ὑψηλοῦ ὄρους κειμένην συνέστησαν οἱ ἀγῶνες, ἐξ ἧς ἦν ὁ Ὀυερκιγγέτοριξ·
カエサルとの戦いは、アルウェルニ族の都市で高い山の上に位置するゲルゴウィア(ここからヴェルキンゲトリクスは出ていた)の周辺と、アルウェルニ族の隣接部族であるマンドゥビイ族の都市アレシア(これまた高い丘の上に位置し、山々と二つの川に囲まれている。
καὶ περὶ Ἀλησίαν πόλιν Μανδουβίων, ἔθνους ὁμόρου τοῖς Ἀρουέρνοις, καὶ ταύτην ἐφʼ ὑψηλοῦ λόφου κειμένην περιεχομένην δʼ ὄρεσι καὶ ποταμοῖς δυσίν, ἐν ᾗ καὶ ἑάλω ὁ ἡγεμὼν καὶ ὁ πόλεμος τέλος ἔσχε·
ここで指導者が捕らえられ、戦争は終結した)の周辺で繰り広げられた。
πρὸς δὲ Μάξιμον Αἰμιλιανὸν κατὰ τὴν συμβολὴν τοῦ τʼ Ἴσαρος καὶ τοῦ Ῥοδανοῦ, καθʼ ἣν καὶ τὸ Κέμμενον ὄρος πλησιάζει τῷ Ῥοδανῷ· πρὸς δὲ Δομίτιον κατωτέρω ἔτι κατὰ τὴν συμβολὴν τοῦ τε Σούλγα καὶ τοῦ Ῥοδανοῦ.
また、マクシムス・アエミリアヌスとの戦いは、イサロス川とロダノス川の合流点(そこではケムメノン山脈もロダノス川に接近している)で起こり、ドミティウスとの戦いは、さらに下流のスルガス川とロダノス川の合流点で起こった。
διέτειναν δὲ τὴν ἀρχὴν οἱ Ἀρουέρνοι καὶ μέχρι Νάρβωνος καὶ τῶν ὅρων τῆς Μασσαλιώτιδος, ἐκράτουν δὲ καὶ τῶν μέχρι Πυρήνης ἐθνῶν καὶ μέχρι ὠκεανοῦ καὶ Ῥήνου.
アルウェルニ族はその支配をナルボやマッサリアの領土の境界にまで広げ、ピュレネ山脈、大洋、ライン川に至るまでの諸部族をも支配していた。
Βιτυΐτου δὲ τοῦ πρὸς τὸν Μάξιμον καὶ τὸν Δομίτιον πολεμήσαντος ὁ πατὴρ Λουέριος τοσοῦτον πλούτῳ λέγεται καὶ τρυφῇ διενεγκεῖν, ὥστε ποτὲ ἐπίδειξιν ποιούμενος τοῖς φίλοις τῆς εὐπορίας ἐπʼ ἀπήνης φέρεσθαι διὰ πεδίου, χρυσοῦ νόμισμα καὶ ἀργύρου δεῦρο κἀκεῖσε διασπείρων, ὥστε συλλέγειν ἐκείνους ἀκολουθοῦντας.
マクシムスやドミティウスと戦ったビテュイトスの父ルエリオスは、富と贅沢においてきわめて優れていたと言われており、かつて友人たちにその富を誇示するために、馬車に乗って平原を通り抜けながら、金貨や銀貨をあちこちに撒き散らし、従う者たちにそれを拾わせたほどであった。

語釈・文法注

  1. 4.2.2προσωρίζοντό ποτε Ἀρουέρνοις — 動詞 `προσωρίζοντο`(`προσορίζω` の未完了過去受動態)は「かつてアルウェルニ族に属していた、彼らの領域に組み込まれていた」の意。中動態的に「境界を接していた」と取ることも可能だが、前後の文脈(行政的な再編や従属関係の解消)から、かつてアルウェルニ族の支配下もしくは共同体連合の一部として扱われていた関係性を示すと解釈するのが自然である。
  2. 4.2.3κατὰ μέσον που τὸν πλοῦν συνοικούμενον — 現在分詞中受動態 `συνοικούμενον` は中性単数対格で、先行する `τὸ τῶν Καρνούτων ἐμπόριον` または `Κήναβον` を修飾する。川の航行(`πλοῦν`)の「ほぼ中間あたりに人々が集まって住んでいる、町が形成されている」という状態を表す形容詞的に機能している。
  3. 4.2.3τὸ πολλάκις πολεμῆσαι πρὸς Ῥωμαίους — 冠詞付き不定詞句 `τὸ ... πολεμῆσαι` は、主節の対格補語(あるいは `μέγα τεκμήριον` の同格語)として機能し、アルウェルニ族が提示する「かつての勢力の大きな証拠」の具体的な内容を説明している。
  4. 4.2.3ὥστε ποτὲ ἐπίδειξιν ποιούμενος τοῖς φίλοις τῆς εὐπορίας ἐπʼ ἀπήνης φέρεσθαι — 主動詞 `λέγεται` を受けた `διενεγκεῖν`(不定詞)に導かれる結果節(`ὥστε ... φέρεσθαι`)であり、結果節内の主動詞として不定詞 `φέρεσθαι` が使われている(間接話法における `ὥστε` 節の規則的な構文)。さらにその中に分詞 `διασπείρων` があり、それが後ろの2番目の結果節 `ὥστε συλλέγειν` を導く多重構造となっている。

この箇所を引用する

ストラボン, 地理誌 §4.2.2-4.2.3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:4.2.2-4.2.3

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。