Humanitext Reader

ストラボン · 地理誌 §4.1.8-4.1.10

ローヌ川の河口とマッサリア東方の海岸線

125 / 577 箇所 · ギリシア語

要旨

ポリュビオスやアルテミドロスらによるローヌ川の河口の数に関する議論と、マリオスが築いた運河について述べた後、マッサリアからウァルス川に至る海岸線の都市や島々の地理的特徴を概説する。

§4.1.8περὶ δὲ τῶν τοῦ Ῥοδανοῦ στομάτων Πολύβιος μὲν ἐπιτιμᾷ Τιμαίῳ φήσας εἶναι μὴ πεντάστομον ἀλλὰ δίστομον·
ローヌ川の河口について、ポリュビオスはティマイオスを非難し、五つの河口があるのではなく、二つの河口があるのだと言っている。
Ἀρτεμίδωρος δὲ τρίστομον λέγει.
一方、アルテミドロスは三つの河口があると言っている。
Μάριος δὲ ὕστερον ὁρῶν τυφλόστομον γινόμενον ἐκ τῆς προσχώσεως καὶ δυσείσβολον καινὴν ἔτεμε διώρυχα, καὶ ταύτῃ δεξάμενος τὸ πλέον τοῦ ποταμοῦ Μασσαλιώταις ἔδωκεν ἀριστεῖον κατὰ τὸν πρὸς Ἄμβρωνας καὶ Τωυγενοὺς πόλεμον·
後に、マリウスは堆積物によって河口が塞がり、進入しにくくなっているのを見て、新しい運河を切り拓き、川の水の大部分をそこに引き込んで、アンブロネス族およびトウゲノイ族との戦争の際に、それをマッサリア人への恩賞として与えた。
ἐξ οὗ πλοῦτον ἠνέγκαντο πολύν, τέλη πραττόμενοι τοὺς ἀναπλέοντας καὶ τοὺς καταγομένους·
マッサリア人はこれによって、上る者や下る者から税を徴収して、多くの富を手に入れた。
ὅμως οὖν ἔτι μένει δυσείσπλοα διά τε τὴν λαβρότητα καὶ τὴν πρόσχωσιν καὶ τὴν ταπεινότητα τῆς χώρας, ὥστε μὴ καθορᾶσθαι μηδʼ ἐγγὺς ἐν ταῖς δυσαερίαις.
しかしながら、水の勢いの激しさと、堆積と、土地の低さのために、今なお進入しにくい状態が続いており、悪天候の際には近くにあっても見通すことができないほどである。
διόπερ οἱ Μασσαλιῶται πύργους ἀνέστησαν σημεῖα, ἐξοικειούμενοι πάντα τρόπον τὴν χώραν·
それゆえ、マッサリア人は目印として塔を建て、あらゆる方法でその土地を自分たちのものにしていった。
καὶ δὴ καὶ τῆς Ἐφεσίας Ἀρτέμιδος κἀνταῦθα ἱδρύσαντο ἱερόν, χωρίον ἀπολαβόντες ὃ ποιεῖ νῆσον τὰ στόματα τοῦ ποταμοῦ.
そして実際、ここにもエフェソスのアルテミスの神殿を創設し、川の複数の河口が島を形成している土地を確保した。
ὑπέρκειται δὲ τῶν ἐκβολῶν τοῦ Ῥοδανοῦ λιμνοθάλαττα, καλοῦσι δὲ στομαλίμνην, ὀστράκια δʼ ἔχει πάμπολλα καὶ ἄλλως εὐοψεῖ.
ローヌ川の流出港の上方には潟湖があり、人々はそれを「ストマリムネ」と呼んでおり、貝類が非常に多く、また他方で魚が豊富である。
ταύτην δʼ ἔνιοι συγκατηρίθμησαν τοῖς στόμασι τοῦ Ῥοδανοῦ, καὶ μάλιστα οἱ φήσαντες ἑπτάστομον αὐτόν, οὔτε τοῦτʼ εὖ λέγοντες οὔτʼ ἐκεῖνο·
ある人々はこれをローヌ川の河口の一つに数え、とりわけローヌ川を七つの河口を持つ川と呼んだ人々がそうしているが、彼らはこのこともあのことも正しく言っていない。
ὄρος γάρ ἐστι μεταξὺ τὸ διεῖργον ἀπὸ τοῦ ποταμοῦ τὴν λίμνην.
なぜなら、その湖と川を隔てる山がその間にあるからである。
ἡ μὲν οὖν ἀπὸ τῆς Πυρήνης ἐπὶ Μασσαλίαν παραλία τοιαύτη καὶ τοσαύτη τις.
さて、ピレネーからマッサリアに至る海岸線は、このようなものであり、これほどの広がりを持っている。
§4.1.9̔η δʼ ἐπὶ τὸν Ὀυᾶρον ποταμὸν καὶ τοὺς ταύτῃ Δίγυας τάς τε τῶν Μασσαλιωτῶν ἔχει πόλεις Ταυροέντιον καὶ Ὀλβίαν καὶ Ἀντίπολιν καὶ Νίκαιαν καὶ τὸ ναύσταθμον τὸ Καίσαρος τοῦ Σεβαστοῦ, ὃ καλοῦσι Φόρον Ἰούλιον.
一方、ウァルス川およびその地のリギュエス人に至る海岸線には、マッサリア人の都市であるタウロエンティオン、オルビア、アンティポリス、ニカイア、そして皇帝カエサルの軍港でフォルム・ユリウムと呼ばれる場所がある。
ἵδρυται δὲ τοῦτο μεταξὺ τῆς Ὀλβίας καὶ τῆς Ἀντιπόλεως, διέχον Μασσαλίας εἰς ἑξακοσίους σταδίους.
これはオルビアとアンティポリスの間に位置し、マッサリアからはおよそ六百スタディオン離れている。
ὁ δὲ Ὀυᾶρος μέσος ἐστὶ τῆς Ἀντιπόλεως καὶ Νικαίας, τῆς μὲν ὅσον εἴκοσι τῆς δὲ ἑξήκοντα σταδίους διέχων·
ウァルス川はアンティポリスとニカイアの中間にあり、前者からは約二十スタディオン、後者からは六十スタディオン離れている。
ὥσθʼ ἡ Νίκαια τῆς Ἰταλίας γίνεται κατὰ τὸν νῦν ἀποδεδειγμένον ὅρον καίπερ οὖσα Μασσαλιωτῶν·
したがって、ニカイアはマッサリア人の都市であるにもかかわらず、現在画定されている境界に従えば、イタリアの一部ということになる。
ἐπετείχισαν γὰρ τὰ κτίσματα ταῦτα τοῖς ὑπερκειμένοις βαρβάροις οἱ Μασσαλιῶται τήν γε θάλατταν ἐλευθέραν ἔχειν βουλόμενοι, τῆς χώρας ὑπʼ ἐκείνων κρατουμένης·
というのも、マッサリア人は、背後に控える異民族に対して、土地が彼らに支配されているため、少なくとも海だけでも自由にしておきたいと望んで、これらの定住地を防塞として築いたからである。
ὀρεινὴ γάρ ἐστι καὶ ἐρυμνή, πρὸς μὲν τῇ Μασσαλίᾳ πλάτος τι μέτριον καταλείπουσα τῶν ἐπιπέδων χωρίων, προϊόντι δὲ ἐπὶ τὴν ἕω παντάπασιν ἀποθλίβουσα πρὸς τὴν θάλατταν καὶ μόλις αὐτὴν πορεύσιμον ἐῶσα τὴν ὁδόν.
その土地は山がちで険しく、マッサリアの近くでは平坦な土地がいくらか適度な幅を残しているが、東へと進むにつれて完全に海へと押し迫り、道路をやっとのことで通行可能にしているだけである。
κατέχουσι δὲ τὰ μὲν πρῶτα Σάλυες, τὰ δὲ τελευταῖα πρὸς τὴν Ἰταλίαν συνάπτοντες Λίγυες, περὶ ὧν λεχθήσεται μετὰ ταῦτα.
最初の部分はサリュエス族が占め、イタリアに隣接する最後の部分はリギュエス族が占めており、彼らについては後述する。
νυνὶ δὲ τοσοῦτον προσθετέον ὅτι τῆς μὲν Ἀντιπόλεως ἐν τοῖς τῆς Ναρβωνίτιδος μέρεσι κειμένης, τῆς δὲ Νικαίας ἐν τοῖς τῆς Ἰταλίας, ἡ μὲν Νίκαια ὑπὸ τοῖς Μασσαλιώταις μένει καὶ τῆς ἐπαρχίας ἐστίν, ἡ δʼ Ἀντίπολις τῶν Ἰταλιωτίδων ἐξετάζεται, κριθεῖσα πρὸς τοὺς Μασσαλιώτας καὶ ἐλευθερωθεῖσα τῶν παρʼ ἐκείνων προσταγμάτων.
現時点では次のことだけを付け加えておくべきである。 アンティポリスはナルボネンシス地方に位置し、ニカイアはイタリアの領域に位置しているが、ニカイアはマッサリア人の支配下にとどまり、その属領の一部であるのに対し、アンティポリスは、マッサリア人との間で裁定が下され、彼らの支配から解放されたため、イタリアの都市に数えられている。
§4.1.10πρόκεινται δὲ τῶν στενῶν τούτων ἀπὸ Μασσαλίας ἀρξαμένοις αἱ Στοιχάδες νῆσοι, τρεῖς μὲν ἀξιόλογοι δύο δὲ μικραί·
マッサリアから始めて、これらの狭い道の沖合には、ストイカデス諸島が横たわっており、三つは重要な島、二つは小さな島である。
γεωργοῦσι δʼ αὐτὰς Μασσαλιῶται.
マッサリア人がこれらを耕作している。
τὸ δὲ παλαιὸν καὶ φρουρὰν εἶχον ἱδρυμένην αὐτόθι πρὸς τὰς τῶν λῃστηρίων ἐφόδους, εὐποροῦντες καὶ λιμένων.
古くは、港が豊富であったため、海賊の襲撃に備えてそこに守備隊を駐屯させていた。
μετὰ δὲ τὰς Στοιχάδας ἡ Πλανασία καὶ Λήρων ἔχουσαι κατοικίας.
ストイカデス諸島の後には、プラナシア島とレロン島があり、これらには居住地がある。
ἐν δὲ τῇ Λήρωνι καὶ ἡρῷόν ἐστι τὸ τοῦ Λήρωνος·
レロン島にはレロンの英雄廟もある。
κεῖται δʼ αὕτη πρὸ τῆς Ἀντιπόλεως.
この島はアンティポリスの前に位置している。
ἄλλα δʼ ἐστὶ νησίδια οὐκ ἄξια μνήμης, τὰ μὲν πρὸ τῆς Μασσαλίας αὐτῆς τὰ δὲ πρὸ τῆς ἄλλης τῆς λεχθείσης ᾐόνος.
他にも言及するに値しない小さな島々があり、いくつかはマッサリア自体の前に、またいくつかは上述の他の海岸の前に位置している。
τῶν δὲ λιμένων ὁ μὲν κατὰ τὸν ναύσταθμον ἀξιόλογος καὶ ὁ τῶν Μασσαλιωτῶν, οἱ δʼ ἄλλοι μέτριοι·
港のうち、軍港にあるものとマッサリア人の港は重要であるが、他は中規模である。
τούτων δʼ ἐστὶ καὶ ὁ Ὀξύβιος καλούμενος λιμήν, ἐπώνυμος τῶν Ὀξυβίων Λιγύων.
これらの中には、オクシュビオイ・リギュエス人にちなんで名付けられた、いわゆるオクシュビオス港もある。
περὶ μὲν τῆς παραλίας ταῦτα λέγομεν.
海岸については、以上のことを語っておく。

語釈・文法注

  1. p.250ταύτῃ — 前述の女性名詞「運河」(διώρυχα)を指す指示代名詞の女性単数与格。手段あるいは経路を表し、「この運河を通して」「この運河に(川の水を引き入れて)」と解釈される。副詞的に「この方法で」と解釈することも不可能ではないが、直前の語との緊密なつながりから場所・手段の具格的機能と取るのが最も自然である。
  2. p.251τοῖς ὑπερκειμένοις βαρβάροις — 動詞 ἐπετείχισαν(防塞として築いた)の対象を表す与格(敵対あるいは防衛対象の与格)。「内陸(上方)に住む異民族に対抗して」あるいは「彼らを防ぐために」という意味を表す。
  3. p.251τῆς ἐπαρχίας ἐστίν — 属格 τῆς ἐπαρχίας は性質または所属を表す述語属格。ニカイアがマッサリアの「支配領域(属領・管区)に属している」ことを示す。ここでの ἐπαρχία は、ローマの正規の属州(provincia)というよりは、マッサリアが直轄する行政管轄区を意味している。

この箇所を引用する

ストラボン, 地理誌 §4.1.8-4.1.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:4.1.8-4.1.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。