§4.1.7̔̀εν μὲν οὖν ἔχει παράδοξον ἡ προειρημένη παραλία τὸ περὶ τοὺς ὀρυκτοὺς ἰχθῦς, ἕτερον δὲ μεῖζον τούτου σχεδόν τι τὸ λεχθησόμενον.
さて、上述の海岸線は、掘り出される魚という一つの不可思議な特徴を持っているが、これから語られることはこれよりもほとんどより大きなもう一つの特徴である。
μεταξὺ γὰρ τῆς Μασσαλίας καὶ τῶν ἐκβολῶν τοῦ Ῥοδανοῦ πεδίον ἐστὶ τῆς θαλάττης διέχον εἰς ἑκατὸν σταδίους, τοσοῦτον δὲ καὶ τὴν διάμετρον, κυκλοτερὲς τὸ σχῆμα·
というのも、マッサリアとローヌ川の河口の間には、海から約百スタディオン離れ、直径もそれと同じくらいで、形状は円形をした平原がある。
καλεῖται δὲ Λιθῶδες ἀπὸ τοῦ συμβεβηκότος.
これはその特徴から「石の平原」と呼ばれている。
μεστὸν γάρ ἐστι λίθων χειροπληθῶν ὑποπεφυκυῖαν ἐχόντων αὑτοῖς ἄγρωστιν, ἀφʼ ἧς ἄφθονοι νομαὶ βοσκήμασίν εἰσιν·
なぜなら、そこは手いっぱいの大きさの石で満ちており、それらの石の下にはシバギクが生えていて、そこから家畜のための豊かな牧草が得られるからである。
ἐν μέσῳ δʼ ὕδατα καὶ ἁλυκίδες συνίστανται καὶ ἅλες.
その中央には、水や塩沼、そして塩が形成されている。
ἅπασα μὲν οὖν καὶ ἡ ὑπερκειμένη χώρα προσήνεμός ἐστι, διαφερόντως δʼ εἰς τὸ πεδίον τοῦτο τὸ μελαμβόρειον καταιγίζει πνεῦμα βίαιον καὶ φρικῶδες·
さて、その上方に位置する地方全体も風が強いが、特にこの平原には、黒北風と呼ばれる激しく恐ろしい風が吹き荒れる。
φασὶ γοῦν σύρεσθαι καὶ κυλινδεῖσθαι τῶν λίθων ἐνίους, καταφλᾶσθαι δὲ τοὺς ἀνθρώπους ἀπὸ τῶν ὀχημάτων καὶ γυμνοῦσθαι καὶ ὅπλων καὶ ἐσθῆτος ὑπὸ τῆς ἐμπνοῆς.
とにかく、石のいくつかは引きずられ転がされ、人間は乗り物からたたき落とされ、その強風によって武器も衣服も剥ぎ取られると言われている。
Ἀριστοτέλης μὲν οὖν φησιν ὑπὸ σεισμῶν τῶν καλουμένων βραστῶν ἐκπεσόντας τοὺς λίθους εἰς τὴν ἐπιφάνειαν συνολισθεῖν εἰς τὰ κοῖλα τῶν χωρίων.
さて、アリストテレスによれば、「ヴラスタイ」と呼ばれる地震によって地表に噴き出した石が、土地の窪んだ場所に滑り集まったのだという。
Ποσειδώνιος δὲ λίμνην οὖσαν παγῆναι μετὰ κλυδασμοῦ, καὶ διὰ τοῦτο εἰς πλείονας μερισθῆναι λίθους, καθάπερ τοὺς ποταμίους κάχληκας καὶ τὰς ψήφους τὰς αἰγιαλίτιδας, ὁμοίους δὲ καὶ λείους καὶ ἰσομεγέθεις τῇ ὁμοιότητι·
一方、ポセイドニオスは、そこにあった湖が波立ちながら凍りつき、そのために多くの石へと分裂したのだと言う。 川の砂利や海岸の小石のように、それらは互いに似ており、滑らかで、その類似性において同じ大きさである。
καὶ τὴν αἰτίαν ἀποδεδώκασιν ἀμφότεροι.
そして、両者ともその原因を説明している。
πιθανὸς μὲν οὖν ὁ παρʼ ἀμφοῖν λόγος·
さて、両者の説明はもっともらしい。
ἀνάγκη γὰρ τοὺς οὕτω συνεστῶτας λίθους οὐ καθʼ ἑαυτοὺς ἢ ἐξ ὑγροῦ παγέντας μεταβαλεῖν, ἐκ πετρῶν μεγάλων ῥήγματα συνεχῆ λαβουσῶν ἀποκριθῆναι.
というのも、このように構成された石は、それ自体で、あるいは液体から固まって変化したのではなく、連続的な亀裂を生じた巨大な岩石から分離したに違いないからである。
τὸ μέντοι δυσαπολόγητον Αἰσχύλος καταμαθὼν ἢ παρʼ ἄλλου λαβὼν εἰς μῦθον ἐξετόπισε.
しかしながら、アイスキュロスはこの説明の難しさを理解したか、あるいは他から聞き及んで、神話へと場所を移した。
φησὶ γοῦν Προμηθεὺς παρʼ αὐτῷ καθηγούμενος Ἡρακλεῖ τῶν ὁδῶν τῶν ἀπὸ Καυκάσου πρὸς τὰς Ἑσπερίδας
ἥξεις δὲ Λιγύων εἰς ἀτάρβητον στρατόν, ἔνθʼ οὐ μάχης, σάφʼ οἶδα, καὶ θοῦρός περ ὢν μέμψει·
とにかく、彼の劇においてプロメテウスは、カウカソスからヘスペリデスの地への道中でヘラクラスを道案内しつつ、次のように言っている。 「そしてお前は、恐れを知らぬリギュエス人の軍勢のもとに至るだろう。 そこでお前は、いくら猛々しくあろうとも、戦いに不満を漏らすことはないだろう、私はよく知っている。
πέπρωται γάρ σε καὶ βέλη λιπεῖν ἐνταῦθʼ·
なぜなら、お前はそこで矢をも使い果たすよう運命づけられているからだ。
ἑλέσθαι δʼ οὔ τινʼ ἐκ γαίας λίθον ἕξεις, ἐπεὶ πᾶς χῶρός ἐστι μαλθακός.
だが、地面から石を一つも拾うことはできないだろう。 なぜなら、その地はすべて柔らかいからだ。
ἰδὼν δʼ ἀμηχανοῦντά σε Ζεὺς οἰκτερεῖ, νεφέλην δʼ ὑποσχὼν νιφάδι γογγύλων πέτρων ὑπόσκιον θήσει χθόνʼ, οἷς ἔπειτα σὺ βαλὼν διώσει ῥᾳδίως Λίγυν στρατόν.
お前が途方に暮れているのを見て、ゼウスは哀れみ、雲を差し伸べて丸い石の雪を降らせ、大地を日陰とするだろう。 お前はそれらを投げつけて、リギュエス人の軍勢を容易に追い散らすだろう。
ὥσπερ οὐ κρεῖττον ὄν, φησὶν ὁ Ποσειδώνιος, εἰς αὐτοὺς τοὺς Λίγυας ἐμβαλεῖν τοὺς λίθους καὶ καταχῶσαι πάντας ἢ τοσούτων δεόμενον ποιῆσαι λίθων τὸν Ἡρακλέα.
」ポセイドニオスは言う、「その石をリギュエス人自身の上に投げつけて彼ら全員を埋め尽くす方が、ヘラクレスにそれほど多くの石を必要とさせるよりも、いっそ優れていたのではないか」と。
τὸ μὲν οὖν τοσούτων ἀναγκαῖον ἦν, εἴπερ καὶ πρὸς ὄχλον παμπληθῆ·
しかし、もし非常に多くの大群を相手にするのであれば、それほど多くの石が必要であったはずである。
ὥστε ταύτῃ γε πιθανώτερος ὁ μυθογράφος τοῦ ἀνασκευάζοντος τὸν μῦθον.
したがって、この点においては、神話の作者の方が、神話を論駁しようとする者よりも説得力がある。
ἀλλὰ καὶ τὰ ἄλλα πεπρῶσθαι φήσας ὁ ποιητὴς οὐκ ἐᾷ μέμφεσθαι φιλαιτίως.
しかし、詩人は他のこともすべて運命づけられていると言っているのだから、あら探しをするように不満を言うことを許さない。
καὶ γὰρ ἐν τοῖς περὶ τῆς προνοίας καὶ τῆς εἱμαρμένης λόγοις εὕροι τις ἂν πολλὰ τοιαῦτα τῶν ἀνθρωπίνων καὶ τῶν φύσει γινομένων, ὥστʼ ἐπʼ αὐτῶν φάναι πολὺ κρεῖττον εἶναι τόδε ἢ τόδε γενέσθαι, οἷον εὔομβρον εἶναι τὴν Αἴγυπτον, ἀλλὰ μὴ τὴν Αἰθιοπίαν ποτίζειν τὴν γῆν·
実際、神の配慮や運命に関する議論において、人間の事柄や自然に起こる事柄の中には、それらについて「これこれのことが起こるよりも、あれこれのことが起こる方がはるかに優れている」と言いたくなるような多くの事例が見出されるだろう。 例えば、エチオピアが大地を潤すのではなく、エジプト自体に雨が豊富に降る方がよい、というように。
καὶ τὸν Πάριν εἰς Σπάρτην πλέοντα ναυαγίῳ περιπεσεῖν, ἀλλὰ μὴ τὴν Ἑλένην ἁρπάσαντα δίκας τῖσαι τοῖς ἀδικηθεῖσιν ὕστερον, ἡνίκα τοσοῦτον ἀπείργαστο φθόρον Ἑλλήνων καὶ βαρβάρων·
また、パリスがスパルタへと航海する途中で難破に遭う方が、ヘレネをさらって後に被害者たちに償いをするよりもよかった、というように。 その時にはすでにギリシア人と異民族の間にあれほどの破滅がもたらされていたのだが。
ὅπερ Εὐριπίδης ἀνήνεγκεν εἰς τὸν Δία
Ζεὺς γὰρ κακὸν μὲν Τρωσὶ πῆμα δʼ Ἑλλάδι θέλων γενέσθαι ταῦτʼ ἐβούλευσεν πατήρ.
このことを、エウリピデスはゼウスのせいにしている。 「父なるゼウスは、トロイア人には災いを、ギリシアには苦難をもたらすことを望み、これらのことを企てられたのだから。 」