§4.1.11τὴν δʼ ὑπερκειμένην αὐτῆς χώραν μάλιστα γεωγραφεῖ τά τε ὄρη τὰ περικείμενα καὶ οἱ ποταμοί, διαφερόντως δὲ ὁ Ῥοδανὸς μέγιστός τε ὢν καὶ πλεῖστον ἀνάπλουν ἔχων ἐκ πολλῶν πληρούμενος ῥευμάτων·
一方、海岸地方の背後に控える内陸の土地は、これを取り囲む山々と河川によって、とりわけ、最も大きく、多くの流れを集めて最も遠くまで遡行可能であるローヌ川によって、大いに特徴づけられている。
λεκτέον οὖν ἐφεξῆς περὶ τούτων.
したがって、以下ではこれらについて順に語らねばならない。
ἀπὸ Μασσαλίας τοίνυν ἀρξαμένοις καὶ προϊοῦσιν ἐπὶ τὴν μεταξὺ χώραν τῶν τε Ἄλπεων καὶ τοῦ Ῥοδανοῦ μέχρι μὲν τοῦ Δρουεντία ποταμοῦ Σάλυες οἰκοῦσιν ἐπὶ πεντακοσίους σταδίους·
さて、マッサリアから出発して、アルプスとローヌ川の間の地域を進む者にとっては、ドルエンティア川に至るまでの五百スタディオンにわたってサリュエス族が住んでいる。
πορθμείῳ δὲ διαβᾶσιν εἰς Καβαλλίωνα πόλιν ἡ ἐφεξῆς χώρα πᾶσα Καουάρων ἐστὶ μέχρι τῶν τοῦ Ἴσαρος συμβολῶν πρὸς τὸν Ῥοδανόν·
そこから渡し船でカバッリオンの街へ渡った者にとっては、それに続く全地域は、イサル川がローヌ川に合流する地点に及ぶまで、カウアロイ族の土地である。
ἐνταῦθα δὲ καὶ τὸ Κέμμενον συνάπτει πως τῷ Ῥοδανῷ·
この合流点では、セメノン山脈もどうにかローヌ川と接している。
μῆκος τὸ μέχρι δεῦρο ἀπὸ τοῦ Δρουεντία σταδίων ἐστὶν ἑπτακοσίων.
ドルエンティア川からここまでの長さは七百スタディオンである。
οἱ μὲν οὖν Σάλυες ἐν αὐτοῖς τά τε πεδία καὶ τὰ ὑπερκείμενα ὄρη κατοικοῦσι, τῶν δὲ Καουάρων ὑπέρκεινται Ὀυοκόντιοί τε καὶ Τρικόριοι καὶ Ἰκόνιοι καὶ Μέδυλλοι.
さて、サリュエス族自身は平野とそびえ立つ山々の両方に居住しており、カウアロイ族の上方には、ウオコンティオイ族、トリコリオイ族、イコニオイ族、メドゥッλοι族が住んでいる。
μεταξὺ δὲ τοῦ Δρουεντία καὶ τοῦ Ἴσαρος καὶ ἄλλοι ποταμοὶ ῥέουσιν ἀπὸ τῶν Ἄλπεων ἐπὶ τὸν Ῥοδανόν, δύο μὲν οἱ περιρρέοντες πόλιν Καουάρων α κοινῷ ῥείθρῳ συμβάλλοντες εἰς τὸν Ῥοδανόν, τρίτος δὲ Σούλγας ὁ κατὰ Οὔνδαλον πόλιν μισγόμενος τῷ Ῥοδανῷ, ὅπου Γναῖος Ἀηνόβαρβος μεγάλῃ μάχῃ πολλὰς ἐτρέψατο Κελτῶν μυριάδας.
ドルエンティア川とイサル川の間には、アルプスからローヌ川へと流れる他の河川もあり、そのうちの二つはカウアロイ族のある都市をめぐって流れ、共同の流れとなってローヌ川に注いでおり、三つ目のスルガス川はウンダロンの街の近くでローヌ川に合流している。 この地でグナエウス・アヘノバルブスは、激しい戦闘によってケルト人の数万の大軍を敗走させた。
εἰσὶ δὲ ἐν τῷ μεταξὺ πόλεις καὶ Αὐενιὼν καὶ Ἀραυσίων καὶ Ἀερία, τῷ ὄντι (φησὶν Ἀρτεμίδωρος) ἀερία διὰ τὸ ἐφʼ ὕψους ἱδρῦσθαι μεγάλου.
また、その中間には、アヴェニオン、アラウシオン、そしてアエリアの諸都市がある。 アエリアについては、きわめて高い場所に創設されているため、まさしく「空中の」都市であるとアルテミドロスは言っている。
ἡ μὲν οὖν ἄλλη πᾶσά ἐστι πεδιὰς καὶ εὔβοτος, ἡ δʼ ἐκ τῆς Ἀερίας εἰς τὴν Αὐενιῶνα ὑπερθέσεις ἔχει στενὰς καὶ ὑλώδεις.
その地の他の部分はすべて平坦で牧草に富んでいるが、アエリアからアヴェニオンへの山越えの道は狭く、木々が茂っている。
καθʼ ὃ δὲ συμπίπτουσιν ὁ Ἴσαρ ποταμὸς καὶ ὁ Ῥοδανὸς καὶ τὸ Κέμμενον ὄρος, Κόιντος Φάβιος Μάξιμος Αἰμιλιανὸς οὐχ ὅλαις τρισὶ μυριάσιν εἴκοσι μυριάδας Κελτῶν κατέκοψε, καὶ ἔστησε τρόπαιον αὐτόθι λευκοῦ λίθου καὶ νεὼς δύο, τὸν μὲν Ἄρεως τὸν δʼ Ἡρακλέους.
イサル川とローヌ川、そしてセメノン山が合流する場所で、クィントゥス・ファビウス・マクシムス・アエミリアヌスは、三万に満たない全軍をもって二十万のケルト人を殲滅し、そこに白い石の戦勝記念碑と、アレスおよびヘラクレスの二つの神殿を建てた。
ἀπὸ δὲ τοῦ Ἴσαρος εἰς Ὀυίενναν τὴν τῶν Ἀλλοβρίγων μητρόπολιν κειμένην ἐπὶ τῷ Ῥοδανῷ στάδιοί εἰσι τριακόσιοι εἴκοσι.
イサル川から、ローヌ川沿いに位置するアッロブリゲス族の首都ウィエンナまでは三百二十スタディオンである。
πλησίον δʼ ὑπέρκειται τῆς Ὀυιέννης τὸ Λούγδουνον, ἐφʼ οὗ συμμίσγουσιν ἀλλήλοις ὅ τε Ἄραρ καὶ ὁ Ῥοδανός·
ウィエンナの近くの上方にはルグドゥヌムが位置しており、そこではアラール川とローヌ川が互いに合流している。
στάδιοι δʼ εἰσὶν ἐπʼ αὐτὸ πεζῇ μὲν περὶ διακοσίους διὰ τῆς Ἀλλοβρίγων, ἀνάπλῳ δὲ μικρῷ πλείους.
陸路でそこへ向かうには、アッロブリゲス族の土地を通っておよそ二百スタディオン、船で上る場合はそれより少し長い。
Ἀλλόβριγες δὲ μυριάσι πολλαῖς πρότερον μὲν ἐστράτευον, νῦν δὲ γεωργοῦσι τὰ πεδία καὶ τοὺς αὐλῶνας τοὺς ἐν ταῖς Ἄλπεσι·
アッロブリゲス族は、かつては数万の軍勢で遠征を行っていたが、現在は平野やアルプスの谷間を耕作している。
καὶ οἱ μὲν ἄλλοι κωμηδὸν ζῶσιν, οἱ δʼ ἐπιφανέστατοι τὴν Ὀυίενναν ἔχοντες, κώμην πρότερον οὖσαν μητρόπολιν δʼ ὅμως τοῦ ἔθνους λεγομένην, κατεσκευάκασι πόλιν·
彼らの大部分は村落ごとに暮らしているが、最も著名な人々は、かつては村落であったものの、部族の首都と呼ばれていたウィエンナを領有し、これを都市として整備した。
ἵδρυται δʼ ἐπὶ τῷ Ῥοδανῷ.
この都市はローヌ川沿いに位置している。
φέρεται δʼ ἀπὸ τῶν Ἄλπεων οὗτος πολὺς καὶ σφοδρός, ὅς γε καὶ διὰ λίμνης ἐξιὼν τῆς Λημέννης φανερὸν δείκνυσι τὸ ῥεῖθρον ἐπὶ πολλοὺς σταδίους.
ローヌ川はアルプスから豊かに、そして激しく流れ下り、レマン湖を通り抜ける際にも、その流れを多くのスタディオンにわたってはっきりと見せている。
κατελθὼν δὲ εἰς τὰ πεδία τῆς χώρας τῆς Ἀλλοβρίγων καὶ Σεγοσιανῶν συμβάλλει τῷ Ἄραρι κατὰ Λούγδουνον πόλιν τῶν Σεγοσιανῶν.
そしてアッロブリゲス族とセゴシアノイ族の土地の平野へと下り、セゴシアノイ族の都市ルグドゥヌムの近くでアラール川と合流する。
ῥεῖ δὲ καὶ ὁ Ἄραρ ἐκ τῶν Ἄλπεων ὁρίζων Σηκοανούς τε καὶ Αἰδούους καὶ Λιγκασίους, παραλαβὼν δʼ ὕστερον τὸν Δοῦβιν ἐκ τῶν αὐτῶν ὀρῶν φερόμενον πλωτόν, ἐπικρατήσας τῷ ὀνόματι καὶ γενόμενος ἐξ ἀμφοῖν Ἄραρ συμμίσγει τῷ Ῥοδανῷ.
アラール川もアルプスから流れ出て、セコアノイ族、エドゥオイ族、リンカシオイ族の境界を定め、後に同じ山脈から流れ下る可航のドゥビス川を合流させ、その名が優先して両川を合わせたアラール川となってローヌ川に合流する。
πάλιν δʼ ἐπικρατήσας ὁ Ῥοδανὸς εἰς τὴν Ὀυίενναν φέρεται.
再びローヌ川の名が優先してウィエンナへと流れていく。
συμβαίνει δὴ κατʼ ἀρχὰς μὲν τοὺς τρεῖς ποταμοὺς φέρεσθαι πρὸς ἄρκτον, εἶτα πρὸς δύσιν· εἰς ἓν δʼ ἤδη συμπεσὸν ῥεῖθρον πάλιν ἄλλην καμπὴν λαβὸν νότιον φέρεται τὸ ῥεῦμα μέχρι τῶν ἐκβολῶν, δεξάμενον καὶ τοὺς ἄλλους ποταμούς, κἀκεῖθεν ἤδη τὴν λοιπὴν ποιεῖται μέχρι τῆς θαλάττης ῥύσιν.
実に、これら三つの川は、最初は北へ、次いで西へと流れ、すでに一つの流れに合流した後は、再び別の湾曲を見せて南へと流れを変え、他の河川をも受け入れながら河口まで達し、そこから海へと最後の流れを進めることになる。
ἡ μὲν οὖν μεταξὺ τῶν Ἄλπεων καὶ τοῦ Ῥοδανοῦ τοιαύτη τις.
アルプスとローヌ川の間の地域は、このようなものである。