§4.1.8περὶ δὲ τῶν τοῦ Ῥοδανοῦ στομάτων Πολύβιος μὲν ἐπιτιμᾷ Τιμαίῳ φήσας εἶναι μὴ πεντάστομον ἀλλὰ δίστομον· Ἀρτεμίδωρος δὲ τρίστομον λέγει.
关于罗讷河的河口,波利比乌斯指责提麦奥斯,称它不是有五个河口,而是有两个;而阿耳特弥多罗斯则说有三个。
Μάριος δὲ ὕστερον ὁρῶν τυφλόστομον γινόμενον ἐκ τῆς προσχώσεως καὶ δυσείσβολον καινὴν ἔτεμε διώρυχα, καὶ ταύτῃ δεξάμενος τὸ πλέον τοῦ ποταμοῦ Μασσαλιώταις ἔδωκεν ἀριστεῖον κατὰ τὸν πρὸς Ἄμβρωνας καὶ Τωυγενοὺς πόλεμον· ἐξ οὗ πλοῦτον ἠνέγκαντο πολύν, τέλη πραττόμενοι τοὺς ἀναπλέοντας καὶ τοὺς καταγομένους·
后来,马略看到河口因泥沙淤积而阻塞,变得难以进入,便开凿了一条新运河,将大半江水引入其中,并在与安布罗内斯人和托伊格尼人的战争期间,将其作为战功赏赐给了马萨里亚人;马萨里亚人由此通过向逆流而上和顺流而下的人征收税款,获取了巨大的财富。
ὅμως οὖν ἔτι μένει δυσείσπλοα διά τε τὴν λαβρότητα καὶ τὴν πρόσχωσιν καὶ τὴν ταπεινότητα τῆς χώρας, ὥστε μὴ καθορᾶσθαι μηδʼ ἐγγὺς ἐν ταῖς δυσαερίαις.
然而,由于水流湍急、泥沙淤积以及地势低洼,这里如今依然难以航行,以至于在恶劣天气中即使离得很近也无法看清。
διόπερ οἱ Μασσαλιῶται πύργους ἀνέστησαν σημεῖα, ἐξοικειούμενοι πάντα τρόπον τὴν χώραν· καὶ δὴ καὶ τῆς Ἐφεσίας Ἀρτέμιδος κἀνταῦθα ἱδρύσαντο ἱερόν, χωρίον ἀπολαβόντες ὃ ποιεῖ νῆσον τὰ στόματα τοῦ ποταμοῦ.
因此,马萨里亚人建立了塔楼作为标志,想方设法使该地区归自己管理;并且,他们还在那里建立了一座以弗所的阿耳特弥斯神庙,占据了一块被河流的各个河口围成岛屿的土地。
ὑπέρκειται δὲ τῶν ἐκβολῶν τοῦ Ῥοδανοῦ λιμνοθάλαττα, καλοῦσι δὲ στομαλίμνην, ὀστράκια δʼ ἔχει πάμπολλα καὶ ἄλλως εὐοψεῖ.
在罗讷河口之上,有一个泻湖,人们称之为“口湖”,其中盛产贝类,而且其他鱼类也极为丰富。
ταύτην δʼ ἔνιοι συγκατηρίθμησαν τοῖς στόμασι τοῦ Ῥοδανοῦ, καὶ μάλιστα οἱ φήσαντες ἑπτάστομον αὐτόν, οὔτε τοῦτʼ εὖ λέγοντες οὔτʼ ἐκεῖνο· ὄρος γάρ ἐστι μεταξὺ τὸ διεῖργον ἀπὸ τοῦ ποταμοῦ τὴν λίμνην.
有些人将此泻湖也算作罗讷河的河口之一,尤其是那些声称罗讷河有七个河口的人,但他们无论是这方面还是那方面都说得不对;因为在湖泊和河流之间有一座山阻隔。
ἡ μὲν οὖν ἀπὸ τῆς Πυρήνης ἐπὶ Μασσαλίαν παραλία τοιαύτη καὶ τοσαύτη τις.
从比利牛斯山到马萨里的海岸线,就是这样的特征和这样的规模。
§4.1.9̔η δʼ ἐπὶ τὸν Ὀυᾶρον ποταμὸν καὶ τοὺς ταύτῃ Δίγυας τάς τε τῶν Μασσαλιωτῶν ἔχει πόλεις Ταυροέντιον καὶ Ὀλβίαν καὶ Ἀντίπολιν καὶ Νίκαιαν καὶ τὸ ναύσταθμον τὸ Καίσαρος τοῦ Σεβαστοῦ, ὃ καλοῦσι Φόρον Ἰούλιον.
另一方面,延伸至瓦鲁斯河及该地区利古里亚人的海岸线上,有马萨里亚人的城市陶罗恩提翁、奥尔比亚、安提波利斯和尼卡亚,以及奥古斯都皇帝的军港,人们称之为“尤利乌斯市集”。
ἵδρυται δὲ τοῦτο μεταξὺ τῆς Ὀλβίας καὶ τῆς Ἀντιπόλεως, διέχον Μασσαλίας εἰς ἑξακοσίους σταδίους.
该军港位于奥尔比亚和安提波利斯之间,距离马萨里大约六百个斯塔迪翁。
ὁ δὲ Ὀυᾶρος μέσος ἐστὶ τῆς Ἀντιπόλεως καὶ Νικαίας, τῆς μὲν ὅσον εἴκοσι τῆς δὲ ἑξήκοντα σταδίους διέχων· ὥσθʼ ἡ Νίκαια τῆς Ἰταλίας γίνεται κατὰ τὸν νῦν ἀποδεδειγμένον ὅρον καίπερ οὖσα Μασσαλιωτῶν·
瓦鲁斯河处于安提波利斯和尼卡亚之间,距离前者约二十个斯塔迪翁,距离后者六十个斯塔迪翁;因此,根据目前划定的边界,尼卡亚属于意大利,尽管它归马萨里亚人所有。
ἐπετείχισαν γὰρ τὰ κτίσματα ταῦτα τοῖς ὑπερκειμένοις βαρβάροις οἱ Μασσαλιῶται τήν γε θάλατταν ἐλευθέραν ἔχειν βουλόμενοι, τῆς χώρας ὑπʼ ἐκείνων κρατουμένης· ὀρεινὴ γάρ ἐστι καὶ ἐρυμνή, πρὸς μὲν τῇ Μασσαλίᾳ πλάτος τι μέτριον καταλείπουσα τῶν ἐπιπέδων χωρίων, προϊόντι δὲ ἐπὶ τὴν ἕω παντάπασιν ἀποθλίβουσα πρὸς τὴν θάλατταν καὶ μόλις αὐτὴν πορεύσιμον ἐῶσα τὴν ὁδόν.
因为马萨里亚人建造这些定居点,是为了防御上方(内陆)的蛮族,因为内陆被他们控制,所以马萨里亚人希望至少将海洋保持自由和安全;因为这片土地多山且险峻,在马萨里附近还留有一些中等宽度的平坦土地,但随着向东行进,山脉完全将土地压迫向海洋,几乎无法留出一条可通过的道路。
κατέχουσι δὲ τὰ μὲν πρῶτα Σάλυες, τὰ δὲ τελευταῖα πρὸς τὴν Ἰταλίαν συνάπτοντες Λίγυες, περὶ ὧν λεχθήσεται μετὰ ταῦτα.
最先的部分由萨利人占据,而与意大利相邻的最后部分由利古里亚人占领,关于他们此后将会论及。
νυνὶ δὲ τοσοῦτον προσθετέον ὅτι τῆς μὲν Ἀντιπόλεως ἐν τοῖς τῆς Ναρβωνίτιδος μέρεσι κειμένης, τῆς δὲ Νικαίας ἐν τοῖς τῆς Ἰταλίας, ἡ μὲν Νίκαια ὑπὸ τοῖς Μασσαλιώταις μένει καὶ τῆς ἐπαρχίας ἐστίν, ἡ δʼ Ἀντίπολις τῶν Ἰταλιωτίδων ἐξετάζεται, κριθεῖσα πρὸς τοὺς Μασσαλιώτας καὶ ἐλευθερωθεῖσα τῶν παρʼ ἐκείνων προσταγμάτων.
但目前只需补充这一点:虽然安提波利斯位于纳尔榜行省的范围内,而尼卡亚位于意大利的范围内,但尼卡亚仍处于马萨里亚人的统治下,属于他们的管辖范围,而安提波利斯则被列入意大利城市的行列,因为它在与马萨里亚人的官司中获得了有利的判决,从而免受他们的支配。
§4.1.10πρόκεινται δὲ τῶν στενῶν τούτων ἀπὸ Μασσαλίας ἀρξαμένοις αἱ Στοιχάδες νῆσοι, τρεῖς μὲν ἀξιόλογοι δύο δὲ μικραί· γεωργοῦσι δʼ αὐτὰς Μασσαλιῶται.
从马萨里开始,在这些狭窄通道的前方,横亘着斯托伊卡得斯群岛,其中三座较大,两座较小;马萨里亚人耕作这些岛屿。
τὸ δὲ παλαιὸν καὶ φρουρὰν εἶχον ἱδρυμένην αὐτόθι πρὸς τὰς τῶν λῃστηρίων ἐφόδους, εὐποροῦντες καὶ λιμένων.
古时候,由于港口资源丰富,他们还在那里驻扎了守备队以防范海盗的袭击。
μετὰ δὲ τὰς Στοιχάδας ἡ Πλανασία καὶ Λήρων ἔχουσαι κατοικίας.
在斯托伊卡得斯群岛之后是普拉纳西亚岛和勒隆岛,岛上有定居点。
ἐν δὲ τῇ Λήρωνι καὶ ἡρῷόν ἐστι τὸ τοῦ Λήρωνος· κεῖται δʼ αὕτη πρὸ τῆς Ἀντιπόλεως.
在勒隆岛上还有勒隆的英雄神庙;该岛位于安提波利斯的前方。
ἄλλα δʼ ἐστὶ νησίδια οὐκ ἄξια μνήμης, τὰ μὲν πρὸ τῆς Μασσαλίας αὐτῆς τὰ δὲ πρὸ τῆς ἄλλης τῆς λεχθείσης ᾐόνος.
还有其他不值得提及的小岛,有些在马萨里本身的前方,有些则在上述其他海岸的前方。
τῶν δὲ λιμένων ὁ μὲν κατὰ τὸν ναύσταθμον ἀξιόλογος καὶ ὁ τῶν Μασσαλιωτῶν, οἱ δʼ ἄλλοι μέτριοι· τούτων δʼ ἐστὶ καὶ ὁ Ὀξύβιος καλούμενος λιμήν, ἐπώνυμος τῶν Ὀξυβίων Λιγύων.
在这些港口中,军港所在的港口和马萨里亚人的港口规模显著,其他的则较为普通;其中也包括被称为奥克西比奥斯港,得名于奥克西比奥伊利古里亚人。
περὶ μὲν τῆς παραλίας ταῦτα λέγομεν.
关于海岸,我们就讲述这些。