§4.1.6̔́αμα δʼ ἥ τε τῶν Σαλύων ὀρεινὴ πρὸς ἄρκτον ἀπὸ τῆς ἑσπέρας κλίνει μᾶλλον καὶ τῆς θαλάττης ἀφίσταται κατὰ μικρόν, καὶ ἡ παραλία παρὰ τὴν ἑσπέραν περινεύει·
同時に、サリュエス族の山がちな地方は西からむしろ北へと傾き、海から少しずつ遠ざかり、海岸線は西へと湾曲している。
μικρὸν δʼ ἀπὸ τῆς πόλεως τῶν Μασσαλιωτῶν προελθοῦσα ὅσον εἰς ἑκατὸν σταδίους ἐπὶ ἄκραν εὐμεγέθη πλησίον λατομιῶν τινων ἐντεῦθεν ἄρχεται κολποῦσθαι καὶ ποιεῖν τὸν Γαλατικὸν κόλπον πρὸς τὸ Ἀφροδίσιον τὸ τῆς Πυρήνης ἄκρον·
マッサリア人の都市から少し進み、いくつかの石切場の近くにあるかなり大きな岬まで約百スタディオン行くと、そこから湾を形成し始め、ピレネーの岬であるアプロディシオンに向けてガリア湾をつくる。
καλοῦσι δʼ αὐτὸν καὶ Μασσαλιωτικόν.
彼らはこの湾をマッサリア湾とも呼んでいる。
ἔστι δʼ ὁ κόλπος διπλοῦς·
この湾は二重である。
ἐν γὰρ τῇ αὐτῇ περιγραφῇ δύο κόλπους ἀφορίζον ἔκκειται τὸ Σήτιον ὄρος, προσλαβὸν καὶ τὴν Βλάσκωνα νῆσον πλησίον ἱδρυμένην·
というのも、同じ大まかな輪郭の中に、セティオン山が突出し、近くに位置するブラスコ島をも取り込んで、二つの湾を区切っているからである。
τῶν δὲ κόλπων ὁ μὲν μείζων ἰδίως πάλιν καλεῖται Γαλατικός, εἰς ὃν ἐξερεύγεται τὸ τοῦ Ῥοδανοῦ στόμα, ὁ δʼ ἐλάττων ὁ κατὰ Νάρβωνά ἐστι μέχρι Πυρήνης.
これら二つの湾のうち、大きい方は特別にふたたびガリア湾と呼ばれ、そこにローヌ川の河口が注いでおり、小さい方はナルボの近くにあってピレネーに及んでいる。
ἡ μὲν οὖν Νάρβων ὑπέρκειται τῶν τοῦ Ἄτακος ἐκβολῶν καὶ τῆς λίμνης τῆς Ναρβωνίτιδος, μέγιστον ἐμπόριον τῶν ταύτῃ, πρὸς δὲ τῷ Ῥοδανῷ πόλις ἐστὶ καὶ ἐμπόριον οὐ μικρὸν Ἀρελᾶτε·
さて、ナルボはアタクス川の河口とナルボニティス湖の上方に位置しており、この地域の最大の発着港である。 一方、ローヌ川の近くには、都市であり小さからぬ発着港であるアレーラテがある。
ἴσον δέ πως διέχει τὰ ἐμπόρια ταῦτα ἀλλήλων τε καὶ τῶν εἰρημένων ἄκρων, ἡ μὲν Νάρβων τοῦ Ἀφροδισίου τὸ δʼ Ἀρελᾶτε τῆς Μασσαλίας.
これらの発着港は、互いからも、また上述のそれぞれの岬からもほぼ等しい距離にあり、ナルボはアプロディシオンから、アレーラテはマッサリアから等しい距離にある。
ἑκατέρωθεν δὲ τῆς Νάρβωνος ἄλλοι ποταμοὶ ῥέουσιν οἱ μὲν ἐκ τῶν Κεμμένων ὀρῶν οἱ δʼ ἐκ τῆς Πυρήνης, πόλεις ἔχοντες εἰς ἃς ἀνάπλους οὐ πολύς ἐστι μικροῖς πλοίοις.
ナルボの両側には、あるものはケメヌス山脈から、あるものはピレネーから他の河川が流れており、それらの河川には、小さな船で少し遡行できる都市がある。
ἐκ μὲν τῆς Πυρήνης ὅ τε Ῥουσκίνων καὶ ὁ Ἰλίβιρρις, πόλιν ἔχων ὁμώνυμον ἑκάτερος αὐτῶν·
ピレネーからは、ルスキノン川とイリビリス川が流れており、それぞれ同名の都市を持っている。
τοῦ δὲ Ῥουσκίνωνος καὶ λίμνη πλησίον ἐστὶ καὶ χωρίον ὕφυδρον μικρὸν ὑπὲρ τῆς θαλάττης, ἁλυκίδων μεστόν, τὸ τοὺς ὀρυκτοὺς κεστρεῖς ἔχον·
ルスキノン川の近くには、湖と、海より少し高くて塩沼に満ちた湿地があり、そこには掘り出されるボラがいる。
δύο γὰρ ἢ τρεῖς ὀρύξαντι πόδας καὶ καθέντι τριόδοντα εἰς ὕδωρ ἰλυῶδες ἔστι περιπεῖραι τὸν ἰχθὺν ἀξιόλογον τὸ μέγεθος·
というのも、二、三フィート掘って、泥水の中に三叉の鉾を突き刺すと、かなりの大きさのその魚を突き刺すことができるからである。
τρέφεται δὲ ἀπὸ τῆς ἰλύος καθάπερ αἱ ἐγχέλυες.
それはウナギのように泥を食べて育つ。
οὗτοι μὲν ἐκ τῆς Πυρήνης ῥέουσιν οἱ ποταμοὶ μεταξὺ Νάρβωνος καὶ τοῦ Ἀφροδισίου.
さて、これらの川はピレネーから、ナルボとアプロディシオンの間を流れている。
ἐπὶ θάτερα μέρη τῆς Νάρβωνος ἐκ τοῦ Κεμμένου φέρονται πρὸς τὴν θάλατταν, ἐξ οὗπερ καὶ ὁ Ἄταξ ὅ τε Ὄρβις καὶ ὁ Ἄραυρις.
ナルボの反対側には、ケメヌス山脈から海へと川が流れており、そこからはアタクス川も流れているが、オルビス川とアラウリス川がそれである。
τούτων ἐφʼ οὗ μὲν Βαίτερρα πόλις ἀσφαλὴς ἵδρυται πλησίον τῆς Νάρβωνος, ἐφʼ οὗ δὲ Ἀγάθη κτίσμα Μασσαλιωτῶν.
これらのうち、一方には守りの堅い都市バイテッラがナルボの近くに位置しており、他方にはマッサリア人の植民都市アガテがある。