Humanitext Reader

斯特拉波 · 地理学 §4.1.7

石之平原的特征及其成因假说

第 124 段,共 577 段 · 希腊语

内容简介

斯特拉波描述了马赛附近的“石之平原”,介绍了亚里士多德和波塞多尼奥斯对其起源的科学解释,并探讨了埃斯库罗斯剧作中赫拉克勒斯掷石的神话,为诗人的命运观进行辩护。

§4.1.7̔̀εν μὲν οὖν ἔχει παράδοξον ἡ προειρημένη παραλία τὸ περὶ τοὺς ὀρυκτοὺς ἰχθῦς, ἕτερον δὲ μεῖζον τούτου σχεδόν τι τὸ λεχθησόμενον.
上述的海岸线在“掘出的鱼”这一事物上有一个不可思议的特征,而接下来要讲述的则是另一个几乎比这更大的特征。
μεταξὺ γὰρ τῆς Μασσαλίας καὶ τῶν ἐκβολῶν τοῦ Ῥοδανοῦ πεδίον ἐστὶ τῆς θαλάττης διέχον εἰς ἑκατὸν σταδίους, τοσοῦτον δὲ καὶ τὴν διάμετρον, κυκλοτερὲς τὸ σχῆμα· καλεῖται δὲ Λιθῶδες ἀπὸ τοῦ συμβεβηκότος.
因为在马赛和罗讷河口之间有一片平原,距离海洋大约一百个斯塔迪翁,其直径也大致相同,形状呈圆形;因其特征而被称作“石之平原”。
μεστὸν γάρ ἐστι λίθων χειροπληθῶν ὑποπεφυκυῖαν ἐχόντων αὑτοῖς ἄγρωστιν, ἀφʼ ἧς ἄφθονοι νομαὶ βοσκήμασίν εἰσιν· ἐν μέσῳ δʼ ὕδατα καὶ ἁλυκίδες συνίστανται καὶ ἅλες.
因为那里铺满了手掌大小的石头,石头下方长着野草,为牲畜提供了丰富的牧草;而在平原中央,则形成了水洼、盐池和盐。
ἅπασα μὲν οὖν καὶ ἡ ὑπερκειμένη χώρα προσήνεμός ἐστι, διαφερόντως δʼ εἰς τὸ πεδίον τοῦτο τὸ μελαμβόρειον καταιγίζει πνεῦμα βίαιον καὶ φρικῶδες·
虽然其上方的整个地区都多风,但一种被称为“黑北风”的狂烈而可怕的风会特别猛烈地席卷这片平原。
φασὶ γοῦν σύρεσθαι καὶ κυλινδεῖσθαι τῶν λίθων ἐνίους, καταφλᾶσθαι δὲ τοὺς ἀνθρώπους ἀπὸ τῶν ὀχημάτων καὶ γυμνοῦσθαι καὶ ὅπλων καὶ ἐσθῆτος ὑπὸ τῆς ἐμπνοῆς.
总之,据说有些石头会被风拖曳和滚动,人们会被从座驾上掀下来,武器和衣服也会被狂风剥光。
Ἀριστοτέλης μὲν οὖν φησιν ὑπὸ σεισμῶν τῶν καλουμένων βραστῶν ἐκπεσόντας τοὺς λίθους εἰς τὴν ἐπιφάνειαν συνολισθεῖν εἰς τὰ κοῖλα τῶν χωρίων.
亚里士多德说,这些石头是通过被称为“震动者”的地震被抛到地表,然后滑落到该地区的低洼处的。
Ποσειδώνιος δὲ λίμνην οὖσαν παγῆναι μετὰ κλυδασμοῦ, καὶ διὰ τοῦτο εἰς πλείονας μερισθῆναι λίθους, καθάπερ τοὺς ποταμίους κάχληκας καὶ τὰς ψήφους τὰς αἰγιαλίτιδας, ὁμοίους δὲ καὶ λείους καὶ ἰσομεγέθεις τῇ ὁμοιότητι· καὶ τὴν αἰτίαν ἀποδεδώκασιν ἀμφότεροι.
而波塞多尼奥斯则认为,这里曾是一个湖泊,在波涛汹涌中冻结,因此分裂成许多石头,就像河里的卵石和海岸上的沙砾一样,由于这种相似性,它们显得光滑、均匀且大小相同;两人都给出了原因。
πιθανὸς μὲν οὖν ὁ παρʼ ἀμφοῖν λόγος· ἀνάγκη γὰρ τοὺς οὕτω συνεστῶτας λίθους οὐ καθʼ ἑαυτοὺς ἢ ἐξ ὑγροῦ παγέντας μεταβαλεῖν, ἐκ πετρῶν μεγάλων ῥήγματα συνεχῆ λαβουσῶν ἀποκριθῆναι.
两人的解释固然都说得通;因为这样构成的石头,必然不是自身发生变化或由液体冻结而成,而是从接连发生断裂的巨大岩石中分离出来的。
τὸ μέντοι δυσαπολόγητον Αἰσχύλος καταμαθὼν ἢ παρʼ ἄλλου λαβὼν εἰς μῦθον ἐξετόπισε.
然而,埃斯库罗斯察觉到了解释这一现象的困难,或者从他人那里听闻,便将其转移到了神话中。
φησὶ γοῦν Προμηθεὺς παρʼ αὐτῷ καθηγούμενος Ἡρακλεῖ τῶν ὁδῶν τῶν ἀπὸ Καυκάσου πρὸς τὰς Ἑσπερίδας ἥξεις δὲ Λιγύων εἰς ἀτάρβητον στρατόν, ἔνθʼ οὐ μάχης, σάφʼ οἶδα, καὶ θοῦρός περ ὢν μέμψει· πέπρωται γάρ σε καὶ βέλη λιπεῖν ἐνταῦθʼ· ἑλέσθαι δʼ οὔ τινʼ ἐκ γαίας λίθον ἕξεις, ἐπεὶ πᾶς χῶρός ἐστι μαλθακός.
总之,在他笔下的普罗米修斯,在引导赫拉克勒斯从高加索前往赫斯珀里得斯的路上时说道:“你将来到不畏恐惧的利古里亚人军队面前,在那里,我确信,即使你勇猛无比,也无法对战斗有所抱怨;因为命运注定你甚至连箭矢都要遗留在那儿;你将无法从地上捡起任何一块石头,因为整个地方都是柔软的。
ἰδὼν δʼ ἀμηχανοῦντά σε Ζεὺς οἰκτερεῖ, νεφέλην δʼ ὑποσχὼν νιφάδι γογγύλων πέτρων ὑπόσκιον θήσει χθόνʼ, οἷς ἔπειτα σὺ βαλὼν διώσει ῥᾳδίως Λίγυν στρατόν.
但宙斯看到你陷入困境会怜悯你,他会用乌云笼罩天空,降下滚圆石头的雪,使大地陷入阴影,然后你将用这些石头投掷,轻易击退利古里亚人的军队。
ὥσπερ οὐ κρεῖττον ὄν, φησὶν ὁ Ποσειδώνιος, εἰς αὐτοὺς τοὺς Λίγυας ἐμβαλεῖν τοὺς λίθους καὶ καταχῶσαι πάντας ἢ τοσούτων δεόμενον ποιῆσαι λίθων τὸν Ἡρακλέα.
”波塞多尼奥斯说,与其让赫拉克勒斯需要这么多石头,难道直接把石头砸在利古里亚人自己身上并把他们全部活埋不是更好吗?
τὸ μὲν οὖν τοσούτων ἀναγκαῖον ἦν, εἴπερ καὶ πρὸς ὄχλον παμπληθῆ· ὥστε ταύτῃ γε πιθανώτερος ὁ μυθογράφος τοῦ ἀνασκευάζοντος τὸν μῦθον.
但是,如果面对的是庞大的人群,确实需要数量如此巨大的石头;因此在这一方面,神话创作者比驳斥神话的人更具有说服力。
ἀλλὰ καὶ τὰ ἄλλα πεπρῶσθαι φήσας ὁ ποιητὴς οὐκ ἐᾷ μέμφεσθαι φιλαιτίως.
而且,诗人既然说其他事情也是命中注定的,就不容我们吹毛求疵地抱怨。
καὶ γὰρ ἐν τοῖς περὶ τῆς προνοίας καὶ τῆς εἱμαρμένης λόγοις εὕροι τις ἂν πολλὰ τοιαῦτα τῶν ἀνθρωπίνων καὶ τῶν φύσει γινομένων, ὥστʼ ἐπʼ αὐτῶν φάναι πολὺ κρεῖττον εἶναι τόδε ἢ τόδε γενέσθαι, οἷον εὔομβρον εἶναι τὴν Αἴγυπτον, ἀλλὰ μὴ τὴν Αἰθιοπίαν ποτίζειν τὴν γῆν· καὶ τὸν Πάριν εἰς Σπάρτην πλέοντα ναυαγίῳ περιπεσεῖν, ἀλλὰ μὴ τὴν Ἑλένην ἁρπάσαντα δίκας τῖσαι τοῖς ἀδικηθεῖσιν ὕστερον, ἡνίκα τοσοῦτον ἀπείργαστο φθόρον Ἑλλήνων καὶ βαρβάρων· ὅπερ Εὐριπίδης ἀνήνεγκεν εἰς τὸν Δία Ζεὺς γὰρ κακὸν μὲν Τρωσὶ πῆμα δʼ Ἑλλάδι θέλων γενέσθαι ταῦτʼ ἐβούλευσεν πατήρ.
因为在关于神意和命运的讨论中,人们会发现人类事务和自然发生的事物中有很多类似的情况,以至于人们会说,发生这个或那个要好得多,例如,埃及应该雨水充沛,而不是由埃塞俄比亚来灌溉土地;又如帕里斯在航行前往斯巴达时应当遭遇船难,而不是抢走海伦并在事后向受害者偿还代价,当时希腊人和异族已经遭受了如此巨大的毁灭;欧里庇得斯将此归咎于宙斯:“因为父神宙斯,希望给特洛伊人带来灾难,给希腊带来痛苦,才策划了这些事。 ”

词汇与语法注释

  1. 4.1.7ὑποπεφυκυῖαν ἐχόντων αὑτοῖς ἄγρωστιν — 现在完成时主动分词 ὑποπεφυκυῖαν 与单数宾格 ἄγρωστιν 一致,而现在时主动分词属格复数 ἐχόντων 则与前面的 λίθων 一致。αὑτοῖς 是复数与格反身代词,表示“在它们(石头)自身下方”。整个结构字面意思是“那些其下方长出野草的石头”。
  2. 4.1.7ὥσπερ οὐ κρεῖττον ὄν — 宾格绝对(accusative absolute)句法。非人称动词分词 ὄν 与形容词 κρεῖττον 以及 ὥσπερ 连用,表达一种反事实或讽刺性的批评:“仿佛(直接砸向他们)不是更好一样”(暗示实际上那显然更好)。不定式句 ἐμβαλεῖν... καὶ καταχῶσαι 充当其实质主语。
  3. 4.1.7ἔνθʼ οὐ μάχης... μέμψει — 动词 μέμφομαι(此处为将来时第二人称单数中动态 μέμψει)以属格 μάχης 作为抱怨或不满的对象,意为“你将不会对战斗(的缺乏)有所抱怨”。

引用这一段

斯特拉波, 地理学 §4.1.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:4.1.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。