Humanitext Reader

ストラボン · 地理誌 §4.1.5

マッサリアの貴族政と学問都市への変容

122 / 577 箇所 · ギリシア語

要旨

マッサリアの極めて整った貴族政、歴史的繁栄と海軍、ローマとの関係、近年の平和に伴う学問の中心地への変容、そして市民生活の質素さについて述べる。

§4.1.5διοικοῦνται δʼ ἀριστοκρατικῶς οἱ Μασσαλιῶται πάντων εὐνομώτατα, ἀνδρῶν ἑξακοσίων καταστήσαντες συνέδριον διὰ βίου ταύτην ἐχόντων τὴν τιμήν, οὓς τιμούχους καλοῦσι.
マッサリア人たちは、すべての中で最も秩序正しく貴族政的に統治されており、終身でこの栄誉職を持つ六百人の男たちからなる評議会を設立した。 彼らはこの評議員たちをティムーホスと呼んでいる。
πεντεκαίδεκα δʼ εἰσὶ τοῦ συνεδρίου προεστῶτες, τούτοις δὲ τὰ πρόχειρα διοικεῖν δέδοται.
評議会には十五人の指導者がおり、これら(十五人)に日常の政務を処理することが委ねられている。
πάλιν δὲ τῶν πεντεκαίδεκα προκάθηνται τρεῖς οἱ πλεῖστον ἰσχύοντες, τούτων δὲ εἷς·
さらに、この十五人のうち、最も権力を持つ三人、そしてこれら(三人)のうちの一人が首班を務める。
τιμοῦχος δʼ οὐ γίνεται μὴ τέκνα ἔχων μηδὲ διὰ τριγονίας ἐκ πολιτῶν γεγονώς.
子供を持たない者、あるいは三代にわたって市民の血統を引いていない者は、ティムーホスにはなれない。
οἱ δὲ νόμοι Ἰωνικοί, πρόκεινται δὲ δημοσίᾳ.
法律はイオニアのものであり、公に掲示されている。
χώραν δʼ ἔχουσιν ἐλαιόφυτον μὲν καὶ κατάμπελον, σίτῳ δὲ λυπροτέραν διὰ τὴν τραχύτητα, ὥστε πεποιθότες τῇ θαλάττῃ μᾶλλον ἢ τῇ γῇ τὸ πρὸς ναυτιλίας εὐφυὲς εἵλοντο μᾶλλον.
彼らはオリーブや葡萄が植えられた土地を所有しているが、その険しさのゆえに穀物に関してはより貧弱である。 そのため、土地よりもむしろ海を信頼し、航海に適した資質をより好んだ。
ὕστερον μέντοι ταῖς ἀνδραγαθίαις ἴσχυσαν προσλαβεῖν τινα τῶν πέριξ πεδίων ἀπὸ τῆς αὐτῆς δυνάμεως ἀφʼ ἧς καὶ τὰς πόλεις ἔκτισαν, ἐπιτειχίσματα τὰς μὲν κατὰ τὴν Ἰβηρίαν τοῖς Ἴβηρσιν, οἷς καὶ τὰ ἱερὰ τῆς Ἐφεσίας Ἀρτέμιδος παρέδοσαν τὰ πάτρια ὥστε ἑλληνιστὶ θύειν, τὴν δὲ * Ῥόην Ἀγάθην τοῖς περὶ τὸν ποταμὸν οἰκοῦσι τὸν Ῥοδανὸν βαρβάροις, τὸ δὲ Ταυροέντιον καὶ τὴν Ὀλβίαν καὶ Ἀντίπολιν καὶ Νίκαιαν τῷ τῶν Σαλύων ἔθνει καὶ τοῖς Λίγυσι τοῖς τὰς Ἄλπεις οἰκοῦσιν.
しかし後には、彼らがいくつかの都市を創建したのと同じ軍事力によって、その武勇により、周囲の平野の幾らかを獲得する力を得た。 これらは砦であり、一方はイベリア地方においてイベリア人に対するものであった。 彼ら(イベリア人)に対して、彼ら(マッサリア人)はまた、エペソスのアルテミスの祖先伝来の儀礼をも伝え、ギリシア風に犠牲を捧げるようにさせた。 他方では、ローヌ川周辺に住む蛮族に対して * ロエ、アガテを、またサリュエス族およびアルプスに住むリグリア人に対してタウロエンティオン、オルビア、アンティポリス、ニカイアを[砦とした]。
εἰσὶ δὲ καὶ νεώσοικοι παρʼ αὐτοῖς καὶ ὁπλοθήκη·
彼らのもとには造船所や武器庫もある。
πρότερον δὲ καὶ πλοίων εὐπορία καὶ ὅπλων καὶ ὀργάνων τῶν τε πρὸς τὰς ναυτιλίας χρησίμων καὶ τῶν πρὸς πολιορκίας, ἀφʼ ὧν πρός τε τοὺς βαρβάρους ἀντέσχον καὶ Ῥωμαίους ἐκτήσαντο φίλους, καὶ πολλὰ καὶ αὐτοὶ χρήσιμοι κατέστησαν ἐκείνοις κἀκεῖνοι προσέλαβον τῆς αὐξήσεως αὐτῶν.
以前はまた、船や武器、さらに航海や攻城戦に有用な器具も豊富であり、それらによって蛮族に対抗し、ローマ人を友として獲得した。 そして彼ら自身もローマ人にとって大いに有用な存在となり、ローマ人もまた、彼らの繁栄を増進させるのを助けた。
Σέξτιος γοῦν ὁ καταλύσας τοὺς Σάλυας, οὐ πολὺ ἄπωθεν τῆς Μασσαλίας κτίσας πόλιν ὁμώνυμον ἑαυτοῦ τε καὶ τῶν ὑδάτων τῶν θερμῶν, ὧν τινὰ μεταβεβληκέναι φασὶν εἰς ψυχρά, ἐνταῦθά τε φρουρὰν κατῴκισε Ῥωμαίων, καὶ ἐκ τῆς παραλίας τῆς εἰς τὴν Ἰταλίαν ἀγούσης ἀπὸ Μασσαλίας ἀνέστειλε τοὺς βαρβάρους, οὐ δυναμένων τῶν Μασσαλιωτῶν ἀνείργειν αὐτοὺς τελέως.
例えば、サリュエス族を破ったセクスティウスは、マッサリアからそれほど遠くない場所に、自分自身と温水地の双方にちなんだ同名の都市を創建したが、――その温水の一部は冷水に変化したと言われているが、――そこにローマ人の守備隊を入植させ、マッサリアからイタリアへと通じる海岸地方から蛮族を退けた。 マッサリア人たちが彼らを完全に抑え込むことができなかったからである。
οὐδʼ αὐτὸς δὲ πλέον ἴσχυσεν ἀλλʼ ἢ τοσοῦτον μόνον ὅσον κατὰ μὲν τὰ εὐλίμενα ἀπὸ τῆς θαλάττης ἀπελθεῖν τοὺς βαρβάρους ἐπὶ δώδεκα σταδίους, κατὰ δὲ τοὺς τραχῶνας ἐπὶ ὀκτώ· τὴν δὲ λειφθεῖσαν ὑπʼ ἐκείνων τοῖς Μασσαλιώταις παραδέδωκεν.
彼自身もまた、ただこれだけの力しか発揮できなかった。 すなわち、良港のある場所では蛮族を海から十二スタディオン、岩がちの荒地では八スタディオン退かせることだけであり、蛮族によって残された土地をマッサリア人に引き渡した。
ἀνάκειται δʼ ἐν πόλει συχνὰ τῶν ἀκροθινίων, ἃ ἔλαβον καταναυμαχοῦντες ἀεὶ τοὺς ἀμφισβητοῦντας τῆς θαλάττης ἀδίκως.
市内には、海の覇権を不当に争う者たちを常に海戦で打ち破って獲得した、数々の戦利品が奉納されている。
πρότερον μὲν οὖν εὐτύχουν διαφερόντως περί τε τἆλλα καὶ περὶ τὴν πρὸς Ῥωμαίους φιλίαν, ἧς πολλὰ ἄν τις λάβοι σημεῖα·
さて、以前はとりわけ他の諸々の点においても、またローマ人との友好関係においても非常に繁栄しており、その友好関係については多くの証拠を挙げることができる。
καὶ δὴ καὶ τὸ ξόανον τῆς Ἀρτέμιδος τῆς ἐν τῷ Ἀβεντίνῳ οἱ Ῥωμαῖοι τὴν αὐτὴν διάθεσιν ἔχον τῷ παρὰ τοῖς Μασσαλιώταις ἀνέθεσαν.
実際、アヴェンティヌス丘にあるアルテミスの木像も、ローマ人がマッサリア人たちのところにあるものと同じ姿を持つものとして奉納したのである。
κατὰ δὲ τὴν Πομπηίου πρὸς Καίσαρα στάσιν τῷ κρατηθέντι μέρει προσθέμενοι τὴν πολλὴν τῆς εὐδαιμονίας ἀπέβαλον, ὅμως δʼ οὖν ἴχνη λείπεται τοῦ παλαιοῦ ζήλου παρὰ τοῖς ἀνθρώποις καὶ μάλιστα περὶ τὰς ὀργανοποιίας καὶ τὴν ναυτικὴν παρασκευήν.
しかし、ポンペイウスとカエサルの内乱においては、敗れた側に加担したために、その繁栄の大部分を失った。 それでもなお、人々の間には古い熱意の痕跡が残されており、特に器具の製造や海軍の備えにおいてそうである。
ἐξημερουμένων δʼ ἀεὶ τῶν ὑπερκειμένων βαρβάρων καὶ ἀντὶ τοῦ πολεμεῖν τετραμμένων ἤδη πρὸς πολιτείας καὶ γεωργίας διὰ τὴν τῶν Ῥωμαίων ἐπικράτειαν, οὐδʼ αὐτοῖς ἔτι τούτοις συμβαίνοι ἂν περὶ τὰ λεχθέντα τοσαύτη σπουδή.
しかし、背後に控える蛮族たちが徐々に教化され、ローマ人の支配のゆえに、戦争をする代わりに今や政治制度や農業へと向かっているため、彼ら自身にとっても、もはや上述の事柄に関してそれほどの熱意が向けられることは起こり得ないであろう。
δηλοῖ δὲ τὰ καθεστηκότα νυνί·
現在の状況がそれを明確に示している。
πάντες γὰρ οἱ χαρίεντες πρὸς τὸ λέγειν τρέπονται καὶ φιλοσοφεῖν, ὥσθʼ ἡ πόλις μικρὸν μὲν πρότερον τοῖς βαρβάροις ἀνεῖτο παιδευτήριον, καὶ φιλέλληνας κατεσκεύαζε τοὺς Γαλάτας ὥστε καὶ τὰ συμβόλαια ἑλληνιστὶ γράφειν, ἐν δὲ τῷ παρόντι καὶ τοὺς γνωριμωτάτους Ῥωμαίων πέπεικεν ἀντὶ τῆς εἰς Ἀθήνας ἀποδημίας ἐκεῖσε φοιτᾶν φιλομαθεῖς ὄντας.
というのも、教養あるすべての人々が弁論と哲学へと向かっており、そのためこの都市は、少し前には蛮族たちの教育の場として開かれており、ガリア人たちをギリシア愛好家へと仕立て上げ、彼らが契約書をもギリシア語で書くほどであった。 現在においては、ローマ人の最も著名な人々をも説得し、アテナイへの留学の代わりに、学問を好む者としてそこへと通わせるほどになっている。
ὁρῶντες δὲ τούτους οἱ Γαλάται καὶ ἅμα εἰρήνην ἄγοντες, τὴν σχολὴν ἄσμενοι πρὸς τοὺς τοιούτους διατίθενται βίους οὐ κατʼ ἄνδρα μόνον ἀλλὰ καὶ δημοσίᾳ·
ガリア人たちはこれを目にし、同時に平和を享受しているため、その余暇を喜んでこのような生き方に費やしており、それは個人としてだけでなく、公的にもそうである。
σοφιστὰς γοῦν ὑποδέχονται τοὺς μὲν ἰδίᾳ, τοὺς δὲ πόλεις κοινῇ μισθούμεναι, καθάπερ καὶ ἰατρούς.
実際、彼らはソピステスたちを招き入れており、ある者は私的に、またある都市は、医師たちと同様に、公費で共同で彼らを雇っている。
τῆς δὲ λιτότητος τῶν βίων καὶ τῆς σωφροσύνης τῶν Μασσαλιωτῶν οὐκ ἐλάχιστον ἄν τις θείη τοῦτο τεκμήριον·
マッサリア人たちの生活の質素さと節度について、人は次のことを決して小さくない証拠として挙げるだろう。
ἡ γὰρ μεγίστη προὶξ αὐτοῖς ἐστιν ἑκατὸν χρυσοῖ καὶ εἰς ἐσθῆτα πέντε καὶ πέντε εἰς χρυσοῦν κόσμον· πλέον δʼ οὐκ ἔξεστι.
すなわち、彼らにとって最大の持参金は百金貨であり、衣服のために五枚、金装飾のために五枚であり、それ以上は許されない。
καὶ ὁ Καῖσαρ δὲ καὶ οἱ μετʼ ἐκεῖνον ἡγεμόνες πρὸς τὰς ἐν τῷ πολέμῳ γενηθείσας ἁμαρτίας ἐμετρίασαν μεμνημένοι τῆς φιλίας καὶ τὴν αὐτονομίαν ἐφύλαξαν, ἣν ἐξ ἀρχῆς εἶχεν ἡ πόλις, ὥστε μὴ ὑπακούειν τῶν εἰς τὴν ἐπαρχίαν πεμπομένων στρατηγῶν μήτε αὐτὴν μήτε τοὺς ὑπηκόους.
カエサルおよびその後の統治者たちもまた、戦争中に生じた過ちに対して、かつての友好関係を記憶して寛大に対処し、この都市が最初から持っていた自治権を維持した。 そのため、この都市自体もその臣民たちも、属州へと派遣される総督たちに従う必要がないのである。
περὶ μὲν Μασσαλίας ταῦτα.
マッサリアについては以上である。

語釈・文法注

  1. 4.1.5καταστήσαντες — アオリスト能動態分詞で、受動態の主動詞 διοικοῦνται の主語 οἱ Μασσαλιῶται に一致している。自律的な統治形態を設立した主体が市民自身であることを示している。
  2. 4.1.5ἐπιτειχίσματα — 先行する τὰς μὲν ... τὴν δὲ ... τὸ δὲ ... と並列される都市群(関係節内の πόλεις)に対する対格の同格語。それらの都市が他民族に対する「障壁・砦」として機能していることを説明している。
  3. 4.1.5συμβαίνοι ἂν — 希求法 + ἄν による潜在表現。背後の蛮族が教化された現在の平和な状況下では、マッサリア人がかつてのように軍備に多大な熱意を注ぐ必要性がもはや生じ得ないことを示している。

この箇所を引用する

ストラボン, 地理誌 §4.1.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:4.1.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。