Humanitext Reader

ストラボン · 地理誌 §4.1.3-4.1.4

ナルボニティスの境界とマッサリアの創建伝承

121 / 577 箇所 · ギリシア語

要旨

ナルボニティス属州の地理的な境界、主要都市間の距離、および二つの主要道路について記述され、続いてフォカイア人によるマッサリアの創建と、エペソスのアルテミス信仰の導入に関する歴史的伝承が語られる。

§4.1.3ταύτης δὲ τὸ σχῆμα παραλληλόγραμμόν πώς ἐστιν, ἐκ μὲν τῆς ἑσπέρας γραφόμενον τῇ Πυρήνῃ πρὸς δὲ τὰς ἄρκτους τῷ Κεμμένῳ·
この地方の形状はある種平行四辺形であり、西からはピレネー山脈によって、北からはセヴェンヌ山脈によって境界を画されている。
τὰς δὲ λοιπὰς τὴν μὲν νότιον ἡ θάλαττα ποιεῖ μεταξὺ Πυρήνης καὶ Μασσαλίας, τὴν δʼ ἑωθινὴν αἱ Ἄλπεις ἐκ μέρους καὶ τὸ μεταξὺ διάστημα τῶν Ἄλπεων ἐπʼ εὐθείας αὐταῖς ληφθὲν καὶ τῶν ὑπωρειῶν τοῦ Κεμμένου τῶν καθηκουσῶν ἐπὶ τὸν Ῥοδανὸν καὶ ποιουσῶν ὀρθὴν γωνίαν πρὸς τὴν λεχθεῖσαν ἀπὸ τῶν Ἄλπεων εὐθεῖαν.
残りの辺について言えば、南の辺はピレネーとマッサリアの間の海が形成し、東の辺は、一部はアルプス山脈が、また一部は、アルプス山脈と、ローヌ川にまで下って先述のアルプスからの直線に対して直角をなすセヴェンヌ山脈の麓との間の、アルプスと一直線をなすように取られた中間距離が形成している。
τῷ δὲ νοτίῳ πρόσκειται παρὰ τὸ λεχθὲν σχῆμα ἡ ἐφεξῆς παραλία, ἣν ἔχουσιν οἵ τε Μασσαλιῶται καὶ οἱ Σάλυες μέχρι Λιγύων ἐπὶ τὰ πρὸς Ἰταλίαν μέρη καὶ τὸν Ὀυᾶρον ποταμόν.
そして南の辺には、上述の形状のほかに、それに続く海岸地方が付け加わっており、そこは、マッサリア人やサリュエス人が、イタリアに面した部分およびヴァール川に至るリグリア人の境界まで領有している。
οὗτος δʼ ἐστίν, ὡς εἶπον πρότερον, ὅριον τῆς Ναρβωνίτιδος καὶ τῆς Ἰταλίας· ὑπάρχει δὲ θέρους μὲν μικρός, χειμῶνος δὲ καὶ μέχρι ἑπτὰ σταδίων πλατυνόμενος.
この川は、以前に言ったように、ナルボニティスとイタリアの境界であり、夏には小さいが、冬には7スタディオンにまで広がる。
ἐντεῦθεν μὲν οὖν ἡ παραλία παρατείνει μέχρι τοῦ ἱεροῦ τῆς Πυρηναίας Ἀφροδίτης· τοῦτο δʼ ἐστὶν ὅριον ταύτης τε τῆς ἐπαρχίας καὶ τῆς Ἰβηρικῆς·
さて、ここから海岸はピレネーのアプロディテの神殿まで伸びており、これはこの属州とイベリアとの境界である。
ἔνιοι δὲ τὸν τόπον ἐν ᾧ ἐστι τὰ Πομπηίου τρόπαια ὅριον Ἰβηρίας ἀποφαίνουσι καὶ τῆς Κελτικῆς.
しかし一部の人々は、ポンペイウスの記念碑がある場所を、イベリアとケルティケの境界であると主張している。
ἔστι δʼ ἔνθεν μὲν εἰς Νάρβωνα μίλια ἑξήκοντα τρία, ἐκεῖθεν δὲ εἰς Νέμαυσον ὀγδοήκοντα ὀκτώ, ἐκ Νεμαύσου δὲ διὰ Οὐγέρνου καὶ Ταρούσκωνος εἰς τὰ θερμὰ ὕδατα τὰ Σέξτια καλούμενα, ἅπερ πλησίον Μασσαλίας ἐστί, πεντήκοντα τρία, ἐντεῦθεν δὲ εἰς Ἀντίπολιν καὶ τὸν Ὀυᾶρον ποταμὸν ἑβδομήκοντα τρία, ὥστε τὰ σύμπαντα γίνεται μίλια διακόσια ἑβδομήκοντα ἑπτά.
そこからナルボまでは63マイルであり、そこからネマウススまでは88マイル、ネマウススからウゲルヌムとタルスコを通って、マッサリアの近くにある、アクアエ・セクスティアエと呼ばれる温水地までは53マイル、そこからアンティポリスおよびヴァール川までは73マイルであり、したがって合計は277マイルになる。
ἔνιοι δʼ ἀπὸ τοῦ Ἀφροδισίου μέχρι τοῦ Ὀυάρου σταδίους ἀνέγραψαν δισχιλίους ἑξακοσίους, οἱ δὲ καὶ διακοσίους προστιθέασιν·
しかし一部の者は、アプロディシオンからヴァール川までを2600スタディオンと記録しており、別の者はさらに200スタディオンを付け加えている。
οὐ γὰρ ὁμολογεῖται περὶ τῶν διαστημάτων.
なぜなら、距離については合意がないからである。
κατὰ δὲ τὴν ἑτέραν ὁδὸν τὴν διὰ Ὀυοκοντίων καὶ τῆς Κοττίου μέχρι μὲν Οὐγέρνου καὶ Ταρούσκωνος κοινὴ ὁδὸς ἡ ἀπὸ Νεμαύσου, ἐντεῦθεν δὲ ἐπὶ μὲν τοὺς Ὀυοκοντίων ὅρους καὶ τὴν ἀρχὴν τῆς ἀναβάσεως τῶν Ἄλπεων διὰ Δρουεντία καὶ Καβαλλίωνος μίλια ἑξήκοντα τρία· πάλιν δʼ ἐντεῦθεν ἐπὶ τοὺς ἑτέρους ὅρους τῶν Ὀυοκοντίων πρὸς τὴν Κοττίου μίλια ἑκατὸν ἑνὸς δέοντα ἐπʼ Ἐβρόδουνον κώμην· εἶτʼ ἄλλα τοσαῦτα διὰ Βριγαντίου κώμης καὶ Σκιγγομάγου καὶ τῆς τῶν Ἄλπεων ὑπερθέσεως ἐπὶ Ὤκελον, τὸ πέρας τῆς Κοττίου γῆς·
他方、ウォコンティイ族の地とコッティウスの領地を通るもう一つの道においては、ウゲルヌムとタルスコまではネマウススからの道と共通であり、そこから、ドゥルエンティア川とカバリオを通って、ウォコンティイ族の境界およびアルプス登り口の始まりまでは63マイル、さらにそこから、エブロドゥヌムの村へと向かって、コッティウスの領地に接するウォコンティイ族のもう一方の境界までは、100から1を引いた99マイル、それから、ブリガンティウムの村とスキンゴマグスを通り、アルプス越えを経て、コッティウスの土地の終点であるオウケロンまで、同数の99マイルである。
ἡ ἀπὸ Σκιγγομάγου δὲ ἤδη Ἰταλία λέγεται· ἔστι δὲ ἐνθένδε ἐπὶ Ὤκελον μίλια εἰκοσιοκτώ.
スキンゴマグスから先はすでにイタリアと呼ばれており、そこからオウケロンまでは28マイルである。
§4.1.4κτίσμα δʼ ἐστὶ Φωκαιέων ἡ Μασσαλία, κεῖται δʼ ἐπὶ χωρίου πετρώδους·
マッサリアはフォカイア人の植民都市であり、岩がちの土地に位置している。
ὑποπέπτωκε δʼ αὐτῆς ὁ λιμὴν θεατροειδεῖ πέτρᾳ βλεπούσῃ πρὸς νότον.
その港は、南を向いた劇場のような形の岩の下方に位置している。
τετείχισται δὲ καὶ αὕτη καλῶς καὶ ἡ πόλις σύμπασα μέγεθος ἔχουσα ἀξιόλογον.
この都市もまた強固に城壁で囲まれており、市全体がかなりの規模を持っている。
ἐν δὲ τῇ ἄκρᾳ τὸ Ἐφέσιον ἵδρυται καὶ τὸ τοῦ Δελφινίου Ἀπόλλωνος ἱερόν·
その岬にはエペシオンとデルピニオス・アポロンの神殿が建てられている。
τοῦτο μὲν κοινὸν Ἰώνων ἁπάντων, τὸ δὲ Ἐφέσιον τῆς Ἀρτέμιδός ἐστι νεὼς τῆς Ἐφεσίας.
後者は全イオニア人に共通のものであり、エペシオンはエペソスのアルテミスの神殿である。
ἀπαίρουσι γὰρ τοῖς Φωκαιεῦσιν ἐκ τῆς οἰκείας λόγιον ἐκπεσεῖν φασιν ἡγεμόνι χρήσασθαι τοῦ πλοῦ παρὰ τῆς Ἐφεσίας Ἀρτέμιδος λαβοῦσι·
というのも、フォカイア人が故郷から出航する際、エペソスのアルテミスから航海の案内人を得てそれを頼りとせよ、という神託が下ったと言われているからである。
τοὺς μὲν δὴ προσαχθέντας τῇ Ἐφέσῳ ζητεῖν ὅντινα τρόπον ἐκ τῆς θεοῦ πορίσαιντο τὸ προσταχθέν.
そこで彼らはエペソスに寄港し、女神から命じられたものをどのようにして手に入れるべきかを模索した。
Ἀριστάρχῃ δὲ τῶν ἐντίμων σφόδρα γυναικῶν παραστῆναι κατʼ ὄναρ τὴν θεὸν καὶ κελεῦσαι συναπαίρειν τοῖς Φωκαιεῦσιν ἀφίδρυμά τι τῶν ἱερῶν λαβούσῃ·
すると、非常に高貴な女性たちの一人であるアリスタルケの夢枕に女神が立ち、神聖な像の一つを携えてフォカイア人たちと共に出航するように命じた。
γενομένου δὲ τούτου καὶ τῆς ἀποικίας λαβούσης τέλος, τό τε ἱερὸν ἱδρύσασθαι καὶ τὴν Ἀριστάρχην τιμῆσαι διαφερόντως ἱέρειαν ἀποδείξαντας, ἔν τε ταῖς ἀποίκοις πόλεσι πανταχοῦ τιμᾶν ἐν τοῖς πρώτοις ταύτην τὴν θεὸν καὶ τοῦ ξοάνου τὴν διάθεσιν τὴν αὐτὴν καὶ τἆλλα νόμιμα φυλάττειν τὰ αὐτὰ ἅπερ ἐν τῇ μητροπόλει νενόμισται.
これが実現し、植民が完了したとき、彼らは神殿を建立し、アリスタルケを巫女に任命して格別に尊んだ。 また、植民都市のいたるところで、この女神を第一に崇め、木像の意匠を同じにし、本国で慣習となっているのと同じその他の儀礼を維持している。

語釈・文法注

  1. 4.1.3τὸ μεταξὺ διάστημα τῶν Ἄλπεων ἐπʼ εὐθείας αὐταῖς ληφθὲν καὶ τῶν ὑπωρειῶν τοῦ Κεμμένου — 東の境界の画定における構文。`τὸ μεταξὺ διάστημα`(中間距離)が `αἱ Ἄλπεις`(アルプス山脈)と並列の主語として `ποιεῖ`(形成する)に係る。`αὐταῖς`(それらと)は女性複数与格で、`ταῖς Ἄλπεσιν` を指し、「アルプスと一直線をなすように」という意味になる。
  2. 4.1.3ἑκατὸν ἑνὸς δέοντα — 「99マイル」を表す慣用的な数詞表現。直訳すると「100、ただし1つを欠いている」となり、分詞 `δέοντα`(中性複数・主格/対格)が被修飾語である `μίλια`(マイル、中性複数)の一致を受け、その引き算的な数値を修飾している。
  3. 4.1.4ἀπαίρουσι γὰρ τοῖς Φωκαιεῦσιν ἐκ τῆς οἰκείας λόγιον ἐκπεσεῖν φασιν — 対格と不定詞の構文(対格不定詞)。主動詞 `φασίν`(人々は言う)に対し、その意味上の目的語として `λόγιον ἐκπεσεῖν`(神託が下ったこと)という対格不定詞句が置かれている。与格の `ἀπαίρουσι ... τοῖς Φωκαιεῦσιν`(出航するフォカイア人たちに)は、出来事の影響を受ける対象を示す「関与の与格(dative of interest)」として機能している。
  4. 4.1.4ἡγεμόνι χρήσασθαι τοῦ πλοῦ παρὰ τῆς Ἐφεσίας Ἀρτέμιδος λαβοῦσι — 神託(`λόγιον`)の具体的な内容を説明する不定詞句。`χρήσασθαι`(使用すること、頼りとすること)は `λόγιον` を説明する同格的不定詞。与格分詞 `λαβοῦσι` は、前文の `τοῖς Φωκαιεῦσιν` に一致し、「(案内人を)得た上で」という状況を示す。

この箇所を引用する

ストラボン, 地理誌 §4.1.3-4.1.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:4.1.3-4.1.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。