§4.1.5διοικοῦνται δʼ ἀριστοκρατικῶς οἱ Μασσαλιῶται πάντων εὐνομώτατα, ἀνδρῶν ἑξακοσίων καταστήσαντες συνέδριον διὰ βίου ταύτην ἐχόντων τὴν τιμήν, οὓς τιμούχους καλοῦσι.
马赛人是以最有序的贵族政体进行统治的,他们设立了一个由六百人组成的终身制议会,享有这一荣誉,他们称这些人为“蒂穆霍伊”(名誉保持者)。
πεντεκαίδεκα δʼ εἰσὶ τοῦ συνεδρίου προεστῶτες, τούτοις δὲ τὰ πρόχειρα διοικεῖν δέδοται.
在议会中,有十五人作为主持者,被赋予处理日常急务的权力。
πάλιν δὲ τῶν πεντεκαίδεκα προκάθηνται τρεῖς οἱ πλεῖστον ἰσχύοντες, τούτων δὲ εἷς·
在这十五人中,又有三位权力最大的人主持,而在这三人中,有一位是首脑。
τιμοῦχος δʼ οὐ γίνεται μὴ τέκνα ἔχων μηδὲ διὰ τριγονίας ἐκ πολιτῶν γεγονώς.
除非拥有子女,且连续三代为公民后裔,否则任何人不能成为“蒂穆霍斯”。
οἱ δὲ νόμοι Ἰωνικοί, πρόκεινται δὲ δημοσίᾳ.
他们的法律是伊奥尼亚式的,并且公之于众。
χώραν δʼ ἔχουσιν ἐλαιόφυτον μὲν καὶ κατάμπελον, σίτῳ δὲ λυπροτέραν διὰ τὴν τραχύτητα, ὥστε πεποιθότες τῇ θαλάττῃ μᾶλλον ἢ τῇ γῇ τὸ πρὸς ναυτιλίας εὐφυὲς εἵλοντο μᾶλλον.
他们拥有的土地上种植着橄榄和葡萄,但由于地形崎岖,不太适合麦类生长,因此他们更信赖海洋而非土地,宁愿选择发挥其航海的天赋。
ὕστερον μέντοι ταῖς ἀνδραγαθίαις ἴσχυσαν προσλαβεῖν τινα τῶν πέριξ πεδίων ἀπὸ τῆς αὐτῆς δυνάμεως ἀφʼ ἧς καὶ τὰς πόλεις ἔκτισαν, ἐπιτειχίσματα τὰς μὲν κατὰ τὴν Ἰβηρίαν τοῖς Ἴβηρσιν, οἷς καὶ τὰ ἱερὰ τῆς Ἐφεσίας Ἀρτέμιδος παρέδοσαν τὰ πάτρια ὥστε ἑλληνιστὶ θύειν, τὴν δὲ * Ῥόην Ἀγάθην τοῖς περὶ τὸν ποταμὸν οἰκοῦσι τὸν Ῥοδανὸν βαρβάροις, τὸ δὲ Ταυροέντιον καὶ τὴν Ὀλβίαν καὶ Ἀντίπολιν καὶ Νίκαιαν τῷ τῶν Σαλύων ἔθνει καὶ τοῖς Λίγυσι τοῖς τὰς Ἄλπεις οἰκοῦσιν.
然而,后来他们凭借英勇的行径,依靠建立这些城市的相同军事力量,成功夺取了周围的一些平原,并将其作为防御工事——一方面是在伊比利亚对抗伊比利亚人,他们还将以弗所阿耳忒弥斯的祖传祭仪传给伊比利亚人,使他们能够以希腊方式进行祭祀;另一方面是针对居住在罗讷河周围的蛮族建立的 * 罗埃和阿加特,以及针对萨柳埃族和居住在阿尔卑斯山脉的利古里亚人建立的陶罗恩蒂翁、奥尔比亚、安蒂波利斯和尼卡亚。
εἰσὶ δὲ καὶ νεώσοικοι παρʼ αὐτοῖς καὶ ὁπλοθήκη· πρότερον δὲ καὶ πλοίων εὐπορία καὶ ὅπλων καὶ ὀργάνων τῶν τε πρὸς τὰς ναυτιλίας χρησίμων καὶ τῶν πρὸς πολιορκίας, ἀφʼ ὧν πρός τε τοὺς βαρβάρους ἀντέσχον καὶ Ῥωμαίους ἐκτήσαντο φίλους, καὶ πολλὰ καὶ αὐτοὶ χρήσιμοι κατέστησαν ἐκείνοις κἀκεῖνοι προσέλαβον τῆς αὐξήσεως αὐτῶν.
他们那里还有船坞和军械库;以前还有丰富的船只、武器和仪器,既有用于航海的,也有用于围城的,凭借这些,他们抵抗了蛮族,并与罗马人结为盟友,他们自身也对罗马人大有帮助,罗马人也促进了他们的成长。
Σέξτιος γοῦν ὁ καταλύσας τοὺς Σάλυας, οὐ πολὺ ἄπωθεν τῆς Μασσαλίας κτίσας πόλιν ὁμώνυμον ἑαυτοῦ τε καὶ τῶν ὑδάτων τῶν θερμῶν, ὧν τινὰ μεταβεβληκέναι φασὶν εἰς ψυχρά, ἐνταῦθά τε φρουρὰν κατῴκισε Ῥωμαίων, καὶ ἐκ τῆς παραλίας τῆς εἰς τὴν Ἰταλίαν ἀγούσης ἀπὸ Μασσαλίας ἀνέστειλε τοὺς βαρβάρους, οὐ δυναμένων τῶν Μασσαλιωτῶν ἀνείργειν αὐτοὺς τελέως.
无论如何,消灭了萨柳埃人的塞克斯蒂乌斯在离马赛不远的地方建立了一座以他自己和温水(据说其中一些水已经变成冷水)命名的同名城市,并在那里驻扎了罗马守备队,并从马赛通往意大利的海岸线上击退了蛮族,因为马赛人无法完全阻挡他们。
οὐδʼ αὐτὸς δὲ πλέον ἴσχυσεν ἀλλʼ ἢ τοσοῦτον μόνον ὅσον κατὰ μὲν τὰ εὐλίμενα ἀπὸ τῆς θαλάττης ἀπελθεῖν τοὺς βαρβάρους ἐπὶ δώδεκα σταδίους, κατὰ δὲ τοὺς τραχῶνας ἐπὶ ὀκτώ· τὴν δὲ λειφθεῖσαν ὑπʼ ἐκείνων τοῖς Μασσαλιώταις παραδέδωκεν.
他自己能做到的也仅限于此,即在港口优良的地区将蛮族从海岸击退十二个斯塔迪翁,在崎岖地区击退八个斯塔迪翁;他把蛮族让出的土地交给了马赛人。
ἀνάκειται δʼ ἐν πόλει συχνὰ τῶν ἀκροθινίων, ἃ ἔλαβον καταναυμαχοῦντες ἀεὶ τοὺς ἀμφισβητοῦντας τῆς θαλάττης ἀδίκως.
城里供奉着许多战利品的首功之物,这些是他们在海战中不断击败那些不公正地争夺海上霸权的人而获得的。
πρότερον μὲν οὖν εὐτύχουν διαφερόντως περί τε τἆλλα καὶ περὶ τὴν πρὸς Ῥωμαίους φιλίαν, ἧς πολλὰ ἄν τις λάβοι σημεῖα· καὶ δὴ καὶ τὸ ξόανον τῆς Ἀρτέμιδος τῆς ἐν τῷ Ἀβεντίνῳ οἱ Ῥωμαῖοι τὴν αὐτὴν διάθεσιν ἔχον τῷ παρὰ τοῖς Μασσαλιώταις ἀνέθεσαν.
因此,在以前,他们在其他方面,特别是在与罗马人的友好关系上,都异常繁荣,人们可以找到许多这种友好关系的迹象;事实上,罗马人在阿文丁山上供奉的阿耳忒弥斯木雕造像,也与马赛人那里的造像具有相同的样式。
κατὰ δὲ τὴν Πομπηίου πρὸς Καίσαρα στάσιν τῷ κρατηθέντι μέρει προσθέμενοι τὴν πολλὴν τῆς εὐδαιμονίας ἀπέβαλον, ὅμως δʼ οὖν ἴχνη λείπεται τοῦ παλαιοῦ ζήλου παρὰ τοῖς ἀνθρώποις καὶ μάλιστα περὶ τὰς ὀργανοποιίας καὶ τὴν ναυτικὴν παρασκευήν.
但在庞培与恺撒的内乱期间,他们由于加入战败的一方,失去了大部分繁荣;尽管如此,在人们中间仍然留有昔日热忱的痕迹,特别是在器械制造和海军装备方面。
ἐξημερουμένων δʼ ἀεὶ τῶν ὑπερκειμένων βαρβάρων καὶ ἀντὶ τοῦ πολεμεῖν τετραμμένων ἤδη πρὸς πολιτείας καὶ γεωργίας διὰ τὴν τῶν Ῥωμαίων ἐπικράτειαν, οὐδʼ αὐτοῖς ἔτι τούτοις συμβαίνοι ἂν περὶ τὰ λεχθέντα τοσαύτη σπουδή. δηλοῖ δὲ τὰ καθεστηκότα νυνί·
但是,由于居住在他们上方的蛮族不断被同化,并且由于罗马人的统治,他们现在已经转向政治生活和农业,而不再进行战争,因此对于他们自身而言,在上述事物上也不再会产生如此大的热忱。
πάντες γὰρ οἱ χαρίεντες πρὸς τὸ λέγειν τρέπονται καὶ φιλοσοφεῖν, ὥσθʼ ἡ πόλις μικρὸν μὲν πρότερον τοῖς βαρβάροις ἀνεῖτο παιδευτήριον, καὶ φιλέλληνας κατεσκεύαζε τοὺς Γαλάτας ὥστε καὶ τὰ συμβόλαια ἑλληνιστὶ γράφειν, ἐν δὲ τῷ παρόντι καὶ τοὺς γνωριμωτάτους Ῥωμαίων πέπεικεν ἀντὶ τῆς εἰς Ἀθήνας ἀποδημίας ἐκεῖσε φοιτᾶν φιλομαθεῖς ὄντας.
当今的现状清楚地表明了这一点;因为所有有教养的人都转向了演说和哲学,以至于这座城市在不久前还是向蛮族开放的学校,并使高卢人热爱希腊文化,甚至用希腊语书写契约,而现在,它甚至说服了最著名的罗马人在渴望求学时,前往那里而非前往雅典。
ὁρῶντες δὲ τούτους οἱ Γαλάται καὶ ἅμα εἰρήνην ἄγοντες, τὴν σχολὴν ἄσμενοι πρὸς τοὺς τοιούτους διατίθενται βίους οὐ κατʼ ἄνδρα μόνον ἀλλὰ καὶ δημοσίᾳ· σοφιστὰς γοῦν ὑποδέχονται τοὺς μὲν ἰδίᾳ, τοὺς δὲ πόλεις κοινῇ μισθούμεναι, καθάπερ καὶ ἰατρούς.
高卢人看到这些,同时由于享受和平,乐意将闲暇时间投入到这种生活中,不仅在个人层面上,在公共层面上也是如此;至少他们接纳哲人,有的由私人聘请,有的由城市共同出资雇用,就像雇用医生一样。
τῆς δὲ λιτότητος τῶν βίων καὶ τῆς σωφροσύνης τῶν Μασσαλιωτῶν οὐκ ἐλάχιστον ἄν τις θείη τοῦτο τεκμήριον· ἡ γὰρ μεγίστη προὶξ αὐτοῖς ἐστιν ἑκατὸν χρυσοῖ καὶ εἰς ἐσθῆτα πέντε καὶ πέντε εἰς χρυσοῦν κόσμον· πλέον δʼ οὐκ ἔξεστι.
人们可以将这一点视为马赛人生活简朴和节制的绝佳证据:因为在他们那里,最大的嫁妆是一百个金币,衣服用五个,黄金首饰用五个;不准超过这个数额。
καὶ ὁ Καῖσαρ δὲ καὶ οἱ μετʼ ἐκεῖνον ἡγεμόνες πρὸς τὰς ἐν τῷ πολέμῳ γενηθείσας ἁμαρτίας ἐμετρίασαν μεμνημένοι τῆς φιλίας καὶ τὴν αὐτονομίαν ἐφύλαξαν, ἣν ἐξ ἀρχῆς εἶχεν ἡ πόλις, ὥστε μὴ ὑπακούειν τῶν εἰς τὴν ἐπαρχίαν πεμπομένων στρατηγῶν μήτε αὐτὴν μήτε τοὺς ὑπηκόους.
此外,恺撒及他之后的统治者们也宽大处理了战争中犯下的错误,记着昔日的友谊,并保留了该城自始就拥有的自治权,使得该城及其臣民都不必服从派往该属州的总督。
περὶ μὲν Μασσαλίας ταῦτα.
关于马赛,就是这些。