§4.1.14̔́ιδρυται δʼ ἡ Τολῶσσα κατὰ τὸ στενώτατον τοῦ ἰσθμοῦ τοῦ διείργοντος ἀπὸ τῆς κατὰ Νάρβωνα θαλάττης τὸν ὠκεανόν, ὅν φησι Ποσειδώνιος ἐλάττω τῶν τρισχιλίων σταδίων.
托洛萨位于分隔大洋与纳博附近海域的地峡最窄处,波塞多尼乌斯说,该地峡宽度不足三千斯塔迪亚。
ἄξιον δʼ ἀντὶ πάντων ἐπισημήνασθαι πάλιν ὅπερ εἴπομεν πρότερον, τὴν ὁμολογίαν τῆς χώρας πρός τε τοὺς ποταμοὺς καὶ τὴν θάλατταν τήν τʼ ἐκτὸς ὁμοίως καὶ τὴν ἐντός·
然而,最值得我们再次指出的,正如我们之前所说,是该地区与河流以及外海和内海的协调一致。
εὕροι γὰρ ἄν τις ἐπιστήσας οὐκ ἐλάχιστον μέρος τοῦθʼ ὑπάρχον τῆς τῶν τόπων ἀρετῆς, λέγω δὲ τὸ τὰς χρείας ἐπιπλέκεσθαι τὰς τοῦ βίου μετὰ ῥᾳστώνης ἅπασι πρὸς ἅπαντας καὶ τὰς ὠφελείας ἀνεῖσθαι κοινάς, μάλιστα δὲ νῦν, ἡνίκα ἄγοντες σχολὴν ἀπὸ τῶν ὅπλων ἐργάζονται τὴν χώραν ἐπιμελῶς, καὶ τοὺς βίους κατασκευάζονται πολιτικούς·
因为任何关注于此的人都会发现,这构成了该地区优越性的很大一部分。 我是指,生活所需在所有人之间轻而易举地交织在一起,其利益为众人共享,特别是现在,当人们远离兵器、享有闲暇,勤勉地耕作土地,并建立起公民共同体生活的时候。
ὥστε ἐπὶ τῶν τοιούτων κἂν τὸ τῆς προνοίας ἔργον ἐπιμαρτυρεῖσθαί τις ἂν δόξειεν, οὐχ ὅπως ἔτυχεν, ἀλλʼ ὡς ἂν μετὰ λογισμοῦ τινος διακειμένων τῶν τόπων.
因此,在这些事情上,人们甚至会认为这证明了神意(预见)的作用,因为这些地方的布置并非偶然,而是仿佛带着某种理性的设计。
ὁ μέν γε Ῥοδανὸς πολύν τε ἔχει τὸν ἀνάπλουν καὶ μεγάλοις φορτίοις καὶ ἐπὶ πολλὰ μέρη τῆς χώρας διὰ τὸ τοὺς ἐμπίπτοντας εἰς αὐτὸν ποταμοὺς ὑπάρχειν πλωτοὺς καὶ διαδέχεσθαι τὸν φόρτον πλεῖστον.
罗达诺斯河确实有很长一段可以逆流航行的航道,可承载重载货物,并通往该地区的许多地方,因为流入该河的河流都是可航行的,并承接了绝大部分货运。
ὁ δʼ Ἄραρ ἐκδέχεται καὶ ὁ Δοῦβις ὁ εἰς τοῦτον ἐμβάλλων, εἶτα πεζεύεται μέχρι τοῦ Σηκοάνα ποταμοῦ, κἀντεῦθεν ἤδη καταφέρεται εἰς τὸν ὠκεανὸν καὶ τοὺς Ληξοβίους καὶ Καλέτους, ἐκ δὲ τούτων εἰς τὴν Βρεττανικὴν ἐλάττων ἢ ἡμερήσιος δρόμος ἐστίν.
阿拉尔河以及注入该河的杜比斯河承接了这些货物,然后通过陆路运送至塞科阿纳河,并从那里顺流运往大洋以及莱克索比人和卡莱特人的土地,从这些地方到不列颠的航程不足一日。
ἐπεὶ δʼ ἐστὶν ὀξὺς καὶ δυσανάπλους ὁ Ῥοδανός, τινὰ τῶν ἐντεῦθεν φορτίων πεζεύεται μᾶλλον ταῖς ἁρμαμάξαις, ὅσα εἰς Ἀρουέρνους κομίζεται καὶ τὸν Λίγηρα ποταμόν, καίπερ τοῦ Ῥοδανοῦ καὶ τούτοις πλησιάζοντος ἐκ μέρους·
但是,由于罗达诺斯河水流湍急,难以逆流而上,因此这里的部分货物更多是通过四轮马车陆运,即那些运往阿尔维尼人和利格尔河的货物,尽管罗达诺斯河也在部分路段靠近这些地方。
ἀλλʼ ἡ ὁδὸς πεδιὰς οὖσα καὶ οὐ πολλὴ περὶ ὀκτακοσίους σταδίους ἐπάγεται μὴ χρήσασθαι τῷ ἀνάπλῳ διὰ τὸ πεζεύεσθαι ῥᾷον·
然而,由于道路平坦且距离不长,大约八百斯塔迪亚,这促使人们由于陆运更为便利而不去使用水路逆航。
ἐντεῦθεν δʼ ὁ Λίγηρ εὐφυῶς ἐκδέχεται· ῥεῖ δὲ ἐκ τῶν Κεμμένων εἰς τὸν ὠκεανόν.
从那里利格尔河便顺理成章地接管了货物;该河从凯姆梅农山流入大洋。
ἐκ δὲ Νάρβωνος ἀναπλεῖται μὲν ἐπὶ μικρὸν τῷ Ἄτακι, πεζεύεται δὲ πλέον ἐπὶ τὸν Γαρούναν ποταμόν, καὶ τοῦθʼ ὅσον ὀκτακοσίων ἢ ἑπτακοσίων σταδίων·
而从纳博出发,他们先沿着阿塔克斯河逆流航行一小段,然后通过陆路走更长的一段到达加鲁纳斯河,这段路程大约有八百或七百斯塔迪亚。
ῥεῖ δὲ καὶ ὁ Γαρούνας εἰς τὸν ὠκεανόν.
加鲁纳斯河也流入大洋。
ταῦτα μὲν ὑπὲρ τῶν νεμομένων τὴν Ναρβωνῖτιν ἐπικράτειαν λέγομεν, οὓς οἱ πρότερον Κέλτας ὠνόμαζον· ἀπὸ τούτων δʼ οἶμαι καὶ τοὺς σύμπαντας Γαλάτας Κελτοὺς ὑπὸ τῶν Ἑλλήνων προσαγορευθῆναι διὰ τὴν ἐπιφάνειαν, ἢ καὶ προσλαβόντων πρὸς τοῦτο καὶ τῶν Μασσαλιωτῶν διὰ τὸ πλησιόχωρον.
以上关于居住在纳博讷行省的人们的叙述,以前的人称他们为凯尔特人;我认为,由于他们的名望,全体加拉太人(高卢人)被希腊人统称为凯尔特人,或者也是因为马萨利亚人因邻近而在这方面起到了推动作用。