§4.1.13οἱ δὲ Τεκτόσαγες καλούμενοι τῇ Πυρήνῃ πλησιάζουσιν, ἐφάπτονται δὲ μικρὰ καὶ τοῦ προσαρκτίου πλευροῦ τῶν Κεμμένων, πολύχρυσόν τε νέμονται γῆν.
テクサゲスと呼ばれる人々はピレネー山脈に近づいており、セメノン山脈の北斜面にも少し接しており、金に富んだ土地を領有している。
ἐοίκασι δὲ καὶ δυναστεῦσαί ποτε καὶ εὐανδρῆσαι τοσοῦτον ὥστε στάσεως ἐμπεσούσης ἐξελάσαι πολὺ πλῆθος ἐξ ἑαυτῶν ἐκ τῆς οἰκείας·
彼らはまた、かつて権勢を振るい、また非常に人口が増大したため、内紛が起こった際、自分たちの中から多くの群衆を故郷から送り出した(追放した)ようである。
κοινωνῆσαι δὲ τούτοις καὶ ἄλλους ἐξ ἄλλων ἐθνῶν·
そして、他の様々な部族から他の人々もこれらに加わった。
τούτων δʼ εἶναι καὶ τοὺς κατασχόντας τὴν Φρυγίαν τὴν ὅμορον τῇ Καππαδοκίᾳ καὶ τοῖς Παφλαγόσι·
これら(移住した人々)の中に、カッパドキアやパフラゴニアに隣接するフリュギアを占拠した人々も含まれている。
τούτου μὲν οὖν ἔχομεν τεκμήριον τοὺς ἔτι καὶ νῦν λεγομένους Τεκτόσαγας.
このことの証拠として、私たちは今なおそのように呼ばれているテクサゲス族を擁している。
τριῶν γὰρ ὄντων ἐθνῶν, ἓν ἐξ αὐτῶν τὸ περὶ Ἄγκυραν πόλιν Τεκτοσάγων λέγεται, τὰ δὲ λοιπὰ δύο ἐστὶ Τρόκμοι καὶ Τολιστοβώγιοι·
というのも、三つの部族がある中で、アンキュラ市の周辺にあるそのうちの一つがテクサゲスと呼ばれ、残りの二つはトロックモイとトリストボギオイだからである。
τούτους δʼ ὅτι μὲν ἐκ τῆς Κελτικῆς ἀπῳκίσθησαν μηνύει τὸ πρὸς τοὺς Τεκτόσαγας σύμφυλον, ἐξ ὧν δὲ χωρίων ὡρμήθησαν οὐκ ἔχομεν φράζειν·
これらがケルトの地から移住したということは、テクサゲス族との同族関係が示しているが、彼らがどの地域から出発したのかを私たちは語ることができない。
οὐ γὰρ παρειλήφαμεν οἰκοῦντάς τινας νυνὶ Τρόκμους ἢ Τολιστοβωγίους ἐκτὸς τῶν Ἄλπεων οὔτʼ ἐν αὐταῖς οὔτʼ ἐντός·
なぜなら、私たちは現在、アルプスの外側にも、アルプス自体の中にも、内側にも、トロックモイやトリストボギオイの誰かが住んでいるという伝承を受け取っていないからである。
εἰκὸς δʼ ἐκλελοιπέναι διὰ τὰς ἀθρόας ἀπαναστάσεις, καθάπερ καὶ ἐπʼ ἄλλων συμβαίνει πλειόνων·
しかし、一斉の集団移住のために彼らが絶滅したということはありそうなことであり、それは他の多くの部族についても起こっていることである。
ἐπεὶ καὶ τὸν ἄλλον Βρέννον τὸν ἐπελθόντα ἐπὶ Δελφοὺς Πραῦσον τινές φασιν·
なぜなら、デルポイを襲撃したあのブレンノスをプラウソス族の者だと言う人々もいるからである。
οὐδὲ τοὺς Πραύσους δʼ ἔχομεν εἰπεῖν ὅπου γῆς ᾤκησαν πρότερον.
しかし、プラウソス族が以前に地球上のどこに住んでいたのかを、私たちは語ることができない。
καὶ τοὺς Τεκτόσαγας δέ φασι μετασχεῖν τῆς ἐπὶ Δελφοὺς στρατείας, τούς τε θησαυροὺς τοὺς εὑρεθέντας παρʼ αὐτοῖς ὑπὸ Καιπίωνος τοῦ στρατηγοῦ τῶν Ῥωμαίων ἐν πόλει Τολώσσῃ τῶν ἐκεῖθεν χρημάτων μέρος εἶναί φασι, προσθεῖναι δὲ τοὺς ἀνθρώπους καὶ ἐκ τῶν ἰδίων οἴκων ἀνιεροῦντας καὶ ἐξιλασκομένους τὸν θεόν·
また、テクサゲス族もデルポイへの遠征に参加したと言われており、ローマの将軍カイピオによってトローサの街で彼らのもとから発見された財宝は、かの地からの戦利品の一部であると言われている。 さらに人々は、彼らが神を奉献し宥めるために、自分自身の家からも財宝を付け加えたのだとしている。
προσαψάμενον δʼ αὐτῶν τὸν Καιπίωνα διὰ τοῦτο ἐν δυστυχήμασι καταστρέψαι τὸν βίον, ὡς ἱερόσυλον ἐκβληθέντα ὑπὸ τῆς πατρίδος, διαδόχους δʼ ἀπολιπόντα παῖδας, ἃς συνέβη καταπορνευθείσας, ὡς εἴρηκε Τιμαγένης, αἰσχρῶς ἀπολέσθαι.
そして、カイピオはこれらに手を触れたために不運のうちに生涯を終え、神殿荒らしとして祖国から追放され、後継者として娘たちを残したが、ティマゲネスが述べているように、彼女たちは売春を強制されて悲惨な死を遂げることになったと言われている。
πιθανώτερος δʼ ἐστὶν ὁ Ποσειδωνίου λόγος·
しかし、ポセイドニオスの説の方がより信憑性がある。
τὰ μὲν γὰρ εὑρεθέντα ἐν τῇ Τολώσσῃ χρήματα μυρίων που καὶ πεντακισχιλίων ταλάντων γενέσθαι φησί, τὰ μὲν ἐν σηκοῖς ἀποκείμενα τὰ δʼ ἐν λίμναις ἱεραῖς, οὐδεμίαν κατασκευὴν ἔχοντα, ἀλλʼ ἀργὸν χρυσίον καὶ ἄργυρον·
というのも、トローサで発見された財宝はおよそ一万五千タラントンに達したと彼は言っているからであり、それは神殿の聖域に置かれていたか、あるいは聖なる池の中に沈められていたもので、いかなる加工も施されておらず、未加工の金や銀であった。
τὸ δʼ ἐν Δελφοῖς ἱερὸν κατʼ ἐκείνους ἤδη τοὺς χρόνους ὑπάρξαι κενὸν τῶν τοιούτων, σεσυλημένον ὑπὸ τῶν Φωκέων κατὰ τὸν ἱερὸν πόλεμον·
また、デルポイの神殿は、まさにその時代には、そのような財宝が空っぽになっており、神聖戦争の際にポキス人によって略奪し尽くされていた。
εἰ δὲ καί τι ἐλείφθη, διανείμασθαι πολλούς·
また、たとえ何かが残っていたとしても、多くの人々がそれを分け合ってしまったはずである。
οὐδὲ σωθῆναι δὲ αὐτοὺς εἰκὸς εἰς τὴν οἰκείαν, ἀθλίως ἀπαλλάξαντας μετὰ τὴν ἐκ Δελφῶν ἀποχώρησιν καὶ σκεδασθέντας ἄλλους ἐπʼ ἄλλα μέρη κατὰ διχοστασίαν.
さらに、デルポイからの退却の後に悲惨な目に遭い、内紛のためにあちこちに散り散りになった彼らが、無事に故郷にたどり着いたはずもない。
ἀλλʼ, ὥσπερ ἐκεῖνός τε εἴρηκε καὶ ἄλλοι πλείους, ἡ χώρα πολύχρυσος οὖσα καὶ δεισιδαιμόνων ἀνθρώπων καὶ οὐ πολυτελῶν τοῖς βίοις πολλαχοῦ ἔσχε θησαυρούς·
むしろ、彼や他の多くの者が語っているように、その土地は金に富んでおり、人々は信心深く、質素な生活を送っていたため、至る所に財宝が保管されていたのである。
μάλιστα δʼ αὐτοῖς αἱ λίμναι τὴν ἀσυλίαν παρεῖχον, εἰς ἃς καθίεσαν ἀργύρου ἢ καὶ χρυσοῦ βάρη.
そして何よりも、池が彼らに安全を提供しており、彼らはそこに銀や金の塊を沈めていた。
οἱ γοῦν Ῥωμαῖοι κρατήσαντες τῶν τόπων ἀπέδοντο τὰς λίμνας δημοσίᾳ καὶ τῶν ὠνησαμένων πολλοὶ μύλους εὗρον σφυρηλάτους ἀργυροῦς.
実際、ローマ人たちはこの地を制圧した際、それらの池を公売に付し、それを買い取った人々の多くが、鍛造された銀製の塊を発見した。
ἐν δὲ τῇ Τολώσσῃ καὶ τὸ ἱερὸν ἦν ἅγιον, τιμώμενον σφόδρα ὑπὸ τῶν περιοίκων, καὶ τὰ χρήματα ἐπλεόνασε διὰ τοῦτο πολλῶν ἀνατιθέντων καὶ μηδενὸς προσάπτεσθαι θαρροῦντος.
また、トローサにおいては、神殿自体も非常に神聖で、近隣住民から大いに敬意を払われており、多くの人々が奉納し、誰もそれに手を触れる勇気を持たなかったため、それゆえに財宝が増大したのである。