Humanitext Reader

ストラボン · 地理誌 §4.1.12

ウォルカエ族の都市ネマウススと街道網

127 / 577 箇所 · ギリシア語

要旨

ローヌ川対岸に住むウォルカエ族と、その中心都市ネマウススの特権(ラティウム権)について説明し、スペインからイタリアへ至る街道のルートと地理的特徴を記述する。

§4.1.12τὴν δʼ ἐπὶ θάτερα μέρη τοῦ ποταμοῦ Ὀυόλκαι νέμονται τὴν πλείστην, οὓς Ἀρηκομίσκους προσαγορεύουσι.
一方、川の反対側の地域の大部分は、ウォルカエ族が領有しており、彼らはアレコミスコイ族と呼ばれている。
τούτων δʼ ἐπίνειον ἡ Νάρβων λέγεται, δικαιότερον δʼ ἂν καὶ τῆς ἄλλης Κελτικῆς λέγοιτο·
彼らの外港はナルボンと言われるが、これは他のケルトの地全体の外港であると言う方がより正しいであろう。
τοσοῦτον ὑπερβέβληται τῷ πλήθει τῶν χρωμένων τῷ ἐμπορίῳ.
この交易地を利用する人々の数がそれほどまでに他を圧倒しているからである。
οἱ μὲν οὖν Ὀυόλκαι γειτονεύουσι τῷ Ῥοδανῷ, τοὺς Σάλυας ἔχοντες ἀντιπαρήκοντας αὐτοῖς ἐν τῇ περαίᾳ καὶ τοὺς Καουάρους.
さて、ウォルカエ族はローヌ川に隣接しており、対岸にそれと並行して伸びるサリュエス族とカウアロイ族を擁している。
ἐπικρατεῖ δὲ τὸ τῶν Καουάρων ὄνομα, καὶ πάντας οὕτως ἤδη προσαγορεύουσι τοὺς ταύτῃ βαρβάρους, οὐδὲ βαρβάρους ἔτι ὄντας, ἀλλὰ μετακειμένους τὸ πλέον εἰς τὸν τῶν Ῥωμαίων τύπον καὶ τῇ γλώττῃ καὶ τοῖς βίοις, τινὰς δὲ καὶ τῇ πολιτείᾳ.
しかし、カウアロイの名が優勢となっており、今やこの地の蛮族すべてを人々はそのように呼んでいる。 彼らはもはや蛮族ではなく、言語においても生活様式においても、また一部の者は市民権においても、その大部分がローマ人の様式へと移行している。
ἄλλα δʼ ἔστιν ἄδοξα ἔθνη καὶ μικρά, παρακείμενα τοῖς Ἀρηκομίσκοις μέχρι Πυρήνης.
アレコミスコイ族に隣接して、ピレネー山脈に至るまで、他にも無名で小さな部族がいくつか存在する。
μητρόπολις δὲ τῶν Ἀρηκομίσκων ἐστὶ Νέμαυσος, κατὰ μὲν τὸν ἀλλότριον ὄχλον καὶ τὸν ἐμπορικὸν πολὺ Νάρβωνος λειπομένη, κατὰ δὲ τὸν πολιτικὸν ὑπερβάλλουσα·
アレコミスコイ族の首都はネマウススであり、外来の群衆や商業活動の点ではナルボンに遠く及ばないが、政治的な点ではそれを凌駕している。
ὑπηκόους γὰρ ἔχει κώμας τέτταρας καὶ εἴκοσι τῶν ὁμοεθνῶν εὐανδρίᾳ διαφερούσας, συντελούσας εἰς αὐτήν, ἔχουσα καὶ τὸ καλούμενον Λάτιον, ὥστε τοὺς ἀξιωθέντας ἀγορανομίας καὶ ταμιείας ἐν Νεμαύσῳ Ῥωμαίους ὑπάρχειν·
というのも、この街は、人口において傑出し、これに属している同族の二十四の村落を従属させており、またいわゆるラティウム権を有しているため、ネマウススにおいて市場監督官や財務官の職を認められた者たちがローマ市民になるからである。
διὰ δὲ τοῦτο οὐδʼ ὑπὸ τοῖς προστάγμασι τῶν ἐκ τῆς Ῥώμης στρατηγῶν ἐστι τὸ ἔθνος τοῦτο.
このため、この部族はローマから派遣される総督の命令下にも置かれていない。
ἵδρυται δʼ ἡ πόλις κατὰ τὴν ὁδὸν τὴν ἐκ τῆς Ἰβηρίας εἰς τὴν Ἰταλίαν, θέρους μὲν εὔβατον οὖσαν χειμῶνος δὲ καὶ ἔαρος πηλώδη καὶ ποταμόκλυστον.
この都市はイベリアからイタリアへと通じる街道沿いに位置しており、この街道は夏季には通行しやすいが、冬季や春季には泥深く、川の氾濫にさらされる。
τινὰ μὲν οὖν τῶν ῥευμάτων πορθμείοις περᾶται, τινὰ δὲ γεφύραις ταῖς μὲν ξύλων πεποιημέναις ταῖς δὲ λίθων.
そのため、流れのいくつかは渡し船で渡られ、他のものは、木造のものや石造のものの橋によって渡られる。
ποιοῦσι δὲ τὰς ἐκ τῶν ὑδάτων δυσκολίας οἱ χείμαρροι καὶ μέχρι τοῦ θέρους ἔσθʼ ὅτε ἐκ τῶν Ἄλπεων καταφερόμενοι μετὰ τὴν ἀπότηξιν τῶν χιόνων.
水による困難をもたらすのは急流であり、これらは積雪の融解の後に、時には夏季に至るまでアルプスから流れ下る。
τῆς δʼ ὁδοῦ τῆς λεχθείσης ἡ μὲν εὐθὺς ἐπὶ τὰς Ἄλπεις ἐστί, καθάπερ εἴπομεν, ἡ σύντομος διὰ Ὀυοκοντίων·
前述の街道のうち、一方は私たちが述べたように、ウォコンティオイ族の土地を通る近道であり、まっすぐアルプスへと向かっている。
ἡ δὲ διὰ τῆς παραλίας τῆς Μασσαλιωτικῆς καὶ τῆς Λιγυστικῆς μακροτέρα μέν, τὰς δʼ ὑπερθέσεις τὰς εἰς τὴν Ἰταλίαν εὐμαρεστέρας ἔχει, ταπεινουμένων ἐνταῦθα ἤδη τῶν ὀρῶν.
他方は、マッサリアおよびリグリアの沿岸を通るもので、より長いものの、この地では山々がすでに低くなっているため、イタリアへの越え道はより平易である。
διέχει δʼ ἡ Νέμαυσος τοῦ μὲν Ῥοδανοῦ περὶ ἑκατὸν σταδίους, καθʼ ὃ ἐν τῇ περαίᾳ πολίχνιον ἔστι Ταρούσκων, τῆς δὲ Νάρβωνος ἑπτακοσίους εἴκοσι.
ネマウススはローヌ川からおよそ百スタディオン離れており、その対岸にはタルスコイ族の小さな町がある。 またナルボンからは七百二十スタディオン離れている。
πρὸς δὲ τὸ Κέμμενον ὄρος συνάπτοντες, ἐπιλαμβάνοντες δὲ καὶ τὸ νότιον πλευρὸν αὐτοῦ μέχρι τῶν ἀκρωτηρίων οἰκοῦσι τῶν τε Ὀυολκῶν οἱ Τεκτόσαγες καλούμενοι καὶ ἄλλοι τινές.
セメノン山脈に接し、その南斜面を山脚に至るまで占めて、ウォルカエ族のうちテクサゲスと呼ばれる人々や他の幾つかの部族が住んでいる。
περὶ μὲν οὖν τῶν ἄλλων ἐροῦμεν ὕστερον.
さて、他の人々については後で語ることにする。

語釈・文法注

  1. p.254τὴν δʼ ἐπὶ θάτερα μέρη τοῦ ποταμοῦ ... τὴν πλείστην — 女性定冠詞 `τὴν` は先行する文脈から「土地、地域」を意味する `χώραν` の省略を前提としており、`τὴν πλείστην` もそれに対応している。全体として「川の反対側の地域の大部分」を意味する。
  2. p.254δικαιότερον δʼ ἂν καὶ τῆς ἄλλης Κελτικῆς λέγοιτο — 小辞 `ἂν` を伴う希求法 `λέγοιτο`(受動態・三人称単数)は可能・潜在を表す。主語は前文の `ἡ Νάρβων` であり、述語名詞として `ἐπίνειον`(外港)が省略されている。
  3. p.254ἔχουσα καὶ τὸ καλούμενον Λάτιον — 主格・女性・単数形である現在分詞 `ἔχουσα` は、直前の原因従属節 `ὑπηκόους γὰρ ἔχει...` による構造の隔たりがあるものの、主節の文法上の主語である `Νέμαυσος`(女性名詞)に係る。
  4. p.254ὥστε τοὺς ἀξιωθέντας ἀγορανομίας καὶ ταμιείας ἐν Νεμαύσῳ Ῥωμαίους ὑπάρχειν — 接続詞 `ὥστε` が対格不定詞構文(A.C.I.)を導いている。不定詞 `ὑπάρχειν`(ここでは「〜になる、存在する」)の意味上の主語は、分詞 `τοὺς ἀξιωθέντας`(「〜の資格を認められた者たち」、属格 `ἀγορανομίας καὶ ταμιείας` を支配)であり、`Ῥωμαίους` は不定詞の補語(主格補語が対格に牽引されたもの)である。

この箇所を引用する

ストラボン, 地理誌 §4.1.12. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:4.1.12

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。