§4.1.13οἱ δὲ Τεκτόσαγες καλούμενοι τῇ Πυρήνῃ πλησιάζουσιν, ἐφάπτονται δὲ μικρὰ καὶ τοῦ προσαρκτίου πλευροῦ τῶν Κεμμένων, πολύχρυσόν τε νέμονται γῆν.
Those of the Volcae who are called Tectosages dwell near the Pyrenees, and they also touch on a small part of the northern side of the Cemmenus, and occupy a land rich in gold.
ἐοίκασι δὲ καὶ δυναστεῦσαί ποτε καὶ εὐανδρῆσαι τοσοῦτον ὥστε στάσεως ἐμπεσούσης ἐξελάσαι πολὺ πλῆθος ἐξ ἑαυτῶν ἐκ τῆς οἰκείας· κοινωνῆσαι δὲ τούτοις καὶ ἄλλους ἐξ ἄλλων ἐθνῶν· τούτων δʼ εἶναι καὶ τοὺς κατασχόντας τὴν Φρυγίαν τὴν ὅμορον τῇ Καππαδοκίᾳ καὶ τοῖς Παφλαγόσι·
They seem also once to have held dominion and to have been so abundant in men that, when a sedition broke out, they drove out a great multitude from among themselves from their own home; and that others from other nations joined them; and that of these were those who occupied Phrygia, which borders on Cappadocia and the Paphlagonians.
τούτου μὲν οὖν ἔχομεν τεκμήριον τοὺς ἔτι καὶ νῦν λεγομένους Τεκτόσαγας.
Of this, indeed, we have as evidence those who even now are called Tectosages.
τριῶν γὰρ ὄντων ἐθνῶν, ἓν ἐξ αὐτῶν τὸ περὶ Ἄγκυραν πόλιν Τεκτοσάγων λέγεται, τὰ δὲ λοιπὰ δύο ἐστὶ Τρόκμοι καὶ Τολιστοβώγιοι· τούτους δʼ ὅτι μὲν ἐκ τῆς Κελτικῆς ἀπῳκίσθησαν μηνύει τὸ πρὸς τοὺς Τεκτόσαγας σύμφυλον, ἐξ ὧν δὲ χωρίων ὡρμήθησαν οὐκ ἔχομεν φράζειν· οὐ γὰρ παρειλήφαμεν οἰκοῦντάς τινας νυνὶ Τρόκμους ἢ Τολιστοβωγίους ἐκτὸς τῶν Ἄλπεων οὔτʼ ἐν αὐταῖς οὔτʼ ἐντός·
For while there are three nations, one of them, that around the city of Ancyra, is called Tectosages, while the remaining two are the Trocmi and the Tolistobogii; and that these migrated from Celtica is shown by their relationship with the Tectosages, but from what regions they set out we cannot say; for we have no record of any Trocmi or Tolistobogii living now outside the Alps, or in them, or within them.
εἰκὸς δʼ ἐκλελοιπέναι διὰ τὰς ἀθρόας ἀπαναστάσεις, καθάπερ καὶ ἐπʼ ἄλλων συμβαίνει πλειόνων· ἐπεὶ καὶ τὸν ἄλλον Βρέννον τὸν ἐπελθόντα ἐπὶ Δελφοὺς Πραῦσον τινές φασιν· οὐδὲ τοὺς Πραύσους δʼ ἔχομεν εἰπεῖν ὅπου γῆς ᾤκησαν πρότερον.
It is probable, however, that they became extinct because of the massive emigrations, as happens in the case of several other nations; since some say that even the famous Brennus, who marched against Delphi, was a Prausan; but we cannot say where on earth the Prausi dwelt before.
καὶ τοὺς Τεκτόσαγας δέ φασι μετασχεῖν τῆς ἐπὶ Δελφοὺς στρατείας, τούς τε θησαυροὺς τοὺς εὑρεθέντας παρʼ αὐτοῖς ὑπὸ Καιπίωνος τοῦ στρατηγοῦ τῶν Ῥωμαίων ἐν πόλει Τολώσσῃ τῶν ἐκεῖθεν χρημάτων μέρος εἶναί φασι, προσθεῖναι δὲ τοὺς ἀνθρώπους καὶ ἐκ τῶν ἰδίων οἴκων ἀνιεροῦντας καὶ ἐξιλασκομένους τὸν θεόν· προσαψάμενον δʼ αὐτῶν τὸν Καιπίωνα διὰ τοῦτο ἐν δυστυχήμασι καταστρέψαι τὸν βίον, ὡς ἱερόσυλον ἐκβληθέντα ὑπὸ τῆς πατρίδος, διαδόχους δʼ ἀπολιπόντα παῖδας, ἃς συνέβη καταπορνευθείσας, ὡς εἴρηκε Τιμαγένης, αἰσχρῶς ἀπολέσθαι.
And they say that the Tectosages also took part in the expedition to Delphi, and that the treasures found among them by Caepio, the general of the Romans, in the city of Tolosa, were a part of those riches, but that the people added to them also from their own homes, dedicating them and appeasing the god; and that because Caepio touched them, he ended his life in misfortunes, being banished by his country as a temple-robber, and leaving as successors his daughters, who, as Timagenes has said, happened to be forced into prostitution and perished miserably.
πιθανώτερος δʼ ἐστὶν ὁ Ποσειδωνίου λόγος· τὰ μὲν γὰρ εὑρεθέντα ἐν τῇ Τολώσσῃ χρήματα μυρίων που καὶ πεντακισχιλίων ταλάντων γενέσθαι φησί, τὰ μὲν ἐν σηκοῖς ἀποκείμενα τὰ δʼ ἐν λίμναις ἱεραῖς, οὐδεμίαν κατασκευὴν ἔχοντα, ἀλλʼ ἀργὸν χρυσίον καὶ ἄργυρον· τὸ δʼ ἐν Δελφοῖς ἱερὸν κατʼ ἐκείνους ἤδη τοὺς χρόνους ὑπάρξαι κενὸν τῶν τοιούτων, σεσυλημένον ὑπὸ τῶν Φωκέων κατὰ τὸν ἱερὸν πόλεμον· εἰ δὲ καί τι ἐλείφθη, διανείμασθαι πολλούς· οὐδὲ σωθῆναι δὲ αὐτοὺς εἰκὸς εἰς τὴν οἰκείαν, ἀθλίως ἀπαλλάξαντας μετὰ τὴν ἐκ Δελφῶν ἀποχώρησιν καὶ σκεδασθέντας ἄλλους ἐπʼ ἄλλα μέρη κατὰ διχοστασίαν.
But the account of Poseidonius is more plausible; for he says that the treasures found in Tolosa amounted to somewhere about fifteen thousand talents, some laid up in temples and others in sacred lakes, not fashioned into any manufacture, but uncoined gold and silver; and that the temple in Delphi was at that time already empty of such things, having been plundered by the Phocians during the Sacred War; and even if anything was left, it was divided among many; and it is not probable that they saved themselves and returned to their own home, having fared miserably after their departure from Delphi and having been scattered to different parts on account of dissension.
ἀλλʼ, ὥσπερ ἐκεῖνός τε εἴρηκε καὶ ἄλλοι πλείους, ἡ χώρα πολύχρυσος οὖσα καὶ δεισιδαιμόνων ἀνθρώπων καὶ οὐ πολυτελῶν τοῖς βίοις πολλαχοῦ ἔσχε θησαυρούς· μάλιστα δʼ αὐτοῖς αἱ λίμναι τὴν ἀσυλίαν παρεῖχον, εἰς ἃς καθίεσαν ἀργύρου ἢ καὶ χρυσοῦ βάρη.
But, as he and several others have said, the country, being rich in gold and inhabited by superstitious people who lived in no expensive manner, had treasures in many places; and the lakes especially afforded them safety, into which they let down masses of silver or even of gold.
οἱ γοῦν Ῥωμαῖοι κρατήσαντες τῶν τόπων ἀπέδοντο τὰς λίμνας δημοσίᾳ καὶ τῶν ὠνησαμένων πολλοὶ μύλους εὗρον σφυρηλάτους ἀργυροῦς.
At any rate, the Romans, having conquered the places, sold the lakes by public auction, and many of those who bought them found solid silver mills.
ἐν δὲ τῇ Τολώσσῃ καὶ τὸ ἱερὸν ἦν ἅγιον, τιμώμενον σφόδρα ὑπὸ τῶν περιοίκων, καὶ τὰ χρήματα ἐπλεόνασε διὰ τοῦτο πολλῶν ἀνατιθέντων καὶ μηδενὸς προσάπτεσθαι θαρροῦντος.
And in Tolosa the temple also was holy, being highly revered by the inhabitants of the surrounding country, and for this reason the treasures accumulated because many dedicated them and no one dared to touch them.