§4.1.1Ἐφεξῆς δʼ ἐστὶν ἡ ὑπὲρ τῶν Ἄλπεων Κελτική.
次に続くのはアルプスの向こうのケルティケである。
ταύτης δὲ καὶ τὸ σχῆμα ὑπογέγραπται πρότερον τυπωδῶς καὶ τὸ μέγεθος· νυνὶ δὲ λεκτέον τὰ καθʼ ἕκαστα.
この地方の形状と大きさは、以前に概略的に描かれたが、今は個々の詳細について述べなければならない。
οἱ μὲν δὴ τριχῆ διῄρουν Ἀκυιτανοὺς καὶ Βέλγας καλοῦντες καὶ Κέλτας, τοὺς μὲν Ἀκυιτανοὺς τελέως ἐξηλλαγμένους οὐ τῇ γλώττῃ μόνον ἀλλὰ καὶ τοῖς σώμασιν ἐμφερεῖς Ἴβηρσι μᾶλλον ἢ Γαλάταις, τοὺς δὲ λοιποὺς Γαλατικοὺς μὲν τὴν ὄψιν, ὁμογλώττους δʼ οὐ πάντας, ἀλλʼ ἐνίους μικρὸν παραλλάττοντας ταῖς γλώτταις·
かつて人々は、アクィタノイ、ベルガイ、ケルタイと呼んで、これを三つに区分していた。 そのうちアクィタノイは、言語だけでなく身体においても完全に異なっており、ガラタイよりもむしろイベリア人に似ていた。 残りの人々は、容姿こそガラタイ的であるが、全員が同じ言語を話すわけではなく、一部の者は言語においてわずかに異なっていた。
καὶ πολιτεία δὲ καὶ οἱ βίοι μικρὸν ἐξηλλαγμένοι εἰσίν.
また、制度や生活様式もわずかに異なっていた。
Ἀκυιτανοὺς μὲν οὖν καὶ Κέλτας ἔλεγον τοὺς πρὸς τῇ Πυρήνῃ, διωρισμένους τῷ Κεμμένῳ ὄρει.
さて、彼らはピレネー山脈の近くにいてセヴェンヌ山脈によって区切られている人々を、アクィタノイおよびケルタイと呼んでいた。
εἴρηται γὰρ ὅτι τὴν Κελτικὴν ταύτην ἀπὸ μὲν τῆς δύσεως ὁρίζει τὰ Πυρηναῖα ὄρη, προσαπτόμενα τῆς ἑκατέρωθεν θαλάττης τῆς τε ἐντὸς καὶ τῆς ἐκτός·
なぜなら、次のように言われているからである。 このケルティケを、西からはピレネー山脈が画定し、これは両側の海、すなわち内海と外海に接している。
ἀπὸ δὲ τῶν ἀνατολῶν ὁ Ῥῆνος παράλληλος ὢν τῇ Πυρήνῃ·
東からは、ピレネーに平行するライン川が画定している。
τὰ δʼ ἀπὸ τῶν ἄρκτων καὶ τῆς μεσημβρίας τὰ μὲν ὁ ὠκεανὸς περιείληφεν ἀρξάμενος ἀπὸ τῶν βορείων ἄκρων τῆς Πυρήνης μέχρι τῶν ἐκβολῶν τοῦ Ῥήνου, τὰ δʼ ἐξ ἐναντίας ἡ κατὰ Μασσαλίαν καὶ Νάρβωνα θάλαττα καὶ αἱ Ἄλπεις ἀπὸ τῆς Λιγυστικῆς ἀρξάμεναι μέχρι τῶν πηγῶν τοῦ Ῥήνου.
北と南の境界について言えば、北はピレネーの北端からライン川の河口までに至る大洋がこれを囲んでおり、その反対側は、マッサリアおよびナルボンの近くの海と、リグリアから始まってライン川の源流に至るアルプス山脈がこれを囲んでいる。
τῇ δὲ Πυρήνῃ πρὸς ὀρθὰς ἦκται Κέμμενον ὄρος διὰ μέσων τῶν πεδίων, καὶ παύεται κατὰ μέσα πλησίον Λουγδούνου, περὶ δισχιλίους ἐκταθὲν σταδίους.
ピレネーに対して直角に、セヴェンヌ山脈が平原の真ん中を通り、約二千スタディオンにわたって伸びて、リュグドゥヌムの近くの中央あたりで終わっている。
Ἀκυιτανοὺς μὲν τοίνυν ἔλεγον τοὺς τὰ βόρεια τῆς Πυρήνης μέρη κατέχοντας καὶ τῆς Κεμμένης μέχρι πρὸς τὸν ὠκεανὸν τὰ ἐντὸς Γαρούνα ποταμοῦ, Κέλτας δὲ τοὺς ἐπὶ θάτερα μέρη καθήκοντας καὶ τὴν κατὰ Μασσαλίαν καὶ Νάρβωνα θάλατταν, ἁπτομένους δὲ καὶ τῶν Ἀλπεινῶν ὀρῶν ἐνίων, Βέλγας δʼ ἔλεγον τοὺς λοιπούς τε τῶν παρωκεανιτῶν μέχρι τῶν ἐκβολῶν τοῦ Ῥήνου καί τινας τῶν παροικούντων τὸν Ῥῆνον καὶ τὰς Ἄλπεις.
それゆえ彼らは、ピレネーの北側の部分を占め、セヴェンヌから大洋までの、ガロンヌ川の内側にいる人々をアクィタノイと呼び、もう一方の側に達し、マッサリアおよびナルボンの近くの海に至り、アルプス山脈の一部にも接している人々をケルタイと呼び、大洋沿いの残りの人々のうちライン川の河口に至るまで、およびライン川やアルプスの近くに住む一部の人々をベルガイと呼んでいた。
οὕτω δὲ καὶ ὁ θεὸς Καῖσαρ ἐν τοῖς ὑπομνήμασιν εἴρηκεν.
このように神君カエサルもその『回想録』の中で述べている。
ὁ δὲ Σεβαστὸς Καῖσαρ τετραχῆ διελὼν τοὺς μὲν Κέλτας τῆς Ναρβωνίτιδος ἐπαρχίας ἀπέφηνεν, Ἀκυιτανοὺς δʼ οὕσπερ κἀκεῖνος, προσέθηκε δὲ τετταρεσκαίδεκα ἔθνη τῶν μεταξὺ τοῦ Γαρούνα καὶ τοῦ Λίγηρος ποταμοῦ νεμομένων·
しかし、アウグストゥス・カエサルは、これを四つに区分し、ケルタイをナルボニティス属州とし、アクィタノイをカエサルが定めた通りのものとした上で、ガロンヌ川とロワール川の間に住む十四の部族をこれに付け加えた。
τὴν δὲ λοιπὴν διελὼν δίχα τὴν μὲν Λουγδούνῳ προσώρισε μέχρι τῶν ἄνω μερῶν τοῦ Ῥήνου, τὴν δὲ τοῖς Βέλγαις.
そして、残りの部分を二分して、一方はライン川の上流部までをリュグドゥヌムに属させ、もう一方はベルガイに属させた。
ὅσα μὲν οὖν φυσικῶς διώρισται δεῖ λέγειν τὸν γεωγράφον καὶ ὅσα ἐθνικῶς, ὅταν ᾖ καὶ μνήμης ἄξια, ὅσα δʼ οἱ ἡγεμόνες πρὸς τοὺς καιροὺς πολιτευόμενοι διατάττουσι ποικίλως, ἀρκεῖ κἂν ἐν κεφαλαίῳ τις εἴπῃ, τοῦ δʼ ἀκριβοῦς ἄλλοις παραχωρητέον.
さて、地理学者は自然地理的に区切られていることや、民族的に区切られていることで記憶に値することを述べるべきである。 しかし、支配者たちが状況に応じて政治的に様々に配置することについては、要約して述べるだけで十分であり、詳細な正確さは他の人々に任せるべきである。
§4.1.2̔́απασα μὲν οὖν ἐστιν αὕτη ποταμοῖς κατάρρυτος ἡ χώρα, τοῖς μὲν ἐκ τῶν Ἄλπεων καταφερομένοις τοῖς δʼ ἐκ τοῦ Κεμμένου καὶ τῆς Πυρήνης, καὶ τοῖς μὲν εἰς τὸν ὠκεανὸν ἐκβάλλουσι τοῖς δὲ εἰς τὴν ἡμετέραν θάλατταν.
さて、この地方全体は河川によって潤されており、あるものはアルプスから流れ下り、あるものはセヴェンヌやピレネーから流れ下り、そして、あるものは大洋に、あるものは我らの海に流れ込んでいる。
διʼ ὧν δὲ φέρονται χωρίων, πεδία ἐστὶ τὰ πλεῖστα καὶ γεωλοφίαι διάρρους ἔχουσαι πλωτούς.
それらが流れる土地は、大部分が平原や丘陵地であり、船の航行が可能な川の流れを持っている。
οὕτως δʼ εὐφυῶς ἴσχει τὰ ῥεῖθρα πρὸς ἄλληλα ὥστʼ ἐξ ἑκατέρας τῆς θαλάττης εἰς ἑκατέραν κατακομίζεσθαι, πορευομένων τῶν φορτίων ἐπʼ ὀλίγον καὶ διὰ πεδίων εὐμαρῶς, τὸ δὲ πλέον τοῖς ποταμοῖς, τοῖς μὲν ἀναγομένων τοῖς δὲ καταγομένων.
川の流れは互いに対して非常に好都合に位置しており、一方の海から他方の海へと、貨物がわずかな距離を、しかも平原を通って容易に陸送され、大部分は河川を、あるものは遡り、あるものは下って運ばれることで、容易に輸送されるようになっている。
ἔχει δέ τι πλεονέκτημα πρὸς τοῦτο ὁ Ῥοδανός·
ローヌ川はこの点においてある優位性を持っている。
καὶ γὰρ πολλαχόθεν ἐστὶ σύρρους, καὶ συνάπτει πρὸς τὴν ἡμετέραν θάλατταν κρείττω τῆς ἐκτὸς οὖσαν, ὥσπερ εἴρηται, καὶ διὰ χώρας διέξεισι τῆς εὐδαιμονεστάτης τῶν ταύτῃ.
というのも、多くの場所から合流する流れがあり、我らの海に繋がっているが、この海は、すでに述べたように、外海よりも優れており、また、このあたりの最も恵まれた土地を通って流れるからである。
τοὺς γὰρ αὐτοὺς ἐκφέρει καρποὺς ἡ Ναρβωνῖτις ἅπασα ὥσπερ ἡ Ἰταλία.
なぜなら、ナルボニティス全体はイタリアと同じ作物を産出するからである。
προϊόντι δʼ ἐπὶ τὰς ἄρκτους καὶ τὸ Κέμμενον ὄρος ἡ μὲν ἐλαιόφυτος καὶ συκοφόρος ἐκλείπει, τἆλλα δὲ φύεται.
しかし、北へ、そしてセヴェンヌ山脈へと進むにつれて、オリーブやイチジクの栽培地は消え、他のものが生育する。
καὶ ἡ ἄμπελος δὲ προϊοῦσιν οὐ ῥᾳδίως τελεσφορεῖ·
ブドウもまた、さらに進むと容易には成熟しなくなる。
ἡ δʼ ἄλλη πᾶσα σῖτον φέρει πολὺν καὶ κέγχρον καὶ βάλανον καὶ βοσκήματα παντοῖα, ἀργὸν δʼ αὐτῆς οὐδὲν πλὴν εἴ τι ἕλεσι κεκώλυται καὶ δρυμοῖς·
しかし他のすべての土地は、多くの穀物、キビ、ドングリ、およびあらゆる種類の家畜をもたらし、沼地や森によって妨げられている場所以外に、不毛な土地は全くない。
καίτοι καὶ τοῦτο συνοικεῖται πολυανθρωπίᾳ μᾶλλον ἢ ἐπιμελείᾳ.
もっとも、この土地もまた、入念な耕作によるというよりは、人口の多さによって住まわれている。
καὶ γὰρ τοκάδες αἱ γυναῖκες καὶ τρέφειν ἀγαθαί, οἱ δʼ ἄνδρες μαχηταὶ μᾶλλον ἢ γεωργοί·
というのも、女性たちは多産で子供を育てるのが得意であり、男たちは農民というよりは戦士だからである。
νῦν δʼ ἀναγκάζονται γεωργεῖν καταθέμενοι τὰ ὅπλα.
しかし、現在は武器を置いて、農業に従事することを余儀なくされている。
κοινῇ μὲν οὖν ταῦτα λέγομεν περὶ πάσης τῆς ἐκτὸς Κελτικῆς, περὶ δὲ τῶν τεταρτημορίων ἑκάστου διαλαβόντες λέγωμεν νυνὶ μεμνημένοι τυπωδῶς, καὶ πρῶτον περὶ τῆς Ναρβωνίτιδος.
一般的に、私たちはこれらを「外なるケルティケ」全体について述べているが、今は四つの部分のそれぞれを区別して、概略を念頭に置きつつ述べることにしよう。 まずはナルボニティスからである。