§4.1.1Ἐφεξῆς δʼ ἐστὶν ἡ ὑπὲρ τῶν Ἄλπεων Κελτική.
接下来是阿尔卑斯山以外的凯尔特奈。
ταύτης δὲ καὶ τὸ σχῆμα ὑπογέγραπται πρότερον τυπωδῶς καὶ τὸ μέγεθος· νυνὶ δὲ λεκτέον τὰ καθʼ ἕκαστα.
该地区的轮廓和面积此前已作了粗略的描述,现在则必须详述其细节。
οἱ μὲν δὴ τριχῆ διῄρουν Ἀκυιτανοὺς καὶ Βέλγας καλοῦντες καὶ Κέλτας, τοὺς μὲν Ἀκυιτανοὺς τελέως ἐξηλλαγμένους οὐ τῇ γλώττῃ μόνον ἀλλὰ καὶ τοῖς σώμασιν ἐμφερεῖς Ἴβηρσι μᾶλλον ἢ Γαλάταις, τοὺς δὲ λοιποὺς Γαλατικοὺς μὲν τὴν ὄψιν, ὁμογλώττους δʼ οὐ πάντας, ἀλλʼ ἐνίους μικρὸν παραλλάττοντας ταῖς γλώτταις· καὶ πολιτεία δὲ καὶ οἱ βίοι μικρὸν ἐξηλλαγμένοι εἰσίν.
以往,人们确实将其分为三部分,分别称为阿奎丹人、贝尔盖人和凯尔特人;其中阿奎丹人完全不同,不仅在语言上,而且在体格上也更接近伊比利亚人而非加拉太人;其余的人在容貌上属于加拉太人,但并非所有人语言完全相同,有些人的语言略有差异;他们的政治制度和生活方式也略有不同。
Ἀκυιτανοὺς μὲν οὖν καὶ Κέλτας ἔλεγον τοὺς πρὸς τῇ Πυρήνῃ, διωρισμένους τῷ Κεμμένῳ ὄρει.
因此,他们过去将靠近比利牛斯山脉、并由塞文山脉分隔的人们称为阿奎丹人和凯尔特人。
εἴρηται γὰρ ὅτι τὴν Κελτικὴν ταύτην ἀπὸ μὲν τῆς δύσεως ὁρίζει τὰ Πυρηναῖα ὄρη, προσαπτόμενα τῆς ἑκατέρωθεν θαλάττης τῆς τε ἐντὸς καὶ τῆς ἐκτός· ἀπὸ δὲ τῶν ἀνατολῶν ὁ Ῥῆνος παράλληλος ὢν τῇ Πυρήνῃ· τὰ δʼ ἀπὸ τῶν ἄρκτων καὶ τῆς μεσημβρίας τὰ μὲν ὁ ὠκεανὸς περιείληφεν ἀρξάμενος ἀπὸ τῶν βορείων ἄκρων τῆς Πυρήνης μέχρι τῶν ἐκβολῶν τοῦ Ῥήνου, τὰ δʼ ἐξ ἐναντίας ἡ κατὰ Μασσαλίαν καὶ Νάρβωνα θάλαττα καὶ αἱ Ἄλπεις ἀπὸ τῆς Λιγυστικῆς ἀρξάμεναι μέχρι τῶν πηγῶν τοῦ Ῥήνου.
因为正如已经说过的,这片凯尔特奈西起比利牛斯山脉,该山脉与两侧的海洋(即内海和外海)相连;东至与比利牛斯山脉平行的莱茵河;至于北部和南部的边界,北部由大洋包围,从比利牛斯山脉的北端一直延伸到莱茵河口,而相反的南部则由马赛和纳博讷附近的海洋以及从利古里亚延伸到莱茵河源头的阿尔卑斯山脉所包围。
τῇ δὲ Πυρήνῃ πρὸς ὀρθὰς ἦκται Κέμμενον ὄρος διὰ μέσων τῶν πεδίων, καὶ παύεται κατὰ μέσα πλησίον Λουγδούνου, περὶ δισχιλίους ἐκταθὲν σταδίους.
塞文山脉与比利牛斯山脉呈直角,穿过平原中部,延伸约二千斯塔迪翁,在卢格杜努姆附近的中部终止。
Ἀκυιτανοὺς μὲν τοίνυν ἔλεγον τοὺς τὰ βόρεια τῆς Πυρήνης μέρη κατέχοντας καὶ τῆς Κεμμένης μέχρι πρὸς τὸν ὠκεανὸν τὰ ἐντὸς Γαρούνα ποταμοῦ, Κέλτας δὲ τοὺς ἐπὶ θάτερα μέρη καθήκοντας καὶ τὴν κατὰ Μασσαλίαν καὶ Νάρβωνα θάλατταν, ἁπτομένους δὲ καὶ τῶν Ἀλπεινῶν ὀρῶν ἐνίων, Βέλγας δʼ ἔλεγον τοὺς λοιπούς τε τῶν παρωκεανιτῶν μέχρι τῶν ἐκβολῶν τοῦ Ῥήνου καί τινας τῶν παροικούντων τὸν Ῥῆνον καὶ τὰς Ἄλπεις.
因此,他们过去将占领比利牛斯山脉和塞文山脉北侧、直至大洋、处于加龙河以内的人们称为阿奎丹人;而将延伸到另一侧、直达马赛和纳博讷附近的海洋、并接触到部分阿尔卑斯山脉的人们称为凯尔特人;而将大洋沿岸其余直至莱茵河口的人,以及居住在莱茵河和阿尔卑斯山附近的一些人称为贝尔盖人。
οὕτω δὲ καὶ ὁ θεὸς Καῖσαρ ἐν τοῖς ὑπομνήμασιν εἴρηκεν.
神圣的恺撒在其《回想录》中也是这样说的。
ὁ δὲ Σεβαστὸς Καῖσαρ τετραχῆ διελὼν τοὺς μὲν Κέλτας τῆς Ναρβωνίτιδος ἐπαρχίας ἀπέφηνεν, Ἀκυιτανοὺς δʼ οὕσπερ κἀκεῖνος, προσέθηκε δὲ τετταρεσκαίδεκα ἔθνη τῶν μεταξὺ τοῦ Γαρούνα καὶ τοῦ Λίγηρος ποταμοῦ νεμομένων· τὴν δὲ λοιπὴν διελὼν δίχα τὴν μὲν Λουγδούνῳ προσώρισε μέχρι τῶν ἄνω μερῶν τοῦ Ῥήνου, τὴν δὲ τοῖς Βέλγαις.
然而,奥古斯都·恺撒将其分为四部分,宣布凯尔特人属于纳博讷区属州,阿奎丹人则如前人所定,但增加了居住在加龙河和卢瓦尔河之间的十四个部族;而将剩余的部分一分为二,一分划归卢格杜努姆,直至莱茵河上游,另一分划归贝尔盖人。
ὅσα μὲν οὖν φυσικῶς διώρισται δεῖ λέγειν τὸν γεωγράφον καὶ ὅσα ἐθνικῶς, ὅταν ᾖ καὶ μνήμης ἄξια, ὅσα δʼ οἱ ἡγεμόνες πρὸς τοὺς καιροὺς πολιτευόμενοι διατάττουσι ποικίλως, ἀρκεῖ κἂν ἐν κεφαλαίῳ τις εἴπῃ, τοῦ δʼ ἀκριβοῦς ἄλλοις παραχωρητέον.
因此,地理学家应当阐述那些由于自然和民族而划分的、值得纪念的事情;至于统治者根据时局作出的各种政治调整,只需作一简要概述即可,精确的细节则应留给他人。
§4.1.2̔́απασα μὲν οὖν ἐστιν αὕτη ποταμοῖς κατάρρυτος ἡ χώρα, τοῖς μὲν ἐκ τῶν Ἄλπεων καταφερομένοις τοῖς δʼ ἐκ τοῦ Κεμμένου καὶ τῆς Πυρήνης, καὶ τοῖς μὲν εἰς τὸν ὠκεανὸν ἐκβάλλουσι τοῖς δὲ εἰς τὴν ἡμετέραν θάλατταν.
整个地区河网密布,有的河流从阿尔卑斯山流下,有的从塞文山和比利牛斯山流下,有的注入大洋,有的注入我们的海。
διʼ ὧν δὲ φέρονται χωρίων, πεδία ἐστὶ τὰ πλεῖστα καὶ γεωλοφίαι διάρρους ἔχουσαι πλωτούς.
它们流经的区域大多是平原和有通航河道的丘陵。
οὕτως δʼ εὐφυῶς ἴσχει τὰ ῥεῖθρα πρὸς ἄλληλα ὥστʼ ἐξ ἑκατέρας τῆς θαλάττης εἰς ἑκατέραν κατακομίζεσθαι, πορευομένων τῶν φορτίων ἐπʼ ὀλίγον καὶ διὰ πεδίων εὐμαρῶς, τὸ δὲ πλέον τοῖς ποταμοῖς, τοῖς μὲν ἀναγομένων τοῖς δὲ καταγομένων.
这些河道在自然分布上彼此配合得十分巧妙,以至于货物可以从一个海洋运送到另一个海洋,货物只需在平原上进行短暂而便捷的陆路运输,大部分时间则通过河流运输,在一些河流中溯流而上,在另一些河流中顺流而下。
ἔχει δέ τι πλεονέκτημα πρὸς τοῦτο ὁ Ῥοδανός· καὶ γὰρ πολλαχόθεν ἐστὶ σύρρους, καὶ συνάπτει πρὸς τὴν ἡμετέραν θάλατταν κρείττω τῆς ἐκτὸς οὖσαν, ὥσπερ εἴρηται, καὶ διὰ χώρας διέξεισι τῆς εὐδαιμονεστάτης τῶν ταύτῃ.
罗讷河在这方面具有某种优势;因为它的水源来自多方汇流,并与我们的海相连,正如已经说过的,这片海域优于外海,且它流经该地区最富庶的土地。
τοὺς γὰρ αὐτοὺς ἐκφέρει καρποὺς ἡ Ναρβωνῖτις ἅπασα ὥσπερ ἡ Ἰταλία.
因为整个纳博讷区产出与意大利相同的作物。
προϊόντι δʼ ἐπὶ τὰς ἄρκτους καὶ τὸ Κέμμενον ὄρος ἡ μὲν ἐλαιόφυτος καὶ συκοφόρος ἐκλείπει, τἆλλα δὲ φύεται.
但随着向北和向塞文山脉进发,产橄榄和无花果的土地便消失了,而其他植物仍能生长。
καὶ ἡ ἄμπελος δὲ προϊοῦσιν οὐ ῥᾳδίως τελεσφορεῖ· ἡ δʼ ἄλλη πᾶσα σῖτον φέρει πολὺν καὶ κέγχρον καὶ βάλανον καὶ βοσκήματα παντοῖα, ἀργὸν δʼ αὐτῆς οὐδὲν πλὴν εἴ τι ἕλεσι κεκώλυται καὶ δρυμοῖς·
随着继续前行,葡萄也不易成熟结实;但其余的所有土地都产出大量的谷物、小米、橡子以及各种家畜,除因沼泽和森林而受阻的地方外,没有一处荒芜。
καίτοι καὶ τοῦτο συνοικεῖται πολυανθρωπίᾳ μᾶλλον ἢ ἐπιμελείᾳ.
然而,即使是这些地方,也是由于人口众多而非由于勤于耕作才得以开垦居住。
καὶ γὰρ τοκάδες αἱ γυναῖκες καὶ τρέφειν ἀγαθαί, οἱ δʼ ἄνδρες μαχηταὶ μᾶλλον ἢ γεωργοί· νῦν δʼ ἀναγκάζονται γεωργεῖν καταθέμενοι τὰ ὅπλα.
因为这里的妇女多产且善于哺育,而男子是战士而非农民;但如今他们已经放下武器,被迫从事耕作。
κοινῇ μὲν οὖν ταῦτα λέγομεν περὶ πάσης τῆς ἐκτὸς Κελτικῆς, περὶ δὲ τῶν τεταρτημορίων ἑκάστου διαλαβόντες λέγωμεν νυνὶ μεμνημένοι τυπωδῶς, καὶ πρῶτον περὶ τῆς Ναρβωνίτιδος.
这些是我们对整个外部凯尔特奈的共同论述,但现在让我们分别论述四个部分中的每一个,并记住其大致轮廓,首先从纳博讷区开始。