Humanitext Reader

ストラボン · 地理誌 §3.5.9-3.5.11

セレウコスの潮汐論とカッティテリデス諸島

119 / 577 箇所 · ギリシア語

要旨

ポセイドニオスが引用するセレウコスの潮汐説や彼自身のガデイラおよびイリパでの観測記録、ガデイラ周辺の特異な植物、そして錫の産地であるカッティテリデス諸島の住民とローマ人による交易路の獲得について記述されている。

§3.5.9φησὶ δʼ οὖν Σέλευκον τὸν ἀπὸ τῆς Ἐρυθρᾶς θαλάττης καὶ ἀνωμαλίαν τινὰ ἐν τούτοις καὶ ὁμαλότητα λέγειν κατὰ τὰς τῶν ζῳδίων διαφοράς·
いずれにせよ、彼は、エリトリア海出身のセレウコスが、これらにおけるある種の不規則性と規則性を、黄道星座の違いに従って主張していると述べている。
ἐν μὲν γὰρ τοῖς ἰσημερινοῖς ζῳδίοις τῆς σελήνης οὔσης ὁμαλίζειν τὰ πάθη, ἐν δὲ τοῖς τροπικοῖς ἀνωμαλίαν εἶναι καὶ πλήθει καὶ τάχει, τῶν δʼ ἄλλων ἑκάστου κατὰ τοὺς συνεγγισμοὺς εἶναι τὴν ἀναλογίαν.
すなわち、月が分点の星座にあるときは、その変化は規則的になり、至点の星座にあるときは、量においても速度においても不規則性が生じ、他の星座のそれぞれにおいては、それらへの近さに応じた比例関係があるというのである。
αὐτὸς δὲ κατὰ τὰς θερινὰς τροπὰς περὶ τὴν πανσέληνόν φησιν ἐν τῷ Ἡρακλείῳ γενόμενος τῷ ἐν Γαδείροις πλείους ἡμέρας μὴ δύνασθαι συνεῖναι τὰς ἐνιαυσίους διαφοράς.
一方、彼自身は、夏至の頃、満月の頃にガデイラのヘラクレオンに到着したが、数日間滞在した中では年周的な違いを理解することはできなかったと述べている。
περὶ μέντοι τὴν σύνοδον ἐκείνου τοῦ μηνὸς τηρῆσαι μεγάλην παραλλαγὴν ἐν Ἰλίπᾳ τῆς τοῦ Βαίτιος ἀνακοπῆς παρὰ τὰς ἔμπροσθεν, ἐν αἷς οὐδὲ ἕως ἡμίσους τὰς ὄχθας ἔβρεχε·
しかし、その月の新月の頃に、イリパにおいてバイティス川の逆流に関して、以前と比べて大きな変化を観察した。 以前は、川岸の半分までも水に濡らすことはなかった。
τότε δʼ ὑπερχεῖσθαι τὸ ὕδωρ ὥσθʼ ὑδρεύεσθαι τοὺς στρατιώτας αὐτόθι (διέχει δʼ Ἰλίπα τῆς θαλάττης περὶ ἑπτακοσίους σταδίους)·
しかし、その時は、水が溢れんばかりになり、兵士たちがその場で水を汲めるほどであった(イリパは海から約七百スタディオン離れている)。
τῶν δʼ ἐπὶ θαλάττῃ πεδίων καὶ ἐπὶ τριάκοντα σταδίους εἰς βάθος καλυπτομένων ὑπὸ τῆς πλημμυρίδος, ὥστε καὶ νήσους ἀπολαμβάνεσθαι, τὸ τῆς κρηπῖδος ὕψος τῆς τε τοῦ νεὼ τοῦ ἐν τῷ Ἡρακλείῳ καὶ τῆς τοῦ χώματος, ὃ τοῦ λιμένος πρόκειται τοῦ ἐν Γαδείροις, οὐδʼ ἐπὶ δέκα πήχεις καλυπτόμενον ἀναμετρῆσαί φησι·
また、海沿いの平野が、満潮によって三十スタディオンの深さにまで覆われ、島々が取り残されるほどであった一方で、ヘラクレオンの神殿の土台、およびガデイラの港の前にある堤防の土台の高さは、十ピュキスさえも覆われないのを、彼自身が測定したと述べている。
κἂν προσθῇ δέ τις τὸ διπλάσιον τούτου κατὰ τὰς γενομένας ποτὲ παραυξήσεις, οὕτω παρασχεῖν ἂν τὴν ἔμφασιν, ἣν ἐν τοῖς πεδίοις παρέχεται τὸ μέγεθος τῆς πλημμυρίδος.
そして、仮に誰かが、かつて生じたことのある特異な増水に鑑みて、この高さの二倍を足したとしても、ようやく、平野において満潮の大きさが与えるあの印象を説明できるであろう、と彼は言う。
τοῦτο μὲν δὴ τὸ πάθος κοινὸν ἱστορεῖται κατὰ πᾶσαν τὴν κύκλῳ παρωκεανῖτιν, τὸ δὲ τοῦ Ἴβηρος ποταμοῦ καινὸν καὶ ἴδιόν φησιν οὗτος·
さて、この現象は、大洋に沿った全周において共通のものとして記録されているが、イベロス川の現象は奇妙で独特なものであると彼は述べている。
πλημμυρεῖν γὰρ ἔσθʼ ὅπου καὶ χωρὶς ὄμβρων καὶ χιόνων, ἐπειδὰν τὰ βόρεια πνεύματα πλεονάσῃ, αἰτίαν δʼ εἶναι τὴν λίμνην διʼ ἧς ῥεῖ·
というのも、雨も雪もないときであっても、北風が強まると、ところによって増水することがあり、その原因は川が流れる湖にあるという。
συνεκβάλλεσθαι γὰρ τὸ λιμναῖον ὑπὸ τῶν ἀνέμων.
すなわち、湖の水が風によって一緒に押し出されるからである。
§3.5.10̔ιστορεῖ δὲ καὶ δένδρον ἐν Γαδείροις ὄζους ἔχον καμπτομένους εἰς ἔδαφος, πολλάκις δὲ φύλλα ξιφοειδῆ πηχυαῖα τὸ μῆκος, πλάτος δὲ τετραδάκτυλα.
彼はまた、ガデイラにある、地面に向かって曲がった枝を持ち、しばしば長さ一ピュキス、幅四ダクテュロスの剣のような形をした葉をつける樹木について記録している。
περὶ δὲ νέαν Καρχηδόνα δένδρον ἐξ ἀκάνθης φλοιὸν ἀφιέναι ἐξ οὗ ὑφάσματα γίνεται κάλλιστα.
また、カルタゴ・ノヴァの周辺には、非常に美しい織物を作るための樹皮をはがすことができる、トゲのある木があるという。
τῷ μὲν οὖν ἐν Γαδείροις καὶ ἡμεῖς οἴδαμεν ὅμοιον ἐν Αἰγύπτῳ κατὰ τὴν τῶν κλάδων κατάκαμψιν, τοῖς δὲ φύλλοις ἀνόμοιον οὐδὲ καρπὸν ἔχον·
このガデイラの木について、私もエジプトに、枝の曲がり方において類似した木があるのを知っているが、葉は異なっており、実も結ばない。
τοῦτο δʼ ἔχειν φησί.
しかし、彼は、ガデイラの木は実を結ぶと述べている。
τὰ δʼ ἀκάνθινα ὑφαίνεται καὶ ἐν Καππαδοκίᾳ, φέρει δʼ οὐ δένδρον τὴν ἄκανθαν ἐξ ἧς ὁ φλοιός, ἀλλὰ χαμαίζηλος ἡ βοτάνη.
トゲのある植物からの織物はカッパドキアでも織られているが、樹皮を供給するトゲは樹木ではなく、地面を這う草である。
τῷ δὲ δένδρῳ τῷ ἐν Γαδείροις καὶ τοῦτο προσιστόρηται ὅτι κλάδου μὲν ἀποκλωμένου γάλα ῥεῖ, ῥίζης δὲ τεμνομένης μιλτῶδες ὑγρὸν ἀναφέρεται.
ガデイラの木については、枝が折られると乳液が流れ、根が切られると朱色の液体が湧き出るということもさらに記録されている。
τοσαῦτα καὶ περὶ Γαδείρων.
ガデイラに関しては以上である。
§3.5.11αἱ δὲ Καττιτερίδες δέκα μέν εἰσι, κεῖνται δʼ ἐγγὺς ἀλλήλων πρὸς ἄρκτον ἀπὸ τοῦ τῶν Ἀρτάβρων λιμένος πελάγιαι·
カッティテリデス諸島は十の島からなり、互いに近くに位置し、アルタブロイ人の港から北の方、外海に浮かんでいる。
μία δʼ αὐτῶν ἔρημός ἐστι, τὰς δʼ ἄλλας οἰκοῦσιν ἄνθρωποι μελάγχλαινοι, ποδήρεις ἐνδεδυκότες τοὺς χιτῶνας, ἐζωσμένοι περὶ τὰ στέρνα, μετὰ ῥάβδων περιπατοῦντες, ὅμοιοι ταῖς τραγικαῖς Ποιναῖς·
そのうちの一つは無人島であるが、他の島々には、黒い外套をまとい、足元まで届くキトンを着て、胸のあたりで帯を締め、杖を持って歩き回る、悲劇の復讐の女神たちに似た人々が住んでいる。
ζῶσι δʼ ἀπὸ βοσκημάτων νομαδικῶς τὸ πλέον.
彼らは主として牧畜によって遊牧的に暮らしている。
μέταλλα δὲ ἔχοντες καττιτέρου καὶ μολίβδου κέραμον ἀντὶ τούτων καὶ τῶν δερμάτων διαλλάττονται καὶ ἅλας καὶ χαλκώματα πρὸς τοὺς ἐμπόρους.
錫と鉛の鉱山を持っており、これらや毛皮を、商人たちの塩や青銅器、陶器と交換している。
πρότερον μὲν οὖν Φοίνικες μόνοι τὴν ἐμπορίαν ἔστελλον ταύτην ἐκ τῶν Γαδείρων κρύπτοντες ἅπασι τὸν πλοῦν·
かつては、フェニキア人だけがガデイラからこの交易を企て、すべての人々にその航路を隠していた。
τῶν δὲ Ῥωμαίων ἐπακολουθούντων ναυκλήρῳ τινί, ὅπως καὶ αὐτοὶ γνοῖεν τὰ ἐμπόρια, φθόνῳ ὁ ναύκληρος ἑκὼν εἰς τέναγος ἐξέβαλε τὴν ναῦν, ἐπαγαγὼν δʼ εἰς τὸν αὐτὸν ὄλεθρον καὶ τοὺς ἑπομένους αὐτὸς ἐσώθη διὰ ναυαγίου, καὶ ἀπέλαβε δημοσίᾳ τὴν τιμὴν ὧν ἀπέβαλε φορτίων.
あるとき、ローマ人が交易地を知ろうとして、ある船長を追尾したところ、その船長は嫉妬から、自らの船を故意に浅瀬に座礁させ、追尾してきた者たちを同じ破滅に巻き込んだ。 彼自身は難破を切り抜けて救われ、失った貨物の代償を公金から受け取った。
οἱ Ῥωμαῖοι δὲ ὅμως πειρώμενοι πολλάκις ἐξέμαθον τὸν πλοῦν·
しかし、ローマ人は何度も試みることでその航路を学び知った。
ἐπειδὴ δὲ καὶ Πόπλιος Κράσσος διαβὰς ἐπʼ αὐτοὺς ἔγνω τὰ μέταλλα ἐκ μικροῦ βάθους ὀρυττόμενα καὶ τοὺς ἄνδρας εἰρηναίους, ἐκ περιουσίας ἤδη τὴν θάλατταν ἐργάζεσθαι ταύτην τοῖς ἐθέλουσιν ἐπέδειξε καίπερ οὖσαν πλείω τῆς διειργούσης τὴν Βρεττανικήν.
さらに、プブリウス・クラッススが彼らのもとに渡り、鉱山が浅い深度から掘られていること、また人々が平和的であることを知ると、彼は、イギリスを隔てる海よりも広い海であるにもかかわらず、希望する者が誰でも、今や十分な情報をもってこの海で操業できることを示したのである。
καὶ περὶ μὲν Ἰβηρίας καὶ τῶν προκειμένων νήσων ταῦτα.
イベリアおよびその沖合の島々については以上である。

語釈・文法注

  1. 3.5.9κἂν προσθῇ δέ τις τὸ διπλάσιον τούτου... οὕτω παρασχεῖν ἂν τὴν ἔμφασιν — 条件節 κἂν προσθῇ(καὶ ἐὰν +接続法)に対し、帰結節が不定詞 + ἄν(παρασχεῖν ἂν)となっており、これは間接話法において potential optative(παράσχοι ἂν)または potential indicative(παρέσχεν ἄν)を表している。ここでは、仮にその二倍を足したとしてもようやく説明がつくという、仮定的な推量を表す。
  2. 3.5.9τῶν δʼ ἐπὶ θαλάττῃ πεδίων... καλυπτομένων... τὸ τῆς κρηπῖδος ὕψος... οὐδʼ ἐπὶ δέκα πήχεις καλυπτόμενον — 同一文の中に分詞 καλυπτομένων と καλυπτόμενον が並ぶが、前者は属格独立構文(τῶν... πεδίων が主語)、後者は対格不定詞構文における対格主語 τὸ... ὕψος に係る叙述分詞(ἀναμετρῆσαί φησι 「〜が覆われていないのを測定したと述べている」)である。構文上の役割の違いに注意。
  3. 3.5.11ἐκ περιουσίας — 「余裕から」「余剰をもって」を意味する前置詞句。ここでは、ローマ人が航路や鉱山の情報を十分に把握し、以前の困難な探索段階を脱して、十分な安全と確信(余裕)をもって航海・操業できる状態になったことを指す。

この箇所を引用する

ストラボン, 地理誌 §3.5.9-3.5.11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:3.5.9-3.5.11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。