Humanitext Reader

ストラボン · 地理誌 §3.5.8

潮汐周期とガデイラの井戸に関するポセイドニオス批判

118 / 577 箇所 · ギリシア語

要旨

ストラボンは、ポセイドニオスが海の満ち引きについて月と同調する日周・月周・年周の周期を説明しながらも、ガデイラの井戸の怪現象を説明する際には矛盾した主張を行っていると批判する。

§3.5.8οὐκ οἶδα δὲ πῶς κατʼ ἄλλα δεινοὺς ἀποφαίνων ὁ Ποσειδώνιος τοὺς Φοίνικας ἐνταῦθα μωρίαν μᾶλλον ἢ δριμύτητα αὐτῶν κατέγνωκεν.
ポセイドニオスが、他の事柄においてはフェニキア人を優秀であると示している一方で、この件に関しては彼らの賢明さよりもむしろ愚鈍さを宣告しているのは、私にはどうしてなのかわからない。
ἡμέρα μὲν γὰρ καὶ νὺξ τῇ τοῦ ἡλίου περιφορᾷ μετρεῖται τοτὲ μὲν ὑπὸ γῆς ὄντος τοτὲ δὲ ὑπὲρ γῆς φαινομένου·
というのも、昼と夜は太陽の運行によって測定され、太陽はあるときは地の下にあり、あるときは地の上に現れるからである。
φησὶ δὲ τὴν τοῦ ὠκεανοῦ κίνησιν ὑπέχειν ἀστροειδῆ περίοδον, τὴν μὲν ἡμερήσιον ἀποδιδοῦσαν, τὴν δὲ μηνιαίαν, τὴν δʼ ἐνιαυσιαίαν συμπαθῶς τῇ σελήνῃ·
そして彼は、大洋の運動が、月に同調して、日周的、月周的、そして年周的な周期をもたらす、天体のような周期に従っていると言う。
ὅταν γὰρ αὕτη ζῳδίου μέγεθος ὑπερέχῃ τοῦ ὁρίζοντος, ἄρχεσθαι διοιδεῖν τὴν θάλατταν καὶ ἐπιβαίνειν τῆς γῆς αἰσθητῶς μέχρι μεσουρανήσεως·
すなわち、月が地平線から星座一つの大きさだけ昇ると、海は膨張し始め、子午線に達するまで目に見えて陸地に押し寄せる。
ἐκκλίναντος δὲ τοῦ ἄστρου, πάλιν ἀναχωρεῖν τὸ πέλαγος κατʼ ὀλίγον ἕως ἂν ζῴδιον ὑπερέχῃ τῆς δύσεως ἡ σελήνη, εἶτα μένειν τοσοῦτον ἐν τῇ αὐτῇ καταστάσει χρόνον ὅσον ἡ σελήνη συνάπτει πρὸς αὐτὴν τὴν δύσιν, καὶ ἔτι μᾶλλον τοσοῦτον ὅσον κινηθεῖσα ὑπὸ γῆς ζῴδιον ἀπόσχοι ἂν τοῦ ὁρίζοντος·
しかし、その星が傾くと、月が地平線の下に沈むまで星座一つの大きさに達するまで、海は再び徐々に後退する。 その後、月がまさに没することに近づく間、およびさらに、月が地の下を移動して地平線から星座一つの大きさだけ離れるまでの間、海は同じ状態にとどまる。
εἶτʼ ἐπιβαίνειν πάλιν ἕως τοῦ ὑπὸ γῆν μεσουρανήματος· εἶτʼ ἀναχωρεῖν ἕως ἂν πρὸς τὰς ἀνατολὰς περιχωρήσασα ἡ σελήνη ζῴδιον τοῦ ὁρίζοντος ἀπόσχῃ, μένειν δὲ μέχρι ἂν ζῴδιον ὑπὲρ γῆς μετεωρισθῇ, καὶ πάλιν ἐπιβαίνειν·
それから、地の下の子午線に達するまで、再び(海が)押し寄せ、それから、月が東へと周り込んで地平線から星座一つの大きさだけ離れるまで、後退する。 そして地の上に星座一つの大きさだけ昇るまでその状態にとどまり、それから再び押し寄せる。
ταύτην μὲν εἶναι λέγει τὴν ἡμερήσιον περίοδον.
これが日周周期であると彼は言っている。
τὴν δὲ μηνιαίαν, ὅτι μέγισται μὲν αἱ παλίρροιαι γίνονται περὶ τὰς συνόδους, εἶτα μειοῦνται μέχρι διχοτόμου·
一方、月周周期については、最大の満ち引き(大潮)は新月の頃に起こり、それから半月になるまで減少する。
πάλιν δʼ αὔξονται μέχρι πανσελήνου, καὶ μειοῦνται πάλιν ἕως διχοτόμου φθινάδος·
そして再び満月まで増加し、再び下弦の半月まで減少する。
εἶθʼ ἕως τῶν συνόδων αἱ αὐξήσεις·
それから新月に至るまで再び増加する。
πλεονάζειν δὲ καὶ χρόνῳ καὶ τάχει τὰς αὐξήσεις.
そしてこれらの増加は、時間においても速度においても他を上回る(活発である)。
τὰς δʼ ἐνιαυσιαίας παρὰ τῶν ἐν Γαδείροις πυθέσθαι φησί, λεγόντων ὡς κατὰ θερινὰς τροπὰς μάλιστα αὔξοιντο καὶ αἱ ἀναχωρήσεις καὶ αἱ ἐπιβάσεις.
さらに年周周期については、ガデイラの人々から尋ねて知ったと彼は言っており、彼らの言うところでは、夏至のときに最も後退と押し寄せが最大になるという。
εἰκάζει δʼ αὐτὸς ἀπὸ τῶν τροπῶν μειοῦσθαι μὲν ἕως ἰσημερίας, αὔξεσθαι δὲ ἕως χειμερινῶν τροπῶν· εἶτα μειοῦσθαι μέχρι ἐαρινῆς ἰσημερίας· εἶτʼ αὔξεσθαι μέχρι θερινῶν τροπῶν.
しかし彼自身は、その至点から分点にかけて減少し、冬至にかけて増加し、それから春分まで減少し、それから夏至まで増加すると推測している。
τῶν δὲ περιόδων τούτων οὐσῶν καθʼ ἑκάστην ἡμέραν καὶ νύκτα, τὸν συνάμφω χρόνον δὶς μὲν ἐπιβαινούσης τῆς θαλάττης δὶς δὲ ἀναχωρούσης, τεταγμένως δὲ καὶ τῶν ἡμερησίων χρόνων καὶ τῶν νυκτερινῶν, πῶς οἷόν τε πολλάκις μὲν συμβαίνειν κατὰ τὰς ἀμπώτεις τὴν πλήρωσιν τοῦ φρέατος, μὴ πολλάκις δὲ τὴν λειψυδρίαν;
しかし、これらの周期が毎日昼も夜もあり、その合算された時間の中で海が二度押し寄せ二度後退し、昼の時間も夜の時間も規則正しく整っているというのに、どうして干潮のときに井戸が満ちることが頻繁に起こる一方で、水不足は頻繁には起こらないなどということがあり得ようか。
ἢ πολλάκις μέν, μὴ ἰσάκις δέ;
あるいは、頻繁に起こるとしても、同じ頻度ではないなどということがあろうか。
ἢ καὶ ἰσάκις μέν, τοὺς δὲ Γαδειρίτας ταῦτα μὲν μὴ ἱκανοὺς γενέσθαι τηρῆσαι τὰ καθʼ ἡμέραν γινόμενα, τὰς δʼ ἐνιαυσίους περιόδους ἐκ τῶν ἅπαξ συμβαινόντων κατʼ ἔτος τηρῆσαι;
あるいはまた、全く同じ頻度で起こるのだとしても、ガデイラの人々は、日々生じるこれらの出来事を観察する能力はなかったのに、年に一度しか生じない事柄から年周周期の方は観察できたというのだろうか。
ἀλλὰ μὴν ὅτι γε πιστεύει αὐτοῖς, δῆλον ἐξ ὧν καὶ προσεικάζει γίνεσθαι τὰς μειώσεις καὶ πάλιν αὐξήσεις ἀπὸ τροπῶν ἐπὶ τροπάς τε ἑτέρας κἀκεῖθεν πάλιν ἐπανόδους.
いやしかし、彼が彼らを信じていることは、ある至点から他方の至点への、そしてそこからの再度の回帰に際して、減少と再びの増加が生じると彼自身がさらに推測していることからも明らかである。
καὶ μὴν οὐδὲ ἐκεῖνο εἰκός, ὅτι τηρητικοὶ ὄντες τὰ μὲν συμβαίνοντα οὐκ εἶδον, τοῖς δὲ μὴ συμβαίνουσιν ἐπίστευσαν.
また、観察力がある人々でありながら、実際に起こっていることを見落とし、起こっていないことを信じた、ということもあり得そうにない。

語釈・文法注

  1. §3.5.8οὐκ οἶδα δὲ πῶς — πῶς が導く間接疑問節は動詞 κατέγνωκεν(直説法完了)まで続く。分詞 ἀποφαίνων(示す、表す)は主節の主語 ὁ Ποσειδώνιος に係る形容詞的あるいは譲歩的(「〜であると示している一方で」)用法。τοὺς Φοίνικας は ἀποφαίνων の目的語(意味上の主語)、δεινούς はその補語である。
  2. §3.5.8ζῳδίου μέγεθος — 空間的広がりや程度を表す対格。天球における黄道十二宮の一宮分の幅(約30度、時間にして太陽や月が運行する約2時間分)を指す。
  3. §3.5.8τῶν δὲ περιόδων τούτων οὐσῶν — 属格絶対(独立分詞構文)であり、主節の疑問文 πῶς οἷόν τε(どうして可能か)に対する前提・譲歩の状況を表す。さらにその内部に、τῆς θαλάττης を意味上の主語とする ἐπιβαινούσης と ἀναχωρούσης の属格絶対が入れ子状に組み込まれている。
  4. §3.5.8τοὺς δὲ Γαδειρίτας ταῦτα μὲν μὴ ἱκανοὺς γενέσθαι — 対格不定詞構文。前文の疑問 πῶς οἷόν τε(どうして〜があり得ようか)の枠組みに導かれ、τοὺς Γαδειρίτας を意味上の主語、γενέσθαι(およびそれに続く τηρῆσαι)を不定詞とする「ガデイラの人々がこれらのことを観察する能力がなかったということがあり得ようか」という論理的帰結を表す構造。

この箇所を引用する

ストラボン, 地理誌 §3.5.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:3.5.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。