Humanitext Reader

ストラボン · 地理誌 §3.5.7

ガデイラのヘラクレス神殿における逆潮の泉

117 / 577 箇所 · ギリシア語

要旨

ポリュビオス、ポセイドニオス、アテノドロスなどの説を引きつつ、ガデイラのヘラクレス神殿にあるとされる、海の潮汐と逆に増減する不思議な泉(ないし井戸)の伝説とその物理的原因について議論する。

§3.5.7φησὶ δὲ ὁ Πολύβιος κρήνην ἐν τῷ Ἡρακλείῳ τῷ ἐν Γαδείροις εἶναι πότιμον, βαθμῶν ὀλίγων κατάβασιν ἔχουσαν εἰς τὸ ὕδωρ, ἣν ταῖς παλιρροίαις τῆς θαλάττης ἀντιπαθεῖν, κατὰ μὲν τὰς πλήμας ἐκλείπουσαν κατὰ δὲ τὰς ἀμπώτεις πληρουμένην.
ポリュビオスによれば、ガデイラにあるヘラクレス神殿には、飲むことのできる(真水の)泉があり、水面へと降りていく数段の階段を備えているが、この泉は海の潮の満ち引きと反対の挙動を示し、満潮のときには水が涸れ、干潮のときには満ちるという。
αἰτιᾶται δʼ ὅτι τὸ πνεῦμα τὸ ἐκ τοῦ βάθους εἰς τὴν ἐπιφάνειαν τῆς γῆς ἐκπῖπτον, καλυφθείσης μὲν αὐτῆς ὑπὸ τοῦ κύματος κατὰ τὰς ἐπιβάσεις τῆς θαλάττης, εἴργεται τῶν οἰκείων τοιούτων ἐξόδων· ἀναστρέψαν δὲ εἰς τὸ ἐντὸς ἐμφράττει τοὺς τῆς πηγῆς πόρους καὶ ποιεῖ λειψυδρίαν· γυμνωθείσης δὲ πάλιν, εὐθυπορῆσαν ἐλευθεροῖ τὰς φλέβας τῆς πηγῆς ὥστʼ ἀναβλύειν εὐπόρως.
彼はその原因として、地中深くから地表へと噴き出す空気が、満潮時に地表が波によって覆われると、通常の出口を塞がれてしまい、内部へと逆流して泉の通路を塞ぎ、水不足を引き起こすが、地表が再び露出すると、まっすぐに進んで泉の脈を解放し、その結果水が豊かに湧き出るようになるからだと説明している。
Ἀρτεμίδωρος δὲ ἀντειπὼν τούτῳ καὶ ἅμα παρʼ αὑτοῦ τινα θεὶς αἰτίαν, μνησθεὶς δὲ καὶ τῆς Σιλανοῦ δόξης τοῦ συγγραφέως, οὔ μοι δοκεῖ μνήμης ἄξια εἰπεῖν, ὡς ἂν ἰδιώτης περὶ ταῦτα καὶ αὐτὸς καὶ Σιλανός.
しかし、アルテミドロスがこれに反論し、同時に彼自身の説を提示するとともに、歴史家シラノスの意見にも言及しているが、私には記憶するに値することを語っているとは思われない。 彼自身もシラノスも、これらの事柄に関しては素人同然だからである。
Ποσειδώνιος δὲ ψευδῆ λέγων τὴν ἱστορίαν εἶναι ταύτην δύο φησὶν εἶναι φρέατα ἐν τῷ Ἡρακλείῳ καὶ τρίτον ἐν τῇ πόλει·
一方、ポセイドニオスは、この話は虚偽であると主張し、ヘラクレス神殿には二つの井戸があり、第三の井戸が町の中にあると述べている。
τῶν δʼ ἐν τῷ Ἡρακλείῳ τὸ μὲν μικρότερον ὑδρευομένων συνεχῶς αὐθωρὸν καὶ ἐκλείπειν καὶ διαλειπόντων τῆς ὑδρείας πληροῦσθαι πάλιν, τὸ δὲ μεῖζον διʼ ὅλης τῆς ἡμέρας τὴν ὑδρείαν ἔχον, μειούμενον μέντοι, καθάπερ καὶ τἆλλα φρέατα πάντα, νύκτωρ πληροῦσθαι μηκέτι ὑδρευομένων·
そして、ヘラクレス神殿にあるもののうち、より小さい方は、絶えず水を汲んでいるとその場で直ちに涸れてしまい、汲み出すのを止めると再び満ちるが、より大きい方は、一日中水汲みができるものの、(他のすべての井戸と同様に)減少し、夜間、もはや水が汲まれなくなると満ちるという。
ἐπειδὴ δὲ συμπίπτει κατὰ τὸν τῆς συμπληρώσεως καιρὸν ἡ ἄμπωτις πολλάκις, πεπιστεῦσθαι κενῶς ὑπὸ τῶν ἐγχωρίων τὴν ἀντιπάθειαν.
そして、水が満ちる時間帯がしばしば干潮と重なるため、現地の人々によってその「相反関係」が根拠なく信じられてしまったのだという。
ὅτι μὲν οὖν ἡ ἱστορία πεπίστευται, καὶ οὗτος εἴρηκε καὶ ἡμεῖς ἐν τοῖς παραδόξοις θρυλουμένην παρειλήφαμεν.
したがって、この話が信じられているということについては、彼(ポセイドニオス)も述べているし、我々もまた奇譚の中で噂されていることとして承知している。
ἠκούομεν δὲ καὶ φρέατα εἶναι, τὰ μὲν πρὸ τῆς πόλεως ἐν τοῖς κήποις τὰ δὲ ἐντός, διὰ δὲ τὴν μοχθηρίαν τοῦ ὕδατος κατὰ τὴν πόλιν δεξαμενὰς ἐπιπολάζειν τοῦ λακκαίου ὕδατος·
しかし我々の聞くところでは、井戸は確かに存在し、あるものは都市の前の庭園に、またあるものは都市の内部にあるが、都市における水質の悪さのために、雨水を貯める貯水槽が広く用いられている。
εἰ μέντοι καὶ τούτων τι τῶν φρεάτων ἐπιδείκνυται τὴν τῆς ἀντιπαθείας ὑπόνοιαν, οὐκ ἴσμεν.
もっとも、これらの井戸のいずれかが、くだんの相反関係を疑わせるような現象を実際に示しているかどうかは、我々は知らない。
τὰς δʼ αἰτίας, εἴπερ συμβαίνει ταῦτα οὕτως, ὡς ἐν χαλεποῖς ἀποδέχεσθαι δεῖ.
しかし、もしこれらが本当にそのように起こるのだとすれば、その原因については、困難な問題において許容される範囲で受け入れるべきである。
εἰκὸς μὲν γὰρ οὕτως ἔχειν ὡς ὁ Πολύβιός φησιν, εἰκὸς δὲ καὶ τῶν φλεβῶν τινας τῶν πηγαίων νοτισθείσας ἔξωθεν χαυνοῦσθαι καὶ παρέκχυσιν εἰς τὰ πλάγια μᾶλλον διδόναι τοῖς ὕδασιν ἢ ἀναθλίβειν κατὰ τὸ ἀρχαῖον ῥεῖθρον εἰς τὴν κρήνην·
すなわち、ポリュビオスの言う通りであることもあり得るし、あるいはまた、水源となる脈のいくつかが外部から湿らされて緩み、かつてのように元の水路に沿って泉へと水を押し上げるのではなく、むしろ横方向へと水を逃がしてしまっているということもあり得る。
νοτίζεσθαι δʼ ἀναγκαῖον ἐπικλύσαντος τοῦ κύματος.
そして、波が押し寄せたときには(脈が)湿らされるのは必然的なことである。
εἰ δʼ, ὥσπερ Ἀθηνόδωρός φησιν, εἰσπνοῇ τε καὶ ἐκπνοῇ τὸ συμβαῖνον περὶ τὰς πλημμυρίδας καὶ περὶ τὰς ἀμπώτεις ἔοικεν, εἶναι ἄν τινα τῶν ῥεόντων ὑδάτων, ἃ κατʼ ἄλλους μὲν πόρους ἔχει τὴν ἔκρυσιν κατὰ φύσιν εἰς τὴν ἐπιφάνειαν, ὧν δὴ τὰ στόματα πηγὰς καὶ κρήνας καλοῦμεν, κατʼ ἄλλους δὲ πόρους συνέλκεται πρὸς τὸ τῆς θαλάττης βάθος·
しかし、もしアテノドロスが言うように、満潮と干潮に関して起こる現象が吸気と呼気に似ているのだとすれば、流れる水の中には、ある通路を通っては自然に従って地表へと流出し(これらの出口を我々は「水源」や「泉」と呼んでいるが)、また別の通路を通っては海深部へと引き戻されるものがあることになるだろう。
καὶ συνεξαίροντα μὲν ἐκείνην ὥστε πλημμυρεῖν, ὅταν οἷον ἡ ἐκπνοὴ γίνηται, τὸ οἰκεῖον ἀπολείπει ῥεῖθρον, πάλιν δʼ ἀναχωρεῖ πρὸς τὸ οἰκεῖον ῥεῖθρον, ὅταν κἀκείνη λάβῃ τὴν ἀναχώρησιν.
そして、いわば呼気が起こるときには、それ(水)は海を押し上げて満潮にさせ、かつ自らの本来の水路を離れるが、海が引くときには、再び自らの本来の水路へと戻っていくのである。

語釈・文法注

  1. 3.5.7καλυφθείσης μὲν αὐτῆς ὑπὸ τοῦ κύματος — 女性単数代名詞 αὐτῆς は、前行の τῆς γῆς(地表、大地)を指す独立属格。続く γυμνωθείσης δὲ πάλιν でも αὐτῆς が省略されて独立属格を形成している。
  2. 3.5.7ὑδρευομένων συνεχῶς αὐθωρὸν — 現在分詞属格複数形 ὑδρευομένων は、行為者(一般の人々)を明示しない独立属格。「人々が絶えず水を汲んでいるとき」という意味を表す。後文の μηκέτι ὑδρευομένων も同様の構文である。
  3. 3.5.7εἶναι ἄν τινα τῶν ῥεόντων ὑδάτων, ἃ ... συνέλκεται ... καὶ συνεξαίροντα μὲν ἐκείνην ... ἀπολείπει ... πάλιν δʼ ἀναχωρεῖ — 条件文の帰結節において potential を示す 不定詞+ἄν(εἶναι ἄν)の構文。関係代名詞 ἃ の先行詞は中性複数名詞 τινά(τῶν ῥεόντων ὑδάτων の一部)。主語が中性複数(ἃ)であるため、関係節内の主動詞(ἔχει, συνέλκεται, ἀπολείπει, ἀναχωρεῖ)はすべて三人称単数形をとる(雅典式構文)。一方で、付随する分詞 συνεξαίροντα は先行詞 ἃ の性に一致して中性複数主格形をとっている点に注意。

この箇所を引用する

ストラボン, 地理誌 §3.5.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:3.5.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。