§3.5.8οὐκ οἶδα δὲ πῶς κατʼ ἄλλα δεινοὺς ἀποφαίνων ὁ Ποσειδώνιος τοὺς Φοίνικας ἐνταῦθα μωρίαν μᾶλλον ἢ δριμύτητα αὐτῶν κατέγνωκεν.
我不知道波塞多尼乌斯为何在其他事情上表明腓尼基人精明,在此处却判定他们愚蠢而非聪慧。
ἡμέρα μὲν γὰρ καὶ νὺξ τῇ τοῦ ἡλίου περιφορᾷ μετρεῖται τοτὲ μὲν ὑπὸ γῆς ὄντος τοτὲ δὲ ὑπὲρ γῆς φαινομένου·
因为白昼和黑夜是由太阳的运行来衡量的,太阳时而在地底下,时而在地表上显现。
φησὶ δὲ τὴν τοῦ ὠκεανοῦ κίνησιν ὑπέχειν ἀστροειδῆ περίοδον, τὴν μὲν ἡμερήσιον ἀποδιδοῦσαν, τὴν δὲ μηνιαίαν, τὴν δʼ ἐνιαυσιαίαν συμπαθῶς τῇ σελήνῃ·
他说,大洋的运动遵循一个类似于星体运行的周期,并与月亮产生共鸣,呈现出日周期、月周期和年周期。
ὅταν γὰρ αὕτη ζῳδίου μέγεθος ὑπερέχῃ τοῦ ὁρίζοντος, ἄρχεσθαι διοιδεῖν τὴν θάλατταν καὶ ἐπιβαίνειν τῆς γῆς αἰσθητῶς μέχρι μεσουρανήσεως·
因为每当月亮升起高出地平线一个黄道星座的宽度时,海水就开始膨胀,并显而易见地向陆地蔓延,直到月亮到达中天。
ἐκκλίναντος δὲ τοῦ ἄστρου, πάλιν ἀναχωρεῖν τὸ πέλαγος κατʼ ὀλίγον ἕως ἂν ζῴδιον ὑπερέχῃ τῆς δύσεως ἡ σελήνη, εἶτα μένειν τοσοῦτον ἐν τῇ αὐτῇ καταστάσει χρόνον ὅσον ἡ σελήνη συνάπτει πρὸς αὐτὴν τὴν δύσιν, καὶ ἔτι μᾶλλον τοσοῦτον ὅσον κινηθεῖσα ὑπὸ γῆς ζῴδιον ἀπόσχοι ἂν τοῦ ὁρίζοντος· εἶτʼ ἐπιβαίνειν πάλιν ἕως τοῦ ὑπὸ γῆν μεσουρανήματος· εἶτʼ ἀναχωρεῖν ἕως ἂν πρὸς τὰς ἀνατολὰς περιχωρήσασα ἡ σελήνη ζῴδιον τοῦ ὁρίζοντος ἀπόσχῃ, μένειν δὲ μέχρι ἂν ζῴδιον ὑπὲρ γῆς μετεωρισθῇ, καὶ πάλιν ἐπιβαίνειν·
但当这颗星体开始西斜时,海洋又逐渐退却,直到月亮高出落山的地平线一个星座的宽度;接着,在月亮接近真正的下落,并且在其运动到地底下、距离地平线一个星座宽度的这段时间里,海洋保持在同样的状态;然后,海洋再次蔓延,直到月亮到达地底下的中天;接着,海洋退却,直到月亮转到东方并距离地平线一个星座的宽度,且保持这种状态直到月亮在地表上升起一个星座的宽度,然后再次蔓延。
ταύτην μὲν εἶναι λέγει τὴν ἡμερήσιον περίοδον.
他说这就是日周期。
τὴν δὲ μηνιαίαν, ὅτι μέγισται μὲν αἱ παλίρροιαι γίνονται περὶ τὰς συνόδους, εἶτα μειοῦνται μέχρι διχοτόμου· πάλιν δʼ αὔξονται μέχρι πανσελήνου, καὶ μειοῦνται πάλιν ἕως διχοτόμου φθινάδος· εἶθʼ ἕως τῶν συνόδων αἱ αὐξήσεις· πλεονάζειν δὲ καὶ χρόνῳ καὶ τάχει τὰς αὐξήσεις.
至于月周期,最大的潮汐发生在朔望之时,然后减少直到上弦;接着再次增加直到满月,然后再次减少直到下弦;之后直到朔望是增加期;而且这些增加在时间和速度上都更为显著。
τὰς δʼ ἐνιαυσιαίας παρὰ τῶν ἐν Γαδείροις πυθέσθαι φησί, λεγόντων ὡς κατὰ θερινὰς τροπὰς μάλιστα αὔξοιντο καὶ αἱ ἀναχωρήσεις καὶ αἱ ἐπιβάσεις.
而关于年周期,他说他是从加德伊拉的人那里听说的,他们说在夏至时,退潮和涨潮都达到最大。
εἰκάζει δʼ αὐτὸς ἀπὸ τῶν τροπῶν μειοῦσθαι μὲν ἕως ἰσημερίας, αὔξεσθαι δὲ ἕως χειμερινῶν τροπῶν· εἶτα μειοῦσθαι μέχρι ἐαρινῆς ἰσημερίας· εἶτʼ αὔξεσθαι μέχρι θερινῶν τροπῶν.
但他自己推测,从至点开始,潮汐减少直到分点,然后增加直到冬至;接着减少直到春分,然后增加直到夏至。
τῶν δὲ περιόδων τούτων οὐσῶν καθʼ ἑκάστην ἡμέραν καὶ νύκτα, τὸν συνάμφω χρόνον δὶς μὲν ἐπιβαινούσης τῆς θαλάττης δὶς δὲ ἀναχωρούσης, τεταγμένως δὲ καὶ τῶν ἡμερησίων χρόνων καὶ τῶν νυκτερινῶν, πῶς οἷόν τε πολλάκις μὲν συμβαίνειν κατὰ τὰς ἀμπώτεις τὴν πλήρωσιν τοῦ φρέατος, μὴ πολλάκις δὲ τὴν λειψυδρίαν;
然而,既然这些周期在每天昼夜都会发生,在合起来的时间里海水两次蔓延、两次退却,且白天和夜间的时间都是规律的,那么怎么可能井的注满经常与退潮相合,而缺水却不经常发生呢?
ἢ πολλάκις μέν, μὴ ἰσάκις δέ;
或者虽然经常,但次数并不相等?
ἢ καὶ ἰσάκις μέν, τοὺς δὲ Γαδειρίτας ταῦτα μὲν μὴ ἱκανοὺς γενέσθαι τηρῆσαι τὰ καθʼ ἡμέραν γινόμενα, τὰς δʼ ἐνιαυσίους περιόδους ἐκ τῶν ἅπαξ συμβαινόντων κατʼ ἔτος τηρῆσαι;
又或者即使次数相等,难道加德伊拉人没有能力观测到这些每日发生的事情,却能从每年发生一次的事情中观测出年周期吗?
ἀλλὰ μὴν ὅτι γε πιστεύει αὐτοῖς, δῆλον ἐξ ὧν καὶ προσεικάζει γίνεσθαι τὰς μειώσεις καὶ πάλιν αὐξήσεις ἀπὸ τροπῶν ἐπὶ τροπάς τε ἑτέρας κἀκεῖθεν πάλιν ἐπανόδους.
然而,他确实相信他们,这从他自己也推测在至点之间发生潮汐的减少和再次增加,并从那里再次循环中可以明显看出来。
καὶ μὴν οὐδὲ ἐκεῖνο εἰκός, ὅτι τηρητικοὶ ὄντες τὰ μὲν συμβαίνοντα οὐκ εἶδον, τοῖς δὲ μὴ συμβαίνουσιν ἐπίστευσαν.
此外,那也是不合情理的,即他们作为善于观测的人,却没有看到实际发生的事情,反而相信了未曾发生的事情。