Humanitext Reader

ストラボン · 地理誌 §3.5.5

ガデイラ建都の神託とヘラクレスの柱の所在地

115 / 577 箇所 · ギリシア語

要旨

ガデイラの建都をめぐる神託と三度の探検について述べ、ヘラクレスの柱の真の所在地に関する諸学説(海峡の岬、ガデイラの青銅柱など)と、境界を示す古代の記念碑設置の慣行を比較検討している。

§3.5.5περὶ δὲ τῆς κτίσεως τῶν Γαδείρων τοιαῦτα λέγοντες μέμνηνται Γαδιτανοὶ χρησμοῦ τινος, ὃν γενέσθαι φασὶ Τυρίοις κελεύοντα ἐπὶ τὰς Ἡρακλέους στήλας ἀποικίαν πέμψαι·
ガデイラの建都に関して、ガデイラの人々は次のようなことを語りつつ、ある神託に言及している。 彼らが言うには、その神託はティルス人たちに下され、ヘラクレスの柱へ植民団を派遣するよう命じるものであった。
τοὺς δὲ πεμφθέντας κατασκοπῆς χάριν, ἐπειδὴ κατὰ τὸν πορθμὸν ἐγένοντο τὸν κατὰ τὴν Κάλπην, νομίσαντας τέρμονας εἶναι τῆς οἰκουμένης καὶ τῆς Ἡρακλέους στρατείας τὰ ἄκρα ποιοῦντα τὸν πορθμόν, ταῦτα δʼ αὐτὰ καὶ στήλας ὀνομάζειν τὸ λόγιον, κατασχεῖν εἴς τι χωρίον ἐντὸς τῶν στενῶν, ἐν ᾧ νῦν ἔστιν ἡ τῶν Ἐξιτανῶν πόλις·
派遣された人々は偵察のために、カルペの側にある海峡に達したとき、海峡を形成している両岬が居住世界およびヘラクレスの遠征の限界であると考え、また神託がまさにこれら(の岬)を「柱」と呼んでいるのだと信じて、海峡の内側にある、現在はエキシタノイの都市がある場所に船を寄せた。
ἐνταῦθα δὲ θύσαντας μὴ γενομένων καλῶν τῶν ἱερείων ἀνακάμψαι πάλιν.
しかし、そこで犠牲を捧げたものの、犠牲獣の兆候が良くならなかったので、再び引き返した。
χρόνῳ δʼ ὕστερον τοὺς πεμφθέντας προελθεῖν ἔξω τοῦ πορθμοῦ περὶ χιλίους καὶ πεντακοσίους σταδίους εἰς νῆσον Ἡρακλέους ἱερὰν κειμένην κατὰ πόλιν Ὀνόβαν τῆς Ἰβηρίας, καὶ νομίσαντας ἐνταῦθα εἶναι τὰς στήλας θῦσαι τῷ θεῷ, μὴ γενομένων δὲ πάλιν καλῶν τῶν ἱερείων ἐπανελθεῖν οἴκαδε.
のちに、派遣された人々は海峡の外側へ約千五百スタディオン進み、イベリアの都市オノバの向かいに位置する、ヘラクレスに捧げられた聖なる島に達した。 そして、そこに柱があると考えて神に犠牲を捧げたが、再び犠牲獣の兆候が良くならなかったので、故郷へと戻った。
τῷ δὲ τρίτῳ στόλῳ τοὺς ἀφικομένους Γάδειρα κτίσαι καὶ ἱδρύσασθαι τὸ ἱερὸν ἐπὶ τοῖς ἑῴοις τῆς νήσου, τὴν δὲ πόλιν ἐπὶ τοῖς ἑσπερίοις.
そして三回目の遠征によって、到着した人々がガデイラを創建し、神殿を島の東部に、都市を西部に建てたのである。
διὰ δὲ τοῦτο τοὺς μὲν δοκεῖν τὰ ἄκρα τοῦ πορθμοῦ τὰς στήλας εἶναι, τοὺς δὲ τὰ Γάδειρα, τοὺς δʼ ἔτι πορρώτερον τῶν Γαδείρων ἔξω προκεῖσθαι.
このため、ある人々は海峡の岬が「柱」であると考え、別の人々はガデイラがそうであると考え、また別の人々はガデイラよりもさらに遠く外側に突き出ていると考えている。
ἔνιοι δὲ στήλας ὑπέλαβον τὴν Κάλπην καὶ τὴν Ἀβίλυκα, τὸ ἀντικείμενον ὄρος ἐκ τῆς Λιβύης, ὅ φησιν Ἐρατοσθένης ἐν τῷ Μεταγωνίῳ νομαδικῷ ἔθνει ἱδρῦσθαι·
またある人々は、カルペと、リビア側にあってこれに対面する山であるアビュリクスを柱と見なした。 エラトステネスはこの山がメタゴニオンという遊牧部族の地に位置していると述べている。
οἱ δὲ τὰς πλησίον ἑκατέρου νησῖδας, ὧν τὴν ἑτέραν Ἥρας νῆσον ὀνομάζουσιν.
さらに別の人々は、それぞれの近くにある小島を柱と見なし、そのうちの一方を人々はヘラの島と呼んでいる。
Ἀρτεμίδωρος δὲ τὴν μὲν τῆς Ἥρας νῆσον καὶ ἱερὸν λέγει αὐτῆς, ἄλλην δέ φησιν εἶναί τινα, οὐδʼ Ἀβίλυκα ὄρος οὐδὲ Μεταγώνιον ἔθνος.
しかしアルテミドロスは、ヘラの島とその神殿については述べるものの、もう一つの島があると言い、アビュリクス山もメタゴニオン部族も存在しないと主張している。
καὶ τὰς Πλαγκτὰς καὶ τὰς Συμπληγάδας ἐνθάδε μεταφέρουσί τινες, ταύτας εἶναι νομίζοντες στήλας, ἃς Πίνδαρος καλεῖ πύλας Γαδειρίδας, εἰς ταύτας ὑστάτας ἀφῖχθαι φάσκων τὸν Ἡρακλέα.
また、プランκタイやシュンプレーガデスをこの地に移して、これらを柱であると考える人々もいる。 ピンダロスはこれらを「ガデイラの門」と呼び、ヘラクレスが最後に到達したのがこれらであると述べている。
καὶ Δικαίαρχος δὲ καὶ Ἐρατοσθένης καὶ Πολύβιος καὶ οἱ πλεῖστοι τῶν Ἑλλήνων περὶ τὸν πορθμὸν ἀποφαίνουσι τὰς στήλας.
ディカイアルコス、エラトステネス、ポリュビオス、そしてギリシア人の大部分も、海峡の周辺に柱があると示している。
οἱ δὲ Ἴβηρες καὶ Λίβυες ἐν Γαδείροις εἶναι φασίν·
これに対して、イベリア人やリビア人は、柱はガデイラにあると言っている。
οὐδὲν γὰρ ἐοικέναι στήλαις τὰ περὶ τὸν πορθμόν.
なぜなら、海峡の周りのものはまったく柱に似ていないからである。
οἱ δὲ τὰς ἐν τῷ Ἡρακλείῳ τῷ ἐν Γαδείροις χαλκᾶς ὀκταπήχεις, ἐν αἷς ἀναγέγραπται τὸ ἀνάλωμα τῆς κατασκευῆς τοῦ ἱεροῦ, ταύτας λέγεσθαί φασιν·
また別の人々は、ガデイラのヘラクレス神殿内にある八ペキュスの青銅製の柱のことであり、そこには神殿建設の費用が刻まれているが、これが「柱」と言われているのだと主張する。
ἐφʼ ἃς ἐρχόμενοι οἱ τελέσαντες τὸν πλοῦν καὶ θύοντες τῷ Ἡρακλεῖ διαβοηθῆναι παρεσκεύασαν, ὡς τοῦτʼ εἶναι καὶ γῆς καὶ θαλάττης τὸ πέρας.
そして、航海を終えてやって来た人々がここに参ってヘラクレスに犠牲を捧げ、これこそが陸と海の果てであるという噂を広く世間に言い広めたのである。
τοῦτον δʼ εἶναι πιθανώτατον καὶ Ποσειδώνιος ἡγεῖται τὸν λόγον, τὸν δὲ χρησμὸν καὶ τοὺς πολλοὺς ἀποστόλους ψεῦσμα Φοινικικόν.
ポセイドニオスも、この説明が最も説得力があると考えており、神託や何度も行われた遠征についてはフェニキア人の作り話であるとしている。
περὶ μὲν οὖν τῶν ἀποστόλων τί ἄν τις διισχυρίσαιτο πρὸς ἔλεγχον ἢ πίστιν, οὐδετέρως παράλογον;
さて、これらの遠征について、信じるにせよ疑うにせよ、どちらの立場をとっても不条理ではないのに、誰が確証をもって断言できようか。
τὸ δὲ τὰς νησῖδας ἢ τὰ ὄρη μὴ φάσκειν ἐοικέναι στήλαις, ἀλλὰ ζητεῖν ἐπὶ τῶν κυρίως λεγομένων στηλῶν τοὺς τῆς οἰκουμένης ὅρους ἢ τῆς στρατείας τῆς Ἡρακλέους ἔχει μέν τινα νοῦν·
しかし、小島や山が柱に似ていないと主張する一方で、本来の意味での「柱」において、居住世界あるいはヘラクレスの遠征の境界を探し求めようとすることには、一理ある。
ἔθος γὰρ παλαιὸν ὑπῆρχε τὸ τίθεσθαι τοιούτους ὅρους, καθάπερ οἱ Ῥηγῖνοι τὴν στυλίδα ἔθεσαν τὴν ἐπὶ τῷ πορθμῷ κειμένην, πυργίον τι, καὶ ὁ τοῦ Πελώρου λεγόμενος πύργος ἀντίκειται ταύτῃ τῇ στυλίδι·
なぜなら、そのような境界を設置することは古い習慣であったからである。 例えば、レギオンの人々が海峡に位置する小さな柱、すなわち一種の小さな塔を置いたように。 そして、いわゆるペロロスの塔がこの小さな柱の向かい側にある。
καὶ οἱ Φιλαίνων λεγόμενοι βωμοὶ κατὰ μέσην που τὴν μεταξὺ τῶν σύρτεων γῆν·
また、いわゆるフィライノスの祭壇が、二つのシュルティスの間のほぼ中間の土地に置かれたように。
καὶ ἐπὶ τῷ ἰσθμῷ τῷ Κορινθιακῷ μνημονεύεται στήλη τις ἱδρυμένη πρότερον, ἣν ἔστησαν κοινῇ οἱ τὴν Ἀττικὴν σὺν τῇ Μεγαρίδι κατασχόντες Ἴωνες ἐξελαθέντες ἐκ τῆς Πελοποννήσου καὶ οἱ κατασχόντες τὴν Πελοπόννησον, ἐπιγράψαντες ἐπὶ μὲν τοῦ πρὸς τῇ Μεγαρίδι μέρους τάδʼ οὐχὶ Πελοπόννησος ἀλλʼ Ἰωνία, ἐκ δὲ θατέρου τάδʼ ἐστὶ Πελοπόννησος οὐκ Ἰωνία.
また、コリントス地峡において、かつて建てられたある碑(柱)が言及されている。 それは、ペロポネソスから追放されてメガリスとともにアッティカを領有したイオニア人たちと、ペロポネソスを領有した人々が共同で建てたものであり、メガリスに面した側には、「ここはペロポネソスにあらず、イオニアなり」と刻まれ、反対側には、「ここはペロポネソスなり、イオニアにあらず」と刻まれていた。
Ἀλέξανδρος δὲ τῆς Ἰνδικῆς στρατείας ὅρια βωμοὺς ἔθετο ἐν τοῖς τόποις εἰς οὓς ὑστάτους ἀφίκετο τῶν πρὸς ταῖς ἀνατολαῖς Ἰνδῶν, μιμούμενος τὸν Ἡρακλέα καὶ τὸν Διόνυσον.
そしてアレクサンドロスは、ヘラクレスとディオニュソスを模倣して、東方のインド人の地のうち彼が最後に到達した場所に、インド遠征の境界として祭壇を置いた。
ἦν μὲν δὴ τὸ ἔθος τοῦτο.
実際、このような習慣が存在したのである。

語釈・文法注

  1. §3.5.5ὃν γενέσθαι φασὶ Τυρίοις κελεύοντα — 関係代名詞 ὃν は χρησμοῦ を先行詞とし、γενέσθαι の意味上の主語。γενέσθαι はここでは「(神託が)下る」の意味。分詞 κελεύοντα は ὃν に一致し、不定詞 πέμψαι を従える。
  2. §3.5.5νομίσαντας τέρμονας εἶναι τῆς οἰκουμένης καὶ τῆς Ἡρακλέους στρατείας τὰ ἄκρα ποιοῦντα τὸν πορθμόν — 不定詞 εἶναι の主語は τὰ ἄκρα(中性複数、ποιοῦντα τὸν πορθμόν 「海峡を形成している」によって修飾されている)であり、τὲρμονας(対格・複数・男性)がその補語である。
  3. §3.5.5διαβοηθῆναι παρεσκεύασαν — 使役的ニュアンスを持つ動詞 παρεσκεύασαν(「〜という状況をもたらした」)が受動不定詞 διαβοηθῆναι(「広く噂される」)を伴い、「(〜という噂が)広く知れ渡るように計らった」「言い触らした」の意味を表す。
  4. §3.5.5οὐδετέρως παράλογον — 「どちらの(立場をとる)ことも不合理ではない」という判断を示す独立した挿入句。遠征の事実を信じること(πίστιν)も、反証すること(ἔλεγχον)も、どちらも理にかなっていることを意味する。

この箇所を引用する

ストラボン, 地理誌 §3.5.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:3.5.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。