Humanitext Reader

ストラボン · 地理誌 §3.5.3-3.5.4

ガデイラの繁栄と都市拡張およびエリュテイア伝承

114 / 577 箇所 · ギリシア語

要旨

ガデイラ(現カディス)の地理的位置、高い人口密度とバルブスによる都市の拡張について述べ、ガデイラが神話のエリュテイアと同一視される理由とその肥沃な土壌について説明する。

§3.5.3αὗται μὲν οὖν ἐντὸς στηλῶν τῶν Ἡρακλείων καλουμένων.
したがって、これらの島々は、いわゆるヘラクレスの柱の内側にある。
πρὸς αὐταῖς δὲ δύο νησίδια, ὧν θάτερον Ἥρας νῆσον ὀνομάζουσι·
その柱のすぐ近くには二つの小島があり、そのうちの一方を人々はヘラの島と呼んでいる。
καὶ δή τινες καὶ ταύτας στήλας καλοῦσιν.
そして、まさに一部の人々はこれらの小島をも柱と呼んでいる。
ἔξω δὲ στηλῶν τὰ Γάδειρα, περὶ ὧν τοσοῦτον μόνον εἰρήκαμεν ὅτι τῆς Κάλπης διέχει περὶ ἑπτακοσίους καὶ πεντήκοντα σταδίους, τῆς δὲ ἐκβολῆς τοῦ Βαίτιδος πλησίον ἵδρυται·
柱の外側にはガデイラがあり、これについては、カルペから約七百五十スタディオン離れており、バイティス川の河口の近くに創建されているということだけを述べておいた。
πλείους δʼ εἰσὶ λόγοι περὶ αὐτῆς.
しかし、これについてはより多くの話がある。
οὗτοι γάρ εἰσιν οἱ ἄνδρες οἱ τὰ πλεῖστα καὶ μέγιστα ναυκλήρια στέλλοντες εἴς τε τὴν καθʼ ἡμᾶς θάλατταν καὶ τὴν ἐκτός, οὔτε μεγάλην οἰκοῦντες νῆσον οὔτε τῆς περαίας νεμόμενοι πολλὴν οὔτʼ ἄλλων εὐποροῦντες νήσων, ἀλλὰ πλέον οἰκοῦντες τὴν θάλατταν, ὀλίγοι δʼ οἰκουροῦντες ἢ ἐν Ῥώμῃ διατρίβοντες.
なぜなら、彼らこそは、我々の海と外海の両方に最も多くかつ最大の商船隊を派遣している人々であり、大きな島に住んでいるわけでも、対岸の多くを領有しているわけでも、他の島々を豊かに持っているわけでもなく、むしろ大半は海上で暮らしており、故郷にとどまるかローマに滞在している者はわずかであるからである。
ἐπεὶ πλήθει γε οὐδεμιᾶς ἂν ἀπολείπεσθαι δόξειε τῶν ἔξω Ῥώμης πόλεων·
人口においては、ローマ以外のいかなる都市にも劣らないように思われる。
ἤκουσα γοῦν ἐν μιᾷ τῶν καθʼ ἡμᾶς τιμήσεων πεντακοσίους ἄνδρας τιμηθέντας ἱππικοὺς Γαδιτανούς, ὅσους οὐδένας οὐδὲ τῶν Ἰταλιωτῶν πλὴν τῶν Παταουίνων.
少なくとも、我々の時代の人口調査の一つにおいて、ガデイラの騎馬会員として登録された者が五百人いたと私は聞いたが、これはパタウィウムの住民を除けば、イタリアの住民のうちでもこれほど多くの数は誰一人としていない。
τοσοῦτοι δʼ ὄντες νῆσον ἔχουσιν οὐ πολὺ μείζονα τῶν ἑκατὸν σταδίων τὸ μῆκος, πλάτος δʼ ἔσθʼ ὅπου καὶ σταδιαῖον.
これほど多人数でありながら、彼らが領有している島は、長さが百スタディオンをそれほど超えず、幅は場所によっては一スタディオンほどにすぎない。
πόλιν δὲ κατʼ ἀρχὰς μὲν ᾤκουν παντάπασι μικράν, προσέκτισε δʼ αὐτοῖς Βάλβος Γαδιτανὸς ὁ θριαμβεύσας ἄλλην ἣν νέαν καλοῦσι, τὴν δʼ ἐξ ἀμφοῖν Διδύμην, οὐ πλειόνων εἴκοσι σταδίων οὖσαν τὴν περίμετρον, οὐδὲ ταύτην στενοχωρουμένην·
彼らは当初、きわめて小さな都市に住んでいたが、凱旋式を挙行したガデイラ出身のバルブスが、彼らのためにもう一つの都市を付け加えて建設し、彼らはこれを「新しい都市」と呼び、両者を合わせた都市を「ディデュメ」と呼んでいる。 その周囲は二十スタディオンを超えないが、これでも手狭にはなっていない。
ὀλίγοι γὰρ οἰκουροῦσιν ἐν αὐτῇ διὰ τὸ πάντας θαλαττεύειν τὸ πλέον, τοὺς δὲ καὶ τὴν περαίαν οἰκεῖν, καὶ μάλιστα τὴν ἐπὶ τῆς προκειμένης νησῖδος διὰ τὴν εὐφυΐαν, ἣν ὥσπερ ἀντίπολιν πεποιήκασι τῇ Διδύμῃ χαίροντες τῷ τόπῳ.
なぜなら、全員が大部分を海上で過ごすために、都市に居残る者はわずかであり、他の人々は対岸、特にそのロケーションの良さから沖合の小島に住んでおり、彼らはその場所を好んで、ディデュメに対するいわば対抗都市のように作り上げているからである。
ὀλίγοι δὲ κατὰ σύγκρισιν καὶ ταύτην οἰκοῦσι καὶ τὸ ἐπίνειον, ὃ κατεσκεύασεν αὐτοῖς Βάλβος ἐν τῇ περαίᾳ τῆς ἠπείρου.
しかし、比較してみれば、この小島や、バルブスが彼らのために対岸の大陸に建設した港に住む者もわずかである。
κεῖται δʼ ἐπὶ τῶν ἑσπερίων τῆς νήσου μερῶν ἡ πόλις, προσεχὲς δʼ αὐτῇ τελευταῖόν ἐστι τὸ Κρόνιον πρὸς τῇ νησῖδι·
都市は島の西側に位置しており、これに隣接して、小島の近くの最果てにクロニオンがある。
τὸ δʼ Ἡράκλειον ἐπὶ θάτερα τέτραπται τὰ πρὸς ἕω, καθʼ ὃ δὴ μάλιστα τῇ ἠπείρῳ τυγχάνει συνάπτουσα ἡ νῆσος ὅσον σταδιαῖον πορθμὸν ἀπολείπουσα.
一方、ヘラクレオンは反対の東側に向けられており、そこはまさに島が大陸に最も近づく場所であって、一スタディオンほどの幅の海峡を残すのみである。
καὶ λέγουσι μὲν διέχειν τῆς πόλεως δώδεκα μίλια τὸ ἱερόν, ἴσον ποιοῦντες τὸν τῶν ἄθλων καὶ τὸν τῶν μιλίων ἀριθμόν· ἔστι δὲ μεῖζον καὶ σχεδόν τι τοσοῦτον ὅσον ἐστὶ τὸ τοῦ μήκους τῆς νήσου·
そして人々は、その神殿が都市から十二マイル離れていると言い、それによって功業の数とマイル数を等しくしているが、実際にはより大きく、ほぼこの島の長さに等しい。
μῆκος δʼ ἐστὶ τῆς νήσου τὸ ἀπὸ τῆς δύσεως ἐπὶ τὴν ἀνατολήν.
そして島の長さとは、西から東への長さのことである。
§3.5.4Ἐρύθειαν δὲ τὰ Γάδειρα ἔοικε λέγειν ὁ Φερεκύδης, ἐν ᾗ τὰ περὶ τὸν Γηρυόνην μυθεύουσιν, ἄλλοι δὲ τὴν παραβεβλημένην ταύτῃ τῇ πόλει νῆσον πορθμῷ σταδιαίῳ διειργομένην, τὸ εὔβοτον ὁρῶντες, ὅτι τῶν νεμομένων αὐτόθι προβάτων τὸ γάλα ὀρὸν οὐ ποιεῖ.
フェレキュデスは、ゲリュオネスに関する神話が語られているエリュテイアを、ガデイラのことであると言っているようである。 しかし他の人々は、この都市に並行して横たわり、一スタディオンの海峡によって隔てられている島をそう呼んでおり、それはそこが優れた牧草地であること、すなわちそこで放牧されている羊の乳が乳清を作らないことを見てのことである。
τυροποιοῦσί τε πολλῷ ὕδατι μίξαντες διὰ τὴν πιότητα, ἐν πεντήκοντά τε ἡμέραις πνίγεται τὸ ζῷον, εἰ μή τις ἀποσχάζοι τι τοῦ αἵματος.
また、その乳の極めて濃厚な脂肪分のために、多くの水を混ぜてチーズを作る。 そして羊は、誰かがその血をいくらか抜いてやらないと、五十日のうちに窒息してしまう。
ξηρὰ δέ ἐστιν ἣν νέμονται βοτάνην, ἀλλὰ πιαίνει σφόδρα·
彼らが放牧している草は乾燥しているが、非常に肥えさせる。
τεκμαίρονται δʼ ἐκ τού πεπλάσθαι τὸν μῦθον τὸν περὶ τὰ βουκόλια τοῦ Γηρυόνου·
人々は、ゲリュオネスの牛の群れに関する神話がこのことから創作されたのだと推測している。
κοινῇ μέντοι συνῴκισται πᾶς ὁ αἰγιαλός.
ともあれ、海岸全体は共同で居住されている。

語釈・文法注

  1. 3.5.3οὐδεμιᾶς ἂν ἀπολείπεσθαι δόξειε — 接続詞 ἄν を伴う希求法 δόξειε は潜在希求法であり、「〜と思われるだろう」という控えめな確信を表す。不定詞 ἀπολείπεσθαι は δόξειε の補足不定詞で、比較属格 οὐδεμιᾶς を支配している。
  2. 3.5.3ἔστι δὲ μεῖζον — 形容詞比較級 μεῖζον(より大きい)の主語は、前文の「距離」(τὸ διάστημα)あるいは「神殿までの道のり」であり、人々が言う12マイルという数値よりも実際には大きいことを指している。
  3. 3.5.4ἄλλοι δὲ τὴν παραβεβλημένην — 前文の Ἐρύθειαν δὲ τὰ Γάδειρα ἔοικε λέγειν(フェレキュデスはガデイラをエリュテイアと呼んでいるようだ)に対応する省略構文。ἄλλοι δὲ の後に [λέγουσιν Ἐρύθειαν εἶναι](他の人々は〜をエリュテイアであると言っている)という動詞と補語を補って解釈する。

この箇所を引用する

ストラボン, 地理誌 §3.5.3-3.5.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:3.5.3-3.5.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。