Humanitext Reader

斯特拉波 · 地理学 §3.5.5

加德伊拉建城神谕与赫拉克勒斯之柱的考证

第 115 段,共 577 段 · 希腊语

内容简介

本文讲述了关于加德伊拉建城的建国神谕和三次探险的过程,并探讨了关于赫拉克勒斯之柱真实位置的多种学说(如海峡山岬、青铜柱等),同时将这些学说与古代设立边界碑石的习俗进行了对比分析。

§3.5.5περὶ δὲ τῆς κτίσεως τῶν Γαδείρων τοιαῦτα λέγοντες μέμνηνται Γαδιτανοὶ χρησμοῦ τινος, ὃν γενέσθαι φασὶ Τυρίοις κελεύοντα ἐπὶ τὰς Ἡρακλέους στήλας ἀποικίαν πέμψαι·
关于加德伊拉的建城,加德伊拉人提到了某个神谕,他们说该神谕是赐予提尔人的,命令他们向赫拉克勒斯之柱派遣殖民者。
τοὺς δὲ πεμφθέντας κατασκοπῆς χάριν, ἐπειδὴ κατὰ τὸν πορθμὸν ἐγένοντο τὸν κατὰ τὴν Κάλπην, νομίσαντας τέρμονας εἶναι τῆς οἰκουμένης καὶ τῆς Ἡρακλέους στρατείας τὰ ἄκρα ποιοῦντα τὸν πορθμόν, ταῦτα δʼ αὐτὰ καὶ στήλας ὀνομάζειν τὸ λόγιον, κατασχεῖν εἴς τι χωρίον ἐντὸς τῶν στενῶν, ἐν ᾧ νῦν ἔστιν ἡ τῶν Ἐξιτανῶν πόλις·
被派遣的人为了侦察,当他们到达卡尔佩附近的海峡时,认为构成海峡的两座山岬是居住世界以及赫拉克勒斯远征的极限,并且相信神谕所指的“柱”正是这些山岬,于是便在海峡内侧的某个地方靠岸,即现在埃克西塔诺伊人的城市所在地。
ἐνταῦθα δὲ θύσαντας μὴ γενομένων καλῶν τῶν ἱερείων ἀνακάμψαι πάλιν.
他们在那里献祭,但由于祭兽的征兆不佳,便再次返回。
χρόνῳ δʼ ὕστερον τοὺς πεμφθέντας προελθεῖν ἔξω τοῦ πορθμοῦ περὶ χιλίους καὶ πεντακοσίους σταδίους εἰς νῆσον Ἡρακλέους ἱερὰν κειμένην κατὰ πόλιν Ὀνόβαν τῆς Ἰβηρίας, καὶ νομίσαντας ἐνταῦθα εἶναι τὰς στήλας θῦσαι τῷ θεῷ, μὴ γενομένων δὲ πάλιν καλῶν τῶν ἱερείων ἐπανελθεῖν οἴκαδε.
后来,被派遣的人穿过海峡向外航行了大约一千五百斯塔迪翁,到达了位于伊比利亚城市奥诺巴对面的赫拉克勒斯神圣岛屿。 他们认为柱就在这里,并向神献祭,但由于祭兽的征兆再次不佳,他们便返回了家乡。
τῷ δὲ τρίτῳ στόλῳ τοὺς ἀφικομένους Γάδειρα κτίσαι καὶ ἱδρύσασθαι τὸ ἱερὸν ἐπὶ τοῖς ἑῴοις τῆς νήσου, τὴν δὲ πόλιν ἐπὶ τοῖς ἑσπερίοις.
而在第三次远征中,到达的人们创建了加德伊拉,并将神庙建在岛的东侧,城市建在西侧。
διὰ δὲ τοῦτο τοὺς μὲν δοκεῖν τὰ ἄκρα τοῦ πορθμοῦ τὰς στήλας εἶναι, τοὺς δὲ τὰ Γάδειρα, τοὺς δʼ ἔτι πορρώτερον τῶν Γαδείρων ἔξω προκεῖσθαι.
因此,一些人认为海峡的山岬是柱,另一些人认为是加德伊拉,还有一些人认为柱在加德伊拉更远的外侧。
ἔνιοι δὲ στήλας ὑπέλαβον τὴν Κάλπην καὶ τὴν Ἀβίλυκα, τὸ ἀντικείμενον ὄρος ἐκ τῆς Λιβύης, ὅ φησιν Ἐρατοσθένης ἐν τῷ Μεταγωνίῳ νομαδικῷ ἔθνει ἱδρῦσθαι· οἱ δὲ τὰς πλησίον ἑκατέρου νησῖδας, ὧν τὴν ἑτέραν Ἥρας νῆσον ὀνομάζουσιν.
有些人则认为卡尔佩和阿比吕克斯(即利比亚一侧与其相对的山)是柱,埃拉托斯特尼说这座山坐落在麦塔戈尼翁这一游牧部落的领地内;另一些人则认为是每个山岬附近的那些小岛,其中一个被人们称为赫拉之岛。
Ἀρτεμίδωρος δὲ τὴν μὲν τῆς Ἥρας νῆσον καὶ ἱερὸν λέγει αὐτῆς, ἄλλην δέ φησιν εἶναί τινα, οὐδʼ Ἀβίλυκα ὄρος οὐδὲ Μεταγώνιον ἔθνος.
然而,阿尔特米多鲁斯虽然提到了赫拉之岛及其神庙,但他说还有另一个小岛,并且既没有阿比吕克斯山,也没有麦塔戈尼翁部落。
καὶ τὰς Πλαγκτὰς καὶ τὰς Συμπληγάδας ἐνθάδε μεταφέρουσί τινες, ταύτας εἶναι νομίζοντες στήλας, ἃς Πίνδαρος καλεῖ πύλας Γαδειρίδας, εἰς ταύτας ὑστάτας ἀφῖχθαι φάσκων τὸν Ἡρακλέα.
也有人将普兰克泰(彷徨岩)和双撞岩(共撞岩)转移到这里,认为它们就是柱,品达称之为“加德伊拉之门”,并称赫拉克勒斯最后到达了这里。
καὶ Δικαίαρχος δὲ καὶ Ἐρατοσθένης καὶ Πολύβιος καὶ οἱ πλεῖστοι τῶν Ἑλλήνων περὶ τὸν πορθμὸν ἀποφαίνουσι τὰς στήλας.
迪凯阿尔霍斯、埃拉托斯特尼、波利比乌斯以及大多数希腊人都指出柱在海峡附近。
οἱ δὲ Ἴβηρες καὶ Λίβυες ἐν Γαδείροις εἶναι φασίν· οὐδὲν γὰρ ἐοικέναι στήλαις τὰ περὶ τὸν πορθμόν.
而伊比利亚人和利比亚人则说柱在加德伊拉,因为海峡周围的事物一点也不像柱。
οἱ δὲ τὰς ἐν τῷ Ἡρακλείῳ τῷ ἐν Γαδείροις χαλκᾶς ὀκταπήχεις, ἐν αἷς ἀναγέγραπται τὸ ἀνάλωμα τῆς κατασκευῆς τοῦ ἱεροῦ, ταύτας λέγεσθαί φασιν·
还有人说,是指加德伊拉赫拉克勒斯神庙里那几根八肘高的青铜柱,上面刻有建造神庙的开销;他们说这些柱子才是被称为“柱”的。
ἐφʼ ἃς ἐρχόμενοι οἱ τελέσαντες τὸν πλοῦν καὶ θύοντες τῷ Ἡρακλεῖ διαβοηθῆναι παρεσκεύασαν, ὡς τοῦτʼ εἶναι καὶ γῆς καὶ θαλάττης τὸ πέρας.
那些完成航行并向赫拉克勒斯献祭的人来到这里,使得一种名声流传开来,即这里是陆地和海洋的尽头。
τοῦτον δʼ εἶναι πιθανώτατον καὶ Ποσειδώνιος ἡγεῖται τὸν λόγον, τὸν δὲ χρησμὸν καὶ τοὺς πολλοὺς ἀποστόλους ψεῦσμα Φοινικικόν.
波塞多尼乌斯也认为这一解释最为可信,而将神谕和多次远征视为腓尼基人的谎言。
περὶ μὲν οὖν τῶν ἀποστόλων τί ἄν τις διισχυρίσαιτο πρὸς ἔλεγχον ἢ πίστιν, οὐδετέρως παράλογον;
那么,关于这些远征,无论是证实还是驳斥,哪一种都不算荒谬,谁能做出断言呢?
τὸ δὲ τὰς νησῖδας ἢ τὰ ὄρη μὴ φάσκειν ἐοικέναι στήλαις, ἀλλὰ ζητεῖν ἐπὶ τῶν κυρίως λεγομένων στηλῶν τοὺς τῆς οἰκουμένης ὅρους ἢ τῆς στρατείας τῆς Ἡρακλέους ἔχει μέν τινα νοῦν·
然而,一方面声称小岛或山不像柱,另一方面在真正意义上的“柱”中寻找居住世界的边界或赫拉克勒斯远征的边界,这确实有其合理之处。
ἔθος γὰρ παλαιὸν ὑπῆρχε τὸ τίθεσθαι τοιούτους ὅρους, καθάπερ οἱ Ῥηγῖνοι τὴν στυλίδα ἔθεσαν τὴν ἐπὶ τῷ πορθμῷ κειμένην, πυργίον τι, καὶ ὁ τοῦ Πελώρου λεγόμενος πύργος ἀντίκειται ταύτῃ τῇ στυλίδι· καὶ οἱ Φιλαίνων λεγόμενοι βωμοὶ κατὰ μέσην που τὴν μεταξὺ τῶν σύρτεων γῆν· καὶ ἐπὶ τῷ ἰσθμῷ τῷ Κορινθιακῷ μνημονεύεται στήλη τις ἱδρυμένη πρότερον, ἣν ἔστησαν κοινῇ οἱ τὴν Ἀττικὴν σὺν τῇ Μεγαρίδι κατασχόντες Ἴωνες ἐξελαθέντες ἐκ τῆς Πελοποννήσου καὶ οἱ κατασχόντες τὴν Πελοπόννησον, ἐπιγράψαντες ἐπὶ μὲν τοῦ πρὸς τῇ Μεγαρίδι μέρους τάδʼ οὐχὶ Πελοπόννησος ἀλλʼ Ἰωνία, ἐκ δὲ θατέρου τάδʼ ἐστὶ Πελοπόννησος οὐκ Ἰωνία.
因为设立此类边界是一个古老的习俗,正如雷吉翁人在海峡旁设立了小圆柱(即一种小塔),而被称为佩洛罗斯的塔与这根小圆柱相对;又如所谓的菲莱尼祭坛设立在两座苏尔特斯之间的正中土地上;再如,人们提到在科林斯地峡上曾建立过一根石柱,这是被逐出伯罗奔尼撒并占领阿提卡及梅加里斯的伊奥尼亚人,与占领伯罗奔尼撒的人共同设立的,在面向梅加里斯的一侧刻着: “此非伯罗奔尼撒,乃伊奥尼亚。 ” 而在另一侧: “此乃伯罗奔尼撒,非伊奥尼亚。
Ἀλέξανδρος δὲ τῆς Ἰνδικῆς στρατείας ὅρια βωμοὺς ἔθετο ἐν τοῖς τόποις εἰς οὓς ὑστάτους ἀφίκετο τῶν πρὸς ταῖς ἀνατολαῖς Ἰνδῶν, μιμούμενος τὸν Ἡρακλέα καὶ τὸν Διόνυσον.
” 亚历山大模仿赫拉克勒斯和狄奥尼索斯,在他最后到达的东印度人地区的那些地方,设立了祭坛作为其印度远征的边界。
ἦν μὲν δὴ τὸ ἔθος τοῦτο.
确实,这种习俗是存在的。

词汇与语法注释

  1. §3.5.5ὃν γενέσθαι φασὶ Τυρίοις κελεύοντα — 关系代词 ὃν 以 χρησμοῦ 为先行词,作为 γενέσθαι(此处意为“神谕下达”)的逻辑主语。分词 κελεύοντα 与 ὃν 一致,并支配不定式 πέμψαι。
  2. §3.5.5νομίσαντας τέρμονας εἶναι τῆς οἰκουμένης καὶ τῆς Ἡρακλέους στρατείας τὰ ἄκρα ποιοῦντα τὸν πορθμόν — 不定式 εἶναι 的逻辑主语是 τὰ ἄκρα(中性复数,受分词短语 ποιοῦντα τὸν πορθμόν“形成海峡的”修饰),而 τέρμονας 是宾语补足语。
  3. §3.5.5διαβοηθῆναι παρεσκεύασαν — 具有使役意味的动词 παρεσκεύασαν(意为“使……发生”、“促成”)支配被动不定式 διαβοηθῆναι(意为“被广泛传布”),表示“使(某事作为谣言)广为流传”。
  4. §3.5.5οὐδετέρως παράλογον — 独立插入语,意为“(这两种立场中)任何一种都不算不合理”。意味着无论是相信这些远征(πίστιν)还是予以反驳(ἔλεγχον),都有其各自的合理性。

引用这一段

斯特拉波, 地理学 §3.5.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:3.5.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。