§3.5.6Ἀλλὰ καὶ τοὺς τόπους εἰκός ἐστι μεταλαμβάνειν τὴν αὐτὴν προσηγορίαν, καὶ μάλιστα ἐπειδὰν ὁ χρόνος διαφθείρῃ τοὺς τεθέντας ὅρους.
しかし、場所自体が同じ名称を引き継ぐこともあり得ることであり、それは、置かれた境界標を時が消滅させてしまったときには特にそうである。
οὐ γὰρ νῦν οἱ Φιλαίνων βωμοὶ μένουσιν, ἀλλʼ ὁ τόπος μετείληφε τὴν προσηγορίαν.
というのも、今やフィライノスの祭壇は残っていないが、その場所が名称を引き継いでいるからである。
οὐδὲ ἐν τῇ Ἰνδικῇ στήλας φασὶν ὁραθῆναι κειμένας οὔθʼ Ἡρακλέους οὔτε Διονύσου·
また、インドにおいても、ヘラクレスの柱もディオニュソスの柱も建てられているのが見られるとは言われていない。
καὶ λεγομένων μέντοι καὶ δεικνυμένων τόπων τινῶν οἱ Μακεδόνες ἐπίστευον τούτους εἶναι στήλας, ἐν οἷς τι σημεῖον εὕρισκον ἢ τῶν περὶ τὸν Διόνυσον ἱστορουμένων ἢ τῶν περὶ τὸν Ἡρακλέα.
しかし、いくつかの場所がそう呼ばれ、示されると、マケドニア人たちは、ディオニュソスやヘラクレスについて語られている話の何らかの痕跡を見出した場所を「柱」であると信じたのである。
κἀνταῦθα δὴ τοὺς μὲν πρώτους οὐκ ἂν ἀπιστήσαι τις ὅροις χρήσασθαι χειροκμήτοις τισὶ βωμοῖς ἢ πύργοις ἢ στυλίσιν ἐπὶ τῶν τόπων, εἰς οὓς ὑστάτους ἧκον τοὺς ἐπιφανεστάτους (ἐπιφανέστατοι δὲ οἱ πορθμοὶ καὶ τὰ ἐπικείμενα ὄρη καὶ αἱ νησῖδες πρὸς τὸ ἀποδηλοῦν ἐσχατιάς τε καὶ ἀρχὰς τόπων), ἐκλιπόντων δὲ τῶν χειροκμήτων ὑπομνημάτων μετενεχθῆναι τοὔνομα εἰς τοὺς τόπους, εἴτε τὰς νησῖδας τις βούλεται λέγειν εἴτε τὰς ἄκρας τὰς ποιούσας τὸν πορθμόν.
それゆえ、ここでもまた、最初の人々(遠征者たち)が、自分たちが最後に到達した最も際立った場所において、人工の境界標、例えばいくつかの祭壇や塔、小柱などを用いたであろう(海峡やその上にある山、あるいは小島は、場所の境界や始まりを示す上で最も際立っているのであるが)ということ、そして、それら人工の記念碑が消滅したのち、小島を指すにせよ、海峡を形成する岬を指すにせよ、その名称が場所自体に移行したということを、誰も疑うことはないだろう。
τοῦτο γὰρ ἤδη διορίσασθαι χαλεπὸν ποτέροις χρὴ προσάψαι τὴν ἐπίκλησιν, διὰ τὸ ἀμφοτέροις ἐοικέναι τὰς στήλας.
なぜなら、両者(小島と岬)が柱に似ているために、どちらにその名称を付すべきかを今や明確に区別することは困難だからである。
λέγω δὲ ἐοικέναι, διότι ἐν τοῖς τοιούτοις ἵδρυνται τόποις, οἳ σαφῶς τὰς ἐσχατιὰς ὑπαγορεύουσι, καθʼ ὃ καὶ στόμα εἴρηται ὁ πορθμὸς καὶ οὗτος καὶ ἄλλοι πλείους·
私が「似ている」と言うのは、それらが果てをはっきりと示唆するような場所に位置しているからであり、その意味において、この海峡も他の多くの海峡も「口」と呼ばれている。
τὸ δὲ στόμα πρὸς μὲν εἴσπλουν ἀρχή ἐστι, πρὸς δὲ ἔκπλουν ἔσχατον.
そして「口」は、進入にとっては始まりであり、進出にとっては終わりなのである。
τὰ οὖν ἐπὶ τῷ στόματι νησίδια ἔχοντα τὸ εὐπερίγραφόν τε καὶ σημειῶδες οὐ φαύλως στήλαις ἀπεικάζοι τις ἄν·
したがって、口(海峡の入り口)にある小島は、はっきりとした輪郭を持ち、目印となる特徴を備えているので、誰であれ、これらを柱になぞらえるのは不適切ではないだろう。
ὡς δʼ αὕτως καὶ τὰ ὄρη τὰ ἐπικείμενα τῷ πορθμῷ καὶ ἐξοχήν τινα τοιαύτην ἐμφαίνοντα οἵαν αἱ στυλίδες ἢ αἱ στῆλαι.
同様に、海峡の上にそびえ立つ山々も、小柱や柱が示すような突出を示している。
καὶ ὁ Πίνδαρος οὕτως ἂν ὀρθῶς λέγοι πύλας Γαδειρίδας, εἰ ἐπὶ τοῦ στόματος νοοῖντο αἱ στῆλαι·
そしてピンダロスも、もし柱が(海峡の)口のところにあると想定されるならば、このように「ガデイラの門」と呼ぶのも正しいことになるだろう。
πύλαις γὰρ ἔοικε τὰ στόματα.
なぜなら「口」は「門」に似ているからである。
τὰ δὲ Γάδειρα οὐκ ἐν τοιούτοις ἵδρυται τόποις ὥστε ἀποδηλοῦν ἐσχατιάν, ἀλλʼ ἐν μέσῃ πως κεῖται μεγάλῃ παραλίᾳ κολπώδει.
しかし、ガデイラは果てを示すような場所には位置しておらず、むしろ湾曲した広大な海岸線のほぼ中央に位置している。
τὸ δὲ ἐπʼ αὐτὰς ἀναφέρειν τὰς ἐν τῷ Ἡρακλείῳ στήλας τῷ ἐνθάδε ἧττον εὔλογον, ὡς ἐμοὶ φαίνεται·
これ(柱という名称)を、この地にあるヘラクレス神殿内の実際の柱に結びつけることは、私にはあまり理にかなっていないように思われる。
οὐ γὰρ ἐμπόρων ἀλλʼ ἡγεμόνων μᾶλλον ἀρξάντων τοῦ ὀνόματος τούτου, κρατῆσαι πιθανὸν τὴν δόξαν, καθάπερ καὶ ἐπὶ τῶν Ἰνδικῶν στηλῶν.
なぜなら、商人ではなくむしろ指導者たちがこの名称を使い始めたのであって、インドの柱の場合と同様に、その結果としてその考えが広まったと考えるのがもっともらしいからである。
ἄλλως τε καὶ ἡ ἐπιγραφὴ ἥν φασιν, οὐκ ἀφίδρυμα ἱερὸν δηλοῦσα ἀλλὰ ἀναλώματος κεφάλαιον, ἀντιμαρτυρεῖ τῷ λόγῳ·
その上、彼らが言及している碑文も、神聖な奉納を示すものではなく費用の総額を示すものであって、その説を否定している。
τὰς γὰρ Ἡρακλείους στήλας μνημεῖα εἶναι δεῖ τῆς ἐκείνου μεγαλουργίας, οὐ τῆς Φοινίκων δαπάνης.
なぜなら、ヘラクレスの柱は、彼の偉業の記念碑であるべきであって、フェニキア人の出費の記念碑であるべきではないからである。