§3.4.7μεταξὺ δὲ τῶν τοῦ Ἴβηρος ἐκτροπῶν καὶ τῶν ἄκρων τῆς Πυρήνης, ἐφʼ ὧν ἵδρυται τὰ ἀναθήματα τοῦ Πομπηίου, πρώτη Ταρράκων ἐστὶ πόλις, ἀλίμενος μὲν ἐν κόλπῳ δὲ ἱδρυμένη καὶ κατεσκευασμένη τοῖς ἄλλοις ἱκανῶς καὶ οὐχ ἧττον εὐανδροῦσα νυνὶ τῆς Καρχηδόνος. πρὸς γὰρ τὰς τῶν ἡγεμόνων ἐπιδημίας εὐφυῶς ἔχει, καὶ ἔστιν ὥσπερ μητρόπολις οὐ τῆς ἐντὸς Ἴβηρος μόνον ἀλλὰ καὶ τῆς ἐκτὸς τῆς πολλῆς. αἵ τε Γυμνήσιαι νῆσοι προκείμεναι πλησίον καὶ ἡ Ἔβυσος, ἀξιόλογοι νῆσοι, τὴν θέσιν εὔκαιρον τῆς πόλεως ὑπαγορεύουσιν. Ἐρατοσθένης δὲ καὶ ναύσταθμον ἔχειν φησὶν αὐτήν, οὐδὲ ἀγκυροβολίοις σφόδρα εὐτυχοῦσαν, ὡς ἀντιλέγων εἴρηκεν Ἀρτεμίδωρος. §3.4.8καὶ ἡ σύμπασα δʼ ἀπὸ στηλῶν σπανίζεται λιμέσι μέχρι δεῦρο, ἐντεῦθεν δʼ ἤδη τὰ ἑξῆς εὐλίμενα καὶ χώρα ἀγαθὴ τῶν τε Λεητανῶν καὶ Λαρτολαιητῶν καὶ ἄλλων τοιούτων μέχρι Ἐμπορίου. αὐτὸ δʼ ἐστὶ Μασσαλιωτῶν κτίσμα, ὅσον τετταράκοντα διέχον τῆς Πυρήνης σταδίους καὶ τῶν μεθορίων τῆς Ἰβηρίας πρὸς τὴν Κελτικήν· καὶ αὕτη δʼ ἐστὶ πᾶσα ἀγαθὴ καὶ εὐλίμενος. ἐνταῦθα δʼ ἔστι καὶ ἡ Ῥόδη πολίχνιον, Ἐμποριτῶν κτίσμα, τινὲς δὲ Ῥοδίων φασί· κἀνταῦθα δὲ καὶ ἐν τῷ Ἐμπορίῳ τὴν Ἄρτεμιν τὴν Ἐφεσίαν τιμῶσιν· ἐροῦμεν δὲ τὴν αἰτίαν ἐν τοῖς περὶ Μασσαλίαν. ᾤκουν δʼ οἱ Ἐμπορῖται πρότερον νησίον τι προκείμενον, ὃ νῦν καλεῖται παλαιὰ πόλις, νῦν δʼ οἰκοῦσιν ἐν τῇ ἠπείρῳ. δίπολις δʼ ἐστὶ τείχει διωρισμένη, πρότερον τῶν Ἰνδικητῶν τινας προσοίκους ἔχουσα, οἳ καίπερ ἰδίᾳ πολιτευόμενοι κοινὸν ὅμως περίβολον ἔχειν ἐβούλοντο πρὸς τοὺς Ἕλληνας ἀσφαλείας χάριν, τῷ χρόνῳ δʼ εἰς ταὐτὸ πολίτευμα συνῆλθον μικτόν τι ἔκ τε βαρβάρων καὶ Ἑλληνικῶν νομίμων, ὅπερ καὶ ἐπʼ ἄλλων πολλῶν συνέβη. §3.4.9̔ρεῖ δὲ καὶ ποταμὸς πλησίον, ἐκ τῆς Πυρήνης ἔχων τὰς ἀρχάς, ἡ δὲ ἐκβολὴ λιμήν ἐστι τοῖς Ἐμπορίταις. λινουργοὶ δὲ ἱκανῶς οἱ Ἐμπορῖται· χώραν δὲ τὴν μεσόγαιαν ἔχουσι τὴν μὲν ἀγαθὴν τὴν δὲ σπαρτοφόρον τῆς ἀχρηστοτέρας καὶ ἑλείας σχοίνου, καλοῦσι δὲ Ἰουγκάριον πεδίον· τινὲς δὲ καὶ τῶν τῆς Πυρήνης ἄκρων νέμονται μέχρι τῶν ἀναθημάτων τοῦ Πομπηίου, διʼ ὧν βαδίζουσιν εἰς τὴν ἔξω καλουμένην Ἰβηρίαν ἐκ τῆς Ἰταλίας καὶ μάλιστα τὴν Βαιτικήν. αὕτη δʼ ἡ ὁδὸς ποτὲ μὲν πλησιάζει τῇ θαλάττῃ ποτὲ δʼ ἀφέστηκε, καὶ μάλιστα ἐν τοῖς πρὸς ἑσπέραν μέρεσι. φέρεται δὲ ἐπὶ Ταρράκωνα, ἀπὸ τῶν ἀναθημάτων τοῦ Πομπηίου διὰ τοῦ Ἰουγκαρίου πεδίου καὶ Βετέρων καὶ τοῦ Μαραθῶνος καλουμένου πεδίου τῇ Λατίνῃ γλώττῃ, φύοντος πολὺ τὸ μάραθον· ἐκ δὲ τοῦ Ταρράκωνος ἐπὶ τὸν πόρον τοῦ Ἴβηρος κατὰ Δέρτωσσαν πόλιν· ἐντεῦθεν διὰ Σαγούντου καὶ Σαιτάβιος πόλεως ἐνεχθεῖσα κατὰ μικρὸν ἀφίσταται τῆς θαλάττης καὶ συνάπτει τῷ Σπαρταρίῳ ὡς ἂν Σχοινοῦντι καλουμένῳ πεδίῳ· τοῦτο δʼ ἐστὶ μέγα καὶ ἄνυδρον, τὴν σχοινοπλοκικὴν φύον σπάρτον ἐξαγωγὴν ἔχουσαν εἰς πάντα τόπον καὶ μάλιστα εἰς τὴν Ἰταλίαν. πρότερον μὲν οὖν διὰ μέσου τοῦ πεδίου καὶ Ἐγελάστας συνέβαινεν εἶναι τὴν ὁδὸν χαλεπὴν καὶ πολλήν, νυνὶ δὲ ἐπὶ τὰ πρὸς θαλάττῃ μέρη πεποιήκασιν αὐτήν, ἐπιψαύουσαν μόνον τοῦ Σχοινοῦντος, εἰς ταὐτὸ δὲ τείνουσαν τῇ προτέρᾳ, τὰ περὶ Καστλῶνα καὶ Ὀβούλκωνα, διʼ ὧν εἴς τε Κορδύβην καὶ εἰς Γάδειρα ἡ ὁδός, τὰ μέγιστα τῶν ἐμπορίων. διέχει δὲ τῆς Κορδύβης ἡ Ὀβούλκων περὶ τριακοσίους σταδίους. φασὶ δʼ οἱ συγγραφεῖς ἐλθεῖν Καίσαρα ἐκ Ῥώμης ἑπτὰ καὶ εἴκοσιν ἡμέραις εἰς τὴν Ὀβούλκωνα καὶ τὸ στρατόπεδον τὸ ἐνταῦθα, ἡνίκα ἔμελλε συνάπτειν τὸν περὶ τὴν Μοῦνδαν πόλεμον.
イベロス川の河口と、ポンペイウスの奉納碑が建てられているピレネー山脈の山頂との間には、まずタラコンという都市がある。この都市には港はないが、湾の中に位置しており、その他の点では十分に整備されていて、現在ではカルタゴに劣らず人口が多い。というのも、ここは総督たちの滞在に非常に適しており、イベロス川のこちら側だけでなく、あちら側の大部分の地方の首都のようでもあるからである。近くに浮かぶギュムネシア諸島やエブソス島といった注目すべき島々も、この都市の立地条件の良さを物語っている。エラトステネスは、この都市には海軍基地まであると言っているが、アルテミドロスはこれに反論して、この都市は錨地すらそれほど恵まれていないと述べている。実際、ヘラクレスの柱からここに至るまでの全沿岸は港が非常に不足しているが、ここから先は、それに続く地域に港がよく整っており、レエタノイ人やラルトライエトイ人、およびそれらに類する人々の肥沃な土地がエンポリオンまで続いている。ここはマッサリア人たちの植民都市であり、ピレネー山脈およびイベリアとケルティケの国境から約四十スタディオン離れている。そしてこの地域も全体として肥沃であり、港がよく整っている。ここにはまた、ロデという小都市があり、これはエンポリオン人たちの植民都市であるが、ある人々はロドス人たちのものだとも言っている。ここでもエンポリオンでも、人々はエフェソスのアルテミスを崇拝しているが、その理由はマッサリアに関する記述の中で述べることにする。エンポリオン人たちは、以前は沖合に浮かぶ小さな島(現在は「旧市街」と呼ばれている)に住んでいたが、現在は本土に住んでいる。そこは城壁で仕切られた二重の都市であり、以前は隣接して住んでいたインディケテス人の一部を抱えていた。彼らは独自の法に従って統治されながらも、安全のためにギリシア人たちと共通の城壁を持つことを望み、時が経つにつれて、野蛮人とギリシア人の慣習が混ざり合った一つの共同体へと統合された。これは他の多くの場所でも起きたことである。近くには川も流れており、ピレネー山脈に源を発し、その河口はエンポリオン人たちの港となっている。エンポリオン人たちは優れた麻織物職人である。彼らは内陸の領土を持っているが、一部は肥沃であり、他の一部は役に立たない湿地性のイグサであるスパルトスを産出し、ここをユンカリウス平原と呼んでいる。ある人々はピレネー山脈の山頂からポンペイウスの奉納碑に至るまで放牧を行っており、人々はこの奉納碑を通って、イタリアからいわゆる「外イベリア」、特にバイティカへと歩いていく。この道は、ある時は海に近づき、ある時は遠ざかり、特に西の地域においてそうである。この道は、ポンペイウスの奉納碑から出発して、ユンカリウス平原、ウェテラ、そしてラテン語でマラトンと呼ばれる平原(ここはウイキョウが多く自生しているためそう呼ばれる)を通ってタラコンへと至る。タラコンからは、デルトッサの街の近くにあるイベロス川の渡り場へと向かい、そこからサグントゥムとサイタビスの街を通って進み、徐々に海から遠ざかり、スパルタリウス平原、いわば「イグサ平原」と呼ばれる場所に合流する。ここは広大で水のない平原であり、ロープを編むのに使われるスパルトスを産出し、あらゆる場所、特にイタリアへと輸出されている。以前は、平原の真ん中とエゲラスタを通る道であったため、険しく長かったが、現在は海沿いの地域に道が作られ、スパルタリウス平原の端に触れるだけで、以前と同じ目的地であるカストゥロやオブロコンの周辺へと向かうようになっている。ここを通って、最大の交易地であるコルドゥバやガデイラへの道が続いている。オブロコンはコルドゥバから約三百スタディオン離れている。歴史家たちは、カイサルがムンダの戦いを始めようとしたとき、ローマからオブロコンとその軍営まで二十七日間で到着したと伝えている。