Humanitext Reader

ストラボン · 地理誌 §3.4.10-3.4.12

イベリア内陸の二大山脈と諸部族の分布

109 / 577 箇所 · ギリシア語

要旨

イベリア半島内陸部を区切る二つの大山脈(イドゥベダとオロスペダ)の地勢を解説し、そこに居住するイアッケタノイ人、ケレタノイ人、ケルティベリア人などの諸部族の地理的分布を説明する。

§3.4.10̔η μὲν δὴ παραλία πᾶσα ἡ ἀπὸ στηλῶν μέχρι τῆς μεθορίας τῆς Ἰβήρων καὶ Κελτῶν τοιαύτη.
柱からイベリア人とケルト人の境界に至るまでの海岸線全体は、実のところ以上のようである。
ἡ δʼ ὑπερκειμένη μεσόγαια (λέγω δὲ τὴν ἐντὸς τῶν τε Πυρηναίων ὀρῶν καὶ τῆς προσαρκτίου πλευρᾶς μέχρι Ἀστύρων) δυεῖν μάλιστα ὄρεσι διορίζεται.
しかし、その上方に位置する内陸部(ピレネー山脈と、アストゥレス人に至る北側の側面との内側の地域を指している)は、主として二つの山脈によって区切られている。
τούτων δὲ τὸ μὲν παράλληλόν ἐστι τῇ Πυρήνῃ, τὴν ἀρχὴν ἀπὸ τῶν Καντάβρων ἔχον, τελευτὴν δʼ ἐπὶ τὴν καθʼ ἡμᾶς θάλατταν·
これらのうち一方はピレネーに平行で、カンタブリ人のところから始まり、我々の海に終わる。
καλοῦσι δὲ τοῦτο Ἰδουβέδαν·
これを人々はイドゥベダと呼んでいる。
ἕτερον δʼ ἀπὸ τοῦ μέσου διῆκον ἐπὶ τὴν δύσιν, ἐκκλῖνον δὲ πρὸς νότον καὶ τὴν ἀπὸ στηλῶν παραλίαν·
もう一方は、その中間から西に伸びて、南と柱からの海岸線の方に傾いている。
ὃ κατʼ ἀρχὰς μὲν γεώλοφόν ἐστι καὶ ψιλόν, διέξεισι δὲ τὸ καλούμενον Σπαρτάριον πεδίον, εἶτα συνάπτει τῷ δρυμῷ τῷ ὑπερκειμένῳ τῆς τε Καρχηδονίας καὶ τῶν περὶ τὴν Μάλακαν τόπων·
これは最初は丘陵地で樹木がないが、いわゆるスパルタリオス平原を通り抜け、それからカルタゴの領土とマラカ周辺の地域の高背に広がる森林地帯に接続している。
καλεῖται δὲ Ὀροσπέδα.
これはオロスペダと呼ばれている。
μεταξὺ μὲν δὴ τῆς Πυρήνης καὶ τῆς Ἰδουβέδας ὁ Ἴβηρ ῥεῖ ποταμός, παράλληλος τοῖς ὄρεσιν ἀμφοτέροις, πληρούμενος ἐκ τῶν ἐντεῦθεν καταφερομένων ποταμῶν καὶ τῶν ἄλλων ὑδάτων.
ピレネーとイドゥベダの間をイベロス川が流れており、両方の山脈に平行して、そこから流れ下る諸河川やその他の水流によって満たされている。
ἐπὶ δὲ τῷ Ἴβηρι πόλις ἐστὶ Καισαραυγοῦστα καλουμένη καὶ Κέλσα κατοικία τις ἔχουσα γεφύρας λιθίνης διάβασιν.
イベロス川の傍らにはカイサラウグスタと呼ばれる都市と、石の橋の渡しを持つコルサという居留地がある。
συνοικεῖται δὲ ὑπὸ πλειόνων ἐθνῶν ἡ χώρα, γνωριμωτάτου δὲ τοῦ τῶν Ἰακκητανῶν λεγομένου.
この地域にはいくつかの部族が共同で居住しているが、最もよく知られているのは、いわゆるイアッケタノイ人の部族である。
τοῦτο δʼ ἀρξάμενον ἀπὸ τῆς παρωρείας τῆς κατὰ τὴν Πυρήνην εἰς τὰ πεδία πλατύνεται καὶ συνάπτει τοῖς περὶ Ἰλέρδαν καὶ Ὄσκαν χωρίοις, τοῖς τῶν Ἰλεργετῶν οὐ πολὺ ἄπωθεν τοῦ Ἴβηρος.
これはピレネー沿いの山麓から始まり、平原へと広がり、イレルゲテス人の領土であってイベロス川からそれほど遠くないイレルダやオスカ周辺 of 土地に接続している。
ἐν δὲ ταῖς πόλεσι ταύταις ἐπολέμει τὸ τελευταῖον Σερτώριος καὶ ἐν Καλαγούρι Ὀυασκώνων πόλει καὶ τῆς παραλίας ἐν Ταρράκωνι καὶ ἐν τῷ Ἡμεροσκοπείῳ μετὰ τὴν ἐκ Κελτιβήρων ἔκπτωσιν, ἐτελεύτα δʼ ἐν Ὄσκᾳ.
これらの都市において、セルトリウスは最後期に戦争を行い、またウァスコネス人の都市カラグリス、海岸部ではタラコンやヘメロスコペイオンでも、ケルティベリア人からの敗退の後に戦い、オスカで亡くなった。
κἀν Ἰλέρδᾳ ὕστερον Ἀφράνιος καὶ Πετρήιος οἱ τοῦ Πομπηίου στρατηγοὶ κατεπολεμήθησαν ὑπὸ Καίσαρος τοῦ θεοῦ.
また後にイレルダにおいて、ポンペイウスの将軍たちであるアフラニウスとペトレイウスが、神君カイサールによって打ち破られた。
διέχει δὲ ἡ Ἰλέρδα τοῦ μὲν Ἴβηρος ὡς ἐπὶ δύσιν ἰόντι σταδίους ἑκατὸν ἑξήκοντα, Ταρράκωνος δὲ πρὸς νότον περὶ τετρακοσίους ἑξήκοντα, πρὸς ἄρκτον δὲ Ὄσκας πεντακοσίους τετταράκοντα.
イレルダは、イベロス川から西に向かう者にとって160スタディオン、タラコンからは南へ約460スタディオン、北のオスカからは540スタディオン離れている。
διὰ τούτων δὲ τῶν μερῶν ἡ ἐκ Ταρράκωνος ἐπὶ τοὺς ἐσχάτους ἐπὶ τῷ ὠκεανῷ Ὀυάσκωνας τοὺς κατὰ Πομπέλωνα καὶ τὴν ἐπʼ αὐτῷ τῷ ὠκεανῷ Οἰασῶνα πόλιν ὁδός ἐστι σταδίων δισχιλίων τετρακοσίων πρὸς αὐτὰ τὰ τῆς Ἀκυιτανίας ὅρια καὶ τῆς Ἰβηρίας.
これらの地方を通って、タラコンから大洋に面した最果てのウァスコネス人(ポンペロン周辺の者たち)および、大洋そのものの傍らにあるオイアソン市へと至る道があり、アキタニアとイベリアのまさに境界そのものまで2400スタディオンである。
Ἰακκητανοὶ δʼ εἰσὶν ἐν οἷς τότε μὲν Σερτώριος ἐπολέμει πρὸς Πομπήιον, ὕστερον δʼ ὁ τοῦ Πομπηίου υἱὸς Σέξτος πρὸς τοὺς Καίσαρος στρατηγούς.
イアッケタノイ人は、当時セルトリウスがポンペイウスに対して戦争を行い、後にはポンペイウスの息子セクストスがカイサールの将軍たちに対して戦争を行った部族である。
ὑπέρκειται δὲ τῆς Ἰακκητανίας πρὸς ἄρκτον τὸ τῶν Ὀυασκώνων ἔθνος, ἐν ᾧ πόλις Πομπέλων ὡς ἂν Πομπηιόπολις.
イアッケタニアの上方、北にはウァスコネス人の部族が位置しており、そこにはポンペロンという都市があり、これはいわばポンペイオポリスである。
§3.4.11αὐτῆς δὲ τῆς Πυρήνης τὸ μὲν Ἰβηρικὸν πλευρὸν εὔδενδρόν ἐστι παντοδαπῆς ὕλης καὶ τῆς ἀειθαλοῦς, τὸ δὲ Κελτικὸν ψιλόν, τὰ δὲ μέσα περιέχει καλῶς οἰκεῖσθαι δυναμένους αὐλῶνας.
ピレネーそのものについては、イベリア側の斜面はあらゆる種類の森林、また常緑樹が豊かに茂っているが、ケルト側の斜面は樹木がない。 中間部には、人が良好に居住できる多数の谷が含まれている。
ἔχουσι δʼ αὐτοὺς Κερρητανοὶ τὸ πλέον τοῦ Ἰβηρικοῦ φύλου, παρʼ οἷς πέρναι διάφοροι συντίθενται ταῖς Κανταβρικαῖς ἐνάμιλλοι, πρόσοδον οὐ μικρὰν τοῖς ἀνθρώποις παρέχουσαι.
そこを占めているのは、イベリア系部族の大部分であるケレタノイ人であり、彼らのところではカンタブリ産に匹敵する優れたハムが作られ、人々に少なからぬ収入をもたらしている。
§3.4.12̔υπερβαλόντι δὲ τὴν Ἰδουβέδαν ἡ Κελτιβηρία παραχρῆμα πολλὴ καὶ ἀνώμαλος, τὸ μέν πλέον αὐτῆς ἐστὶ τραχὺ καὶ ποταμόκλυστον·
イドゥベダを越える者にとっては、ただちにケルティベリアが広大かつ平坦でなく広がっており、その大部分は険しく、多くの川が流れている。
διὰ γὰρ τούτων ὅ τε Ἄνας φέρεται καὶ ὁ Τάγος καὶ οἱ ἐφεξῆς ποταμοὶ οἱ πλείους οἱ ἐπὶ τὴν ἑσπερίαν θάλατταν καταφερόμενοι, τὴν ἀρχὴν ἔχοντες ἐκ τῆς ιβηρίας·
というのも、これらの地域を通ってアナス川、タグス川、そしてイベリアから源を発して西の海へと流れ下るその後の主要な河川のほとんどが流れているからである。
ὧν ὁ Δούριος φέρεται παρὰ τὴν Νομαντίαν καὶ τὴν Σεργουντίαν, ὁ δὲ Βαῖτις ἐκ τῆς Ὀροσπέδας τὰς ἀρχὰς ἔχων διὰ τῆς Ὠρητανίας εἰς τὴν Βαιτικὴν ῥεῖ.
これらのうちドゥリウス川はヌマンティアとセルグンティアの傍らを流れており、バイティス川はオロスペダから源を発し、オレタニアを通ってバイティカへと流れている。
οἰκοῦσι δʼ ἐκ μὲν τῶν πρὸς ἄρκτον μερῶν τοῖς Κελτίβηρσι Βήρωνες Καντάβροις ὅμοροι τοῖς Κονίσκοις, καὶ αὐτοὶ τοῦ Κελτικοῦ στόλου γεγονότες, ὧν ἐστι πόλις Ὀυαρία κατὰ τὴν τοῦ Ἴβηρος διάβασιν κειμένη·
ケルティベリア人の北側には、コニスコイ人と隣接するカンタブリ人の隣人であるベロネス人が住んでおり、彼ら自身もケルト人の遠征に由来する。 彼らの都市にはイベロス川の渡河地点に位置するウアリアがある。
συνεχεῖς δʼ εἰσὶ καὶ Βαρδυήταις, οὓς οἱ νῦν Βαρδούλους καλοῦσιν·
彼らは、現在の人々がバルドゥロイと呼んでいるバルデュエタイ人とも連続している。
ἐκ δὲ τοῦ ἑσπερίου τῶν τε Ἀστύρων τινὲς καὶ τῶν Καλλαϊκῶν καὶ Ὀυακκαίων, ἔτι δὲ Ὀυεττώνων καὶ Καρπητανῶν·
西側にはアストゥレス人の一部、カッライコイ人、ウアッカイオイ人、さらにウエトネス人とカルペタノイ人が住んでいる。
ἐκ δὲ τῶν νοτίων Ὠρητανοί τε καὶ ὅσοι ἄλλοι τὴν Ὀροσπέδαν οἰκοῦσι Βαστητανῶν τε καὶ Ἐδητανῶν·
南側にはオレタノイ人、およびオロスペダに住むその他の人々(バステタノイ人やエデタノイ人)が住んでいる。
πρὸς ἕω δὲ Ἰδουβέδα.
東側にはイドゥベダがある。

語釈・文法注

  1. 3.4.10δυεῖν μάλιστα ὄρεσι — 主動詞 διορίζεται(区切られている)に係り、手段を示す与格。δυεῖν は双数属格であり、ὄρεσι は複数与格である。μάλιστα は「およそ」「主に」の意で、内陸部が主にこれら二つの主要な山脈(イドゥベダとオロスペダ)によって区画されていることを示す。
  2. 3.4.10ὡς ἂν Πομπηιόπολις — 接続詞的な ὡς ἂν は「いわば〜のようなものとして」「〜に相当するものとして」を表す。現地の部族語による地名であるポンペロン(Pompelon)が、ギリシア語の「ポンペイウスの都市(Pompeiopolis)」に対応していることを説明する表現。
  3. 3.4.12ὑπερβαλόντι δὲ τὴν Ἰδουβέδαν — 行為者の視点を示す「旅人の与格(dative of reference)」。イドゥベダ山を越える(あるいは越えた)旅行者の視点から見て、という意味を表す。

この箇所を引用する

ストラボン, 地理誌 §3.4.10-3.4.12. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:3.4.10-3.4.12

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。