Humanitext Reader

ストラボン · 地理誌 §3.4.19-3.4.20

アウグストゥスによるイベリアの属州統治体制

112 / 577 箇所 · ギリシア語

要旨

イベリア(ヒスパニア)の領域区分が歴史的変化と名称の曖昧さによって困難であることを論じた後、アウグストゥス帝政期における民衆属州バイティカと皇帝属州それぞれの行政・軍事面での詳細な統治体制について記述している。

§3.4.19τινὲς μὲν οὖν εἰς τέτταρα μέρη διῃρῆσθαί φασι τὴν χώραν ταύτην, καθάπερ εἴπομεν, ἄλλοι δὲ πενταμερῆ λέγουσιν.
そこで、ある人々は、我々が述べたように、この地方が四つの部分に分割されていると言い、他の人々は五つの部分からなると言っている。
οὐκ ἔστι δὲ τἀκριβὲς ἐν τούτοις ἀποδιδόναι διὰ τὰς μεταβολὰς καὶ τὴν ἀδοξίαν τῶν τόπων.
しかし、これらのことにおいて正確さを期することは、変化が激しいことと、それらの場所が無名であることのために不可能である。
ἐν γὰρ τοῖς γνωρίμοις καὶ ἐνδόξοις αἵ τε μεταναστάσεις γνώριμοι καὶ οἱ μερισμοὶ τῆς χώρας καὶ αἱ μεταβολαὶ τῶν ὀνομάτων καὶ εἴ τι ἄλλο παραπλήσιον·
なぜなら、よく知られ有名な場所においては、民族の移動も、地方の分割も、名称の変更も、その他それに類することがあればそれもまた、よく知られているからである。
θρυλεῖται γὰρ ὑπὸ πολλῶν καὶ μάλιστα τῶν Ἑλλήνων.
というのも、それらは多くの人々、特にギリシア人によって語り草になっているからである。
ὅσα δὲ καὶ βάρβαρα καὶ ἐκτετοπισμένα καὶ μικρόχωρα καὶ διεσπασμένα, τούτων ὑπομνήματα οὔτʼ ἀσφαλῆ ἐστιν οὔτε πολλά·
しかし、野蛮で、僻地にあり、領土が狭く、散り散りになっている場所については、それらに関する記録は確かなものでもなければ多くもない。
ὅσα δὲ δὴ πόρρω τῶν Ἑλλήνων ἐπιτείνει τὴν ἄγνοιαν.
そして、ギリシア人から遠く離れているすべての場所は、無知をいっそう甚だしくする。
οἱ δὲ τῶν Ῥωμαίων συγγραφεῖς μιμοῦνται μὲν τοὺς Ἕλληνας, ἀλλʼ οὐκ ἐπὶ πολύ·
ローマの著述家たちは、ギリシア人を模倣してはいるが、それほど深くではない。
καὶ γὰρ ἃ λέγουσι παρὰ τῶν Ἑλλήνων μεταφέρουσιν, ἐξ ἑαυτῶν δʼ οὐ πολὺ μὲν προσφέρονται τὸ φιλείδημον ὥσθʼ, ὁπόταν ἔλλειψις γένηται παρʼ ἐκείνων, οὐκ ἔστι πολὺ τὸ ἀναπληρούμενον ὑπὸ τῶν ἑτέρων, ἄλλως τε καὶ τῶν ὀνομάτων, ὅσα ἐνδοξότατα, τῶν πλείστων ὄντων Ἑλληνικῶν·
というのも、彼らが語る事柄はギリシア人から借用したものであり、彼ら自身からは、知識に対する愛好をあまり提供しないため、ギリシア人に欠落が生じたときには、もう一方の側によって補われるものは多くない。 とりわけ、最も有名な名称の大部分が、ギリシア語であるからなのだが。
ἐπεὶ καὶ Ἰβηρίαν ὑπὸ μὲν τῶν προτέρων καλεῖσθαι πᾶσαν τὴν ἔξω τοῦ Ῥοδανοῦ καὶ τοῦ ἰσθμοῦ τοῦ ὑπὸ τῶν Γαλατικῶν κόλπων σφιγγομένου, οἱ δὲ νῦν ὅριον αὐτῆς τίθενται τὴν Πυρήνην, συνωνύμως τε τὴν αὐτὴν Ἰβηρίαν λέγουσι καὶ Ἱσπανίαν·
そもそもイベリアという名称も、かつての人々によって、ローヌ川およびガラティア湾によって狭められた地峡の外側の地域全体に対して用いられていたが、現在の人々はピレネー山脈をその境界とし、同じ地域を同義に「イベリア」とも「ヒスパニア」とも呼んでいる。
μόνην ἐκάλουν τὴν ἐντὸς τοῦ Ἴβηρος· οἱ δʼ ἔτι πρότερον αὐτοὺς τούτους Ἰγλῆτας, οὐ πολλὴν χώραν νεμομένους, ὥς φησιν Ἀσκληπιάδης ὁ Μυρλεανός.
さらに前には、エブロ川の内側の地域のみをそう呼んでおり、それよりもさらに前には、ミュルレアのアスクレピアデスが言うように、あまり広くない土地に住んでいた彼ら自身を「イグレーテス」と呼んでいた。
Ῥωμαῖοι δὲ τὴν σύμπασαν καλέσαντες συνωνύμως Ἰβηρίαν τε καὶ Ἱσπανίαν τὸ μὲν αὐτῆς μέρος εἶπον τὴν ἐκτὸς τὸ δὲ ἕτερον τὴν ἐντός·
ローマ人は全域を同義に「イベリア」および「ヒスパニア」と呼び、その一部分を「外なる地方」、もう一部分を「内なる地方」と言った。
ἄλλοτε δʼ ἄλλως διαιροῦσι πρὸς τοὺς καιροὺς πολιτευόμενοι.
しかし彼らは、その時々の政治的必要性に応じて、時ごとに異なった分割を行っている。
§3.4.20νυνὶ δὲ τῶν ἐπαρχιῶν τῶν μὲν ἀποδειχθεισῶν τῷ δήμῳ τε καὶ τῇ συγκλήτῳ τῶν δὲ τῷ ἡγεμόνι τῶν Ῥωμαίων, ἡ μὲν Βαιτικὴ πρόσκειται τῷ δήμῳ, καὶ πέμπεται στρατηγὸς ἐπʼ αὐτὴν ἔχων ταμίαν τε καὶ πρεσβευτήν·
現在、属州のうち、あるものは民衆と元老院に、他のものはローマの支配者に割り当てられているが、バイティカは民衆の所管とされ、財務官と使節を伴ったプラエトルがそこに派遣される。
ὅριον δʼ αὐτῆς τεθείκασι πρὸς ἠῶ πλησίον Καστλῶνος.
彼らはその東の境界を、カストゥロの近くに定めている。
ἡ δὲ λοιπὴ Καίσαρός ἐστι·
残りの地域はカエサルの管轄である。
πέμπονται δʼ ὑπʼ αὐτοῦ δύο πρεσβευταί, στρατηγικός τε καὶ ὑπατικός, ὁ μὲν στρατηγικὸς ἔχων σὺν αὑτῷ πρεσβευτήν, δικαιοδοτήσων Λυσιτανοῖς τοῖς παρακειμένοις τῇ Βαιτικῇ καὶ διατείνουσι μέχρι τοῦ Δουρίου ποταμοῦ καὶ τῶν ἐκβολῶν αὐτοῦ·
そこには彼によって、プラエトル級とコンスル級の二人の使節が派遣される。 プラエトル級の使節は、自身とともに一人の使節を従え、バイティカに隣接し、ドゥリウス川とその河口にまで達する地域に住むルシタニア人たちに対して裁判を行う。
καλοῦσι γὰρ οὕτω τὴν χώραν ταύτην ἰδίως ἐν τῷ παρόντι.
なぜなら、現在はこの地域を特別にそのように呼んでいるからである。
ἐνταῦθα δʼ ἔστι καὶ ἡ Αὐγοῦστα Ἠμερίτα.
また、この地にはアウグスタ・エメリタもある。
ἡ λοιπὴ (αὕτη δʼ ἐστὶν ἡ πλείστη τῆς Ἰβηρίας) ὑπὸ τῷ ὑπατικῷ ἡγεμόνι στρατιάν τε ἔχοντι ἀξιόλογον τριῶν που ταγμάτων καὶ πρεσβευτὰς τρεῖς, ὧν ὁ μὲν δύο ἔχων τάγματα παραφρουρεῖ τὴν πέραν τοῦ Δουρίου πᾶσαν ἐπὶ τὰς ἄρκτους, ἣν οἱ μὲν πρότερον Λυσιτανοὺς ἔλεγον οἱ δὲ νῦν Καλλαϊκοὺς καλοῦσι·
残りの地域(これはイベリアの大部分を占めるが)は、およそ3個軍団からなる相当な軍隊と、3人の使節を従えたコンスル級の総督の支配下にある。 そのうちの一人は、2個軍団を率いて、ドゥリウス川の向こう側の北に至る地域全体を守備しているが、この地域をかつての人々はルシタニアと呼び、現在の人々はガッライコイと呼んでいる。
συνάπτει δὲ τούτοις τὰ προσάρκτια μέρη μετὰ τῶν Ἀστύρων καὶ τῶν Καντάβρων.
この地域には、アストゥレス人やカンタブリア人の住む北方地域が隣接している。
ῥεῖ δὲ διὰ τῶν Ἀστύρων Μέλσος ποταμός, καὶ μικρὸν ἀπωτέρω πόλις Νοῖγα, καὶ πλησίον ἐκ τοῦ ὠκεανοῦ ἀνάχυσις ὁρίζουσα τοὺς Ἄστυρας ἀπὸ τῶν Καντάβρων·
アストゥレス人の地にはメルスス川が流れており、少し離れたところにノイガという都市があり、その近くにはアストゥレス人とカンタブリア人を隔てる、大洋から入り込んだ入り江がある。
τὴν δʼ ἑξῆς παρόρειον μέχρι Πυρήνης ὁ δεύτερος τῶν πρεσβευτῶν μετὰ τοῦ ἑτέρου τάγματος ἐπισκοπεῖ.
その次に続く、ピレネー山脈に至る山沿いの地域を、第二の使節がもう一つの軍団とともに監督している。
ὁ δὲ τρίτος τὴν μεσόγαιαν, συνέχει δὲ τὰ τῶν ἤδη λεγομένων ὡς ἂν εἰρηνικῶν καὶ εἰς τὸ ἥμερον καὶ τὸν Ἰταλικὸν τύπον μετακειμένων ἐν τῇ τηβεννικῇ ἐσθῆτι.
そして第三の使節は内陸部を監督しているが、彼はすでに「平和的」と言われ、トガを着用して教化されイタリア風の生活様式へと移行した人々の土地を管轄している。
οὗτοι δʼ εἰσὶν οἱ Κελτίβηρες καὶ οἱ τοῦ Ἴβηρος πλησίον ἑκατέρωθεν οἰκοῦντες μέχρι τῶν πρὸς θαλάττῃ μερῶν.
これらはケルティベリア人と、エブロ川の両岸の近くに住み、海沿いの地域にまで至る人々である。
αὐτὸς δὲ ὁ ἡγεμὼν διαχειμάζει μὲν ἐν τοῖς ἐπιθαλαττιαίοις μέρεσι καὶ μάλιστα τῇ Καρχηδόνι καὶ τῇ Ταρράκωνι δικαιοδοτῶν, θέρους δὲ περίεισιν ἐφορῶν ἀεί τινα τῶν δεομένων ἐπανορθώσεως.
総督自身は、海沿いの地方、特にカルタゴやタラコで、裁判を行いながら冬を過ごし、夏には改善を要する箇所を常に視察するために巡回する。
εἰσὶ δὲ καὶ ἐπίτροποι τοῦ Καίσαρος, ἱππικοὶ ἄνδρες, οἱ διανέμοντες τὰ χρήματα τοῖς στρατιώταις εἰς τὴν διοίκησιν τοῦ βίου.
また、カエサルの徴税官たちもおり、彼らは騎士の身分であり、兵士たちに生活の維持のための資金を配分している。

語釈・文法注

  1. §3.4.19οὐκ ἔστι δὲ τἀκριβὲς ἐν τούτοις ἀποδιδόναι — ἔστι(アクセントが第1音節にある)は非人称動詞として可能性を示し、「〜することが可能である」を意味する。否定辞 οὐκ とともに用いられ、不定詞 ἀποδιδόναι(提示すること)を伴って「正確さを提示することは不可能である」となる。
  2. §3.4.19ὅσα δὲ δὴ πόρρω τῶν Ἑλλήνων ἐπιτείνει τὴν ἄγνοιαν — ὅσα は「〜するすべてのもの」という関係代名詞で、先行詞が省略された主語として機能している。πόρρω は属格を支配する前置詞的副詞。「ギリシア人から遠く離れている地方はすべて、無知を強める」という構造。
  3. §3.4.20τῶν ἐπαρχιῶν τῶν μὲν ἀποδειχθεισῶν τῷ δήμῳ τε καὶ τῇ συγκλήτῳ τῶν δὲ τῷ ἡγεμόνι — 独立属格構文(Genitive Absolute)であり、属州の分割状況を前提条件・背景として提示している。後半の τῶν δὲ τῷ ἡγεμόνι の部分には、前半と同じ受動態分詞 ἀποδειχθεισῶν が省略されている。
  4. §3.4.20δικαιοδοτήσων — 動詞 δικαιοδοτέω(裁判を行う)の未来能動態分詞・単数主格・男性形で、主節の主語である使節(ὁ μὲν στρατηγικός)の目的を表している。未来分詞が目的を表す典型的な用法。

この箇所を引用する

ストラボン, 地理誌 §3.4.19-3.4.20. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:3.4.19-3.4.20

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。